TLG 2236 001 :: EUTROPIUS :: Breviarium ab urbe condita (Paeanii translatio)

EUTROPIUS Hist.
(A.D. 4)

Breviarium ab urbe condita (Paeanii translatio)

Source: Lambros, S.P. (ed.), ”Παιανίου μετάφρασις εἰς τὴν τοῦ Εὐτροπίου Ῥωμαϊκὴν ἱστορίαν” [Νέος Ἑλληνομνήμων 9] 1912: 9–113.

Citation: Book — chapter — (line)

t

1

ΠΑΙΑΝΙΟΥ ΜΕΤΑΦΡΑΣΙΣ ΕΙΣ ΤΗΝ ΤΟΥ ΕΥΤΡΟΠΙΟΥ ΡΩΜΑΪΚΗΝ ΙΣΤΟΡΙΑΝ

1

t

ΒΙΒΛΙΟΝ Αʹ.

1

.

1

Τῆς ῥωμαϊκῆς βασιλείας ἐν προοιμίοις οὐδὲν ἐγένετο μεῖόν τε καὶ ταπεινότερον. Τῇ δὲ κατὰ μικρὸν αὐξήσει καὶ ταῖς ἀεὶ προςθήκαις κατὰ τὴν οἰκουμένην ἅπασαν οὐδὲν ἔτι μεῖζον οὔτε δυνατώτερον ἡ μνήμη τῶν ἀνθρώπων φέρει. Ταύτης δὲ τὴν πρώτην κρηπῖδα κατεβά‐
5λετο Ῥωμύλος· ὃς ἐκ Ῥέας Σιλβίας, οὕτω καλουμένης Ἑστιακῆς παρ‐ θένου, τῷ Ἄρεϊ συνελθούσης, ὡς ὁ πολὺς κατεῖχε λόγος, ἐκ διδύ‐ μου γονῆς σὺν ἀδελφῷ Ῥέμῳ προῆλθεν εἰς φῶς. Οὗτος ὀκτωκαίδεκα γεγονὼς ἔτη βίον τε ἔχων τοῖς ποιμαίνουσι συλλῃστεύειν ἐλάχιστόν τι πολίχνιον ἐπὶ τοῦ ὄρους τοῦ Παλλαντίου κατεστήσατο πρώτῃ τοῦ
10Μαΐου μηνὸς ἔτει τρίτῳ τῆς ἕκτης Ὀλυμπιάδος, τῆς δὲ Ἰλίου κατα‐ στροφῆς κατὰ τοὺς τὸ πλεῖστόν τε καὶ ἐλάχιστον παραδεδωκότας ἔτει τετάρτῳ καὶ ἐνενηκοστῷ καὶ τριακοσιοστῷ.

1

.

2

Οἰκίσας δὲ τὴν πόλιν καὶ καλέσας αὐτὴν ἐξ ἑαυτοῦ Ῥώμην, πρῶτον μὲν πολὺ πλῆθος ἐκ τῶν περιοίκων εἰςεδέξατο, ἔπειτα δὲ προβεβηκότας εἰς ἡλικίαν ἐκλεξάμενος, τούτους ἐπέστησε τοῖς λοι‐
ποῖς ἡγεμόνας τῶν πρακτέων, σενάτωρας αὐτοὺς καλέσας κατὰ τὴν9
5τῶν Ἰταλῶν φωνὴν, ἐπειδὴ σένης ἐκεῖνοι καλοῦσι τοὺς γέροντας· σύγ‐ κλητον δὲ Ἕλληνες ἐκάλεσαν τὸ συνέδριον ἐκ τοῦ πρότερον μὲν τοὺς βασιλεύοντας, μετὰ δὲ ταῦτα τοὺς ὑπάτους συγκαλεῖν τε αὐτοὺς ἐπὶ τὰς βουλὰς καὶ τῶν ψήφων ποιεῖσθαι κυρίους. Ἀλλ’ ἐπειδὴ τὸ πλῆθος, αὐξηθὲν ἤδη, συνοίκων ἐστέρητο γυναικῶν, καὶ φόβος ἦν ἐπιλιπεῖν
10τοὺς ἄνδρας, τέχνῃ δέδωκε διαδοχὴν τῷ γένει. Παρακαλέσας γὰρ ὡς ἐπί τινα θέαν τὰ γειτνιῶντα τῶν ἐθνῶν, ἁρπαγὴν γενέσθαι παρε‐ σκεύασε τῶν παρθένων· ἃς οἱ προκληθέντες ἐπὶ τὴν τέρψιν ἐπηγά‐ γοντο. Καὶ τὰς μὲν ἔσχον γαμετὰς ἁρπάσαντες· πόλεμον δὲ τὸ ἔργον ἐκίνησεν. Οὗ συστάντος, ἡττῶνται Καινιναῖοι καὶ Ἀντεμνᾶται, Κρου‐
15στουμῖνοι, Σαβῖνοι, Φιδηνᾶται, Βέειοι. Συνοικίαι δὲ ἦσαν αὗται, καὶ κατ’ οἰκείαν ἀρχὴν ἑκάστη, καὶ μετὰ ταῦτα ἐπολίσθησαν, καὶ ταύταις ἔτι καὶ νῦν ἡ Ῥώμη ταῖς πόλεσι περιεστεφάνωται. Τούτων δ’ οὕτω πραχθέντων, χειμὼν ἐξαίφνης ἐπελθὼν ἀφανῆ τὸν Ῥωμύλον ἐποίησεν· ἐξ ἐκείνου δὲ εἰς τόδε πεπίστευται πρὸς θεοὺς ἀνειλῆφθαι. Καθιερώ‐
20θη οὖν παρὰ τῶν ἀρχομένων ἔτη βασιλεύσας αὐτῶν ἑπτὰ καὶ τριά‐ κοντα. Καὶ τέως μὲν τὴν πόλιν διεῖπον καὶ τὴν βασιλείαν ἐπετρόπευον οἱ καλούμενοι σενάτωρες ἐπὶ ἐνιαυτὸν ὅλον ἐξ ἀμοιβῆς, δι’ ἡμερῶν πέντε τῆς ἐπιτροπείας ἀντ’ ἄλλων εἰς ἄλλους μεθισταμένης.

1

.

3

Μετὰ δὲ τὸν ἐνιαυτὸν Νουμᾶς Πομπίλιος ἀνερρήθη βασιλεύς. Οὗ‐ τος πολέμου μὲν ἀπέσχετο παντὸς, τῇ Ῥώμῃ δὲ οὐχ ἧττον ἢ Ῥωμύ‐ λος ἐγένετο χρήσιμος. Νόμους τε γὰρ αὐτοῖς ἔθηκεν ἔθη τε παρέδω‐ κεν, ἀφ’ ὧν λῃσταί τινες πρότερον ὑπειλημμένοι καὶ μιξοβάρβαροι
5ἀμεινόνων ἀνδρῶν δόξαν ἐκτήσαντο, ἱερά τε αὐτοῖς ἐτέλεσε ναούς τε κατεσκεύασεν. Οὕτω δὲ διαθεὶς τὴν πόλιν, τεσσαρακοστῷ καὶ τρίτῳ τῆς βασιλείας ἔτει νοσήσας ἐτελεύτησεν.

1

.

4

Τρίτος διαδέχεται τὴν βασιλείαν Τοῦλλος Ὁστίλλιος. Ὑπὸ τού‐ τῳ πάλιν ἡ περὶ τοὺς πολέμους ἐπανῆλθε σπουδή. Νικῶνται γοῦν Ἀλβανοὶ μάχῃ, τῆς Ῥώμης δυοκαίδεκα διεστῶτες σημείοις· μίλια κα‐ λοῦσιν αὐτὰ Ῥωμαῖοι· τὰ χίλια γὰρ βήματα οὕτως ὀνομάζουσι, τοσού‐10
5τοις βήμασι συμμετρούμενοι τὸ σημεῖον. Εἶτ’ ἐφεξῆς ἡττῶνται Βέειοι καὶ οἱ ἀπὸ Φιδήνης, οἱ μὲν ἓξ χωριζόμενοι σημείοις, οἱ δὲ ὀκτωκαίδε‐ κα. Μετὰ ταύτας δὲ τὰς νίκας καὶ τὴν πόλιν ηὔξησε, τὸν Κέλλιον αὐ‐ τῇ προςθεὶς λόφον. Ἐπὶ τούτοις τοῖς ἔργοις τριάκοντα καὶ δύο τὴν ἀρχὴν κατασχὼν ἐνιαυτοὺς, κεραυνοῦ πεσόντος συγκατεφλέχθη τῇ
10βασιλικῇ στέγῃ.

1

.

5

Τέταρτος παρῆλθεν ἐπὶ τὴν ἀρχὴν Ἄγκος Μάρκιος, ἔκγονος ἀπὸ θυγατρὸς τοῦ Νουμᾶ Πομπιλίου. Οὗτος ἤρατο πόλεμον πρὸς Λα‐ τίνους, καὶ τῇ πόλει συνῆψε τὸν Ἀβάντινον λόφον Ἰανίκουλόν τε, καὶ πολίχνην ἐδείματο ἐπὶ θαλάσσῃ πρὸς ταῖς τοῦ Θύμβριδος ἐκβολαῖς,
5αἳ τῆς Ῥώμης ἓξ καὶ δέκα διεστήκασι σημείοις. Τετάρτῳ τε καὶ εἰ‐ κοστῷ τῆς βασιλείας ἔτει νόσῳ διεφθάρη.

1

.

6

Διεδέξατο δὲ τὴν βασιλείαν Ταρκύνιος ὁ Πρίσκος ὀνομαζόμενος. Οὗτος τὸ μὲν τῆς συγκλήτου συνέδριον διπλάσιον ἐποίησε τῷ τῶν σω‐ μάτων ἀριθμῷ, καὶ τῇ πόλει δὲ τὸν ἱππόδρομον ᾠκοδόμησε θεάτρων τε ἐνεστήσατο τέρψιν, Ῥωμάνην καλέσας τὴν θέαν, ἥτις ἐξ ἐκείνου
5καὶ εἰς τόδε τελεῖται, τὴν αὐτὴν ἔχουσα προςηγορίαν. Ἔτι δὲ Σαβί‐ νους εἷλε μάχῃ, καὶ, πολλῆς αὐτοὺς ἀφελόμενος γῆς, προςεκύρωσε τῇ Ῥώμῃ. Πρῶτος δὲ θριαμβεύων εἰς τὴν Ῥώμην εἰςῆλθε. Τείχη τε ἐδείματο καὶ τὰς ὑδρορρόας ἤγουν ἀμάρας, καὶ τῆς τοῦ Καπιτωλίου κατασκευῆς ἤρξατο. Ὀκτώ τε ἐπὶ τοῖς τριάκοντα βασιλεύσας ἐνιαυ‐
10τοὺς ὑπὸ τῶν Ἄγκου παίδων ἀνῃρέθη, παρ’ οὗ τὴν βασιλείαν αὐτὸς ἀνεδέξατο.

1

.

7

Ἕκτος δὲ ὑποδέχεται τὴν ἀρχὴν Σερούιος Τούλλιος, ἐξ ἐπισή‐
μου γεγονὼς μητρὸς, ἢ καὶ αἰχμαλωσίας καὶ δουλείας περιέπεσε τύχῃ. Οὗτος ὑπηγάγετο Σαβίνους καὶ τρισὶ λόφοις ηὔξησε τὴν πόλιν, τῷ Κυ‐ ριναλίῳ καὶ τῷ Βιμιναλίῳ καὶ τῷ Ἐσκυλίνῳ, τάφρους τε ὤρυξε πρὸ11
5τοῦ τείχους κύκλῳ καὶ ταῖς ἀπογραφαῖς τῶν σωμάτων ἔδωκεν ἀρχὴν, οὔπω παρ’ οὐδενὶ τῶν ἐθνῶν ἐγνωσμέναις. Ἀπογραφέντες οὖν οἱ τὴν Ῥώμην οἰκοῦντες ὑπ’ αὐτῷ, συνήχθησαν εἰς ἀριθμὸν ὀγδοήκοντα τριῶν χιλιάδων μετὰ τῶν ἐν τοῖς ἀγροῖς οἰκούντων. Τελευτὴν μέντοι τοῦ βίου ἐδέξατο παρὰ τοῦ γαμβροῦ Ταρκυνίου Σουπέρβου· δηλοῖ δὲ
10τοῦτο [τὸ] ἐπώνυμον ὑπερήφανον. Παῖς δὲ ἦν οὗτος Ταρκυνίου τοῦ Πρίσκου, παρ’ οὗ τὴν βασιλείαν ὁ σφαγεὶς οὗτος ἐδέξατο.

1

.

8

Ἐπιλαμβάνεται δὴ τῆς βασιλείας οὗτος ὁ Σούπερβος Ταρκύνιος, ἕβδομός τε ὢν τῶν βασιλέων καὶ ὕστατος, καὶ νικᾷ μὲν Βολούσκους, ἔθνος ὂν ἐπὶ τὴν Καμπανίαν, οὐ πόρρω τῆς Ῥώμης αἴρει δὲ ἐπὶ τούτοις Γαβίαν καὶ Σύεσσαν τὴν Πομητίαν πόλεις, ἔθετό τε μετὰ Τού‐
5σκων σπονδὰς ναόν τε ᾠκοδόμησεν ἐν τῷ καλουμένῳ Καπιτωλίῳ. Μετὰ ταῦτα πολιορκῶν τὴν Ἄρδεαν, πολίχνην δέκα καὶ ὀκτὼ σημεί‐ οις πόρρω τῆς Ῥώμης, τὴν ἀρχὴν ἀπέβαλεν. Ὁ γὰρ ὁμώνυμος αὐτοῦ παῖς ἐπιφανῆ γυναῖκα Λουκρητίαν, ἧς πολὺς ἦν ἐπὶ σωφροσύνῃ λόγος, Ταρκυνίῳ Κολλατίνῳ συνοικοῦσαν, ἐβιάσατο. Τοῦτο δὲ ἐξήγγειλεν ἡ
10Λουκρητία τῷ ἀνδρὶ καὶ τῷ πατρὶ, καὶ μηνύσασα τὸ πάθος, ἐν ὀφθαλ‐ μοῖς αὐτῶν ἑαυτὴν διεχρήσατο. Ἐνταῦθα δὲ Βροῦτος, γένει προςήκων τῷ Ταρκυνίῳ, τὸν δῆμον ἀθροίσας, ἀφαιρεῖται τῆς βασιλείας τὸν Ταρ‐ κύνιον, πλείω ποιησάμενος τοῦ κοινοῦ λόγον ἢ τοῦ γένους. Τούτῳ δὲ καὶ τοῦ δήμου τῷ δόγματι ἡ στρατιὰ συνηκολούθησε, μεθ’ ἦς ἐπολιόρ‐
15κει τὴν Ἄρδεαν. Τετάρτῳ τε καὶ εἰκοστῷ ἔτει τῆς βασιλείας μετὰ τῆς γαμετῆς καὶ τῶν παίδων φυγὴν ἑαυτοῦ κατεψηφίσατο. Οὕτως ὑπὸ βασιλεῦσιν ἑπτὰ, τοῖς ὅλοις ἔτεσι διακοσίοις τεσσαράκοντα καὶ τρισὶ,
τὰ τῆς Ῥώμης διῳκήθη πράγματα. Μικρὰ δὲ ἦν ἔτι τὰ τῆς δυνάμεως αὐτῆς, τῶν ὁρίων αὐτῆς οὐδαμόθεν ὑπὲρ πεντεκαίδεκα σημεῖα ἐκτει‐12
20νομένων.

1

.

9

Ἐντεῦθεν τὸ μὲν τῶν βασιλέων ἐπαύσατο, μετηνέχθη δὲ εἰς τὴν τῶν ὑπάτων ἀρχήν. Δύο δὲ ἦσαν οὗτοι καὶ ἐτήσιοι, ὥςτε, κἂν ἕτερον * φαῦλον εἶναι, καταφεύγειν ἐπὶ τὸν ἕτερον, τῷ δὲ χρόνῳ περαιουμένην, ὥςτε μετριωτέραν εἶναι τὴν δυναστείαν. Ἀνάγκη γὰρ ἦν ἀρίστους εἶ‐
5ναι δημαγωγοὺς, εἰδότας ὡς μετὰ τὸν χρόνον ἔσονται τῶν ἀρχομένων. Γίνονται τοίνυν ὕπατοι τῷ πρώτῳ ἔτει μετὰ τοὺς βασιλεῖς Λούκιος Ἰούνιος Βροῦτος ὁ τῆς Ταρκυνίου μάλιστα καθαιρέσεως αἰτιώτατος, καὶ Ταρκύνιος Κολλατῖνος ὁ τῆς Λουκρητίας ἀνὴρ, ἦς ὑβρισθείσης ἐπράχθη τὰ περὶ Ταρκύνιον. Ἀλλ’ ὁ Κολλατῖνος εὐθὺς τῆς ἐξου‐
10σίας ἀφῃρέθη· ἔδοξε γὰρ μηδένα ἐπὶ τῆς Ῥώμης εἶναι Ταρκύνιον ὀνομαζόμενον, καὶ τῆς οὐσίας προςαφαιρεθεὶς ἀπώσθη τῆς πόλεως, ἀντικατέστη δὲ αὐτῷ Λούκιος Οὐαλέριος Πουβλικόλας.

1

.

10

Τούτων οὖν τὴν ὕπατον ἐχόντων ἀρχὴν, ὁ τῆς βασιλείας ἀφαι‐ ρεθεὶς Ταρκύνιος ἐπηγάγετο τῇ Ῥώμῃ πόλεμον, καὶ συναγείρας ἔθνη πολλὰ δι’ ὅπλων ἔσπευδεν ἐπανελθεῖν εἰς τὴν βασιλείαν. Ὡς δὲ τὸ πρᾶ‐ γμα συνέμιξαν, ὁ μὲν Βροῦτος καὶ ὁ Ταρκυνίου παῖς ἀλλήλους ἀνεῖ‐
5λον, οἱ δὲ λοιποὶ Ῥωμαῖοι ταύτῃ τῇ μάχῃ νικήσαντες ἀνεχώρησαν ἐπ’ οἴκου. Αἱ τοίνυν γυναῖκες ὡς τῆς σεμνότητος καὶ σωφροσύνης ὑπέρμαχόν τε καὶ προστάτην ἐνιαυσιαίῳ πένθει καθάπερ πατέρα κοινὸν ἐτίμησαν. Πουβλικόλας δὲ Σπούριον Λουκρήτιον Τρικιπιτῖνον κοινωνὸν ἑαυτῷ καὶ συνύπατον ἐχειροτόνησε τὸν πατέρα τῆς Λου‐
10κρητίας, τούτου δὲ ὑπεξελθόντος νόσῳ τὸν βίον, αὖθις Ὁράτιον Πούλ‐
βιλλον συνῆψεν ἑαυτῷ πρὸς τὴν ὕπατον ἀρχήν. Ὁ γὰρ δὴ λειπόμε‐ νος ἀεὶ κύριος ἦν τῆς τοῦ κοινωνοῦ χειροτονίας. Οὕτω δὴ συνέβη τὸν πρῶτον τῶν ὑπάτων ἐνιαυτὸν πέντε σχεῖν ὑπάτους, Ταρκυνίου μὲν Κολλατίνου διὰ τὴν προςηγορίαν ἀπωσθέντος, Βρούτου δὲ πε‐13
15σόντος ἐν τῇ μάχῃ, Λουκρητίου δὲ τὴν ἐκ τῆς ἀρρωστίας τελευτὴν ὑπομείναντος.

1

.

11

Τῷ δευτέρῳ δὲ μετὰ τοὺς βασιλέας ἔτει Ταρκύνιος αὖθις ἐκί‐ νησεν ὅπλα κατὰ τῆς Ῥώμης ὑπὲρ τῆς βασιλείας, πρὸς συμμαχίαν ἐπικαλεσάμενος τὸν Πορσήναν· οὗτος δὲ ἦν Τούσκων βασιλεύς· καὶ μι‐ κροῦ μὲν τῆς Ῥώμης κατεκράτησεν, ἡττηθεὶς δὲ ὅμως ἀπῆλθε. Καὶ
5τρίτῳ μετὰ τοὺς βασιλέας ἐνιαυτῷ, ὡς εἶδεν αὐτῷ τὰ περὶ τῆς βασι‐ λείας οὐ χωροῦντα κατὰ νοῦν· ἤδη γὰρ καὶ Πορσήνας σπονδὰς ἐπε‐ ποίητο πρὸς Ῥωμαίους· ἐν Τουσκώλῳ πολιχνίῳ τῆς Ῥώμης οὐ πόρ‐ ρῳ, καταπλαγεὶς τὸν Μούκιον ἐπιβάλλοντα τῇ φλογὶ τὴν δεξιὰν εἰ‐ κόνα τε γενόμενον ἀνδρείας τε καὶ καρτερίας τῆς Ῥωμαίων, μετα‐
10στὰς σὺν τῇ γαμετῇ καὶ τοῖς φιλτάτοις τεσσαρεςκαίδεκα διετέλεσεν ἐνιαυτοὺς ἐκεῖ τε κατεγήρασε. Τετάρτῳ δὲ μετὰ τοὺς βασιλέας ἔτει Σαβῖνοι Ῥωμαίοις ἐπήγαγον πόλεμον. Ἡττηθέντων δὲ αὐτῶν παν‐ στρατὶ, οἱ Ῥωμαῖοι τὴν νίκην ἐθριάμβευσαν. Ἔτει πέμπτῳ Οὐαλέ‐ ριος ὁ Βρούτου συνύπατος, τετάρτην ἤδη πεπληρωκὼς ὑπατείαν, τὸ
15κοινὸν ὑπέμεινε τέλος ἐν τοσαύτῃ πενίᾳ καὶ ἀπορίᾳ τῶν ἀναγκαίων, ὥςτε ἐκ συνεισφορᾶς τοῦ δήμου τὴν ταφὴν αὐτοῦ γενέσθαι. Καὶ τοῦ‐ τον δὲ αἱ γυναῖκες ὥςπερ τὸν Βροῦτον κατὰ τὸν ἴσον χρόνον ἐπέν‐ θησαν.

1

.

12

Ἐνάτῳ δὲ μετὰ τοὺς βασιλέας ἔτει ὁ τοῦ βασιλεύοντος Ταρ‐ κυνίου Σουπέρβου γαμβρὸς τιμωρῆσαι τῷ κηδεστῇ βουληθεὶς, παμ‐ μεγέθη στρατιὰν συνέλεξε. Τότε τοίνυν προςεπενοήθη τε καὶ ᾑρέθη κατὰ τὴν Ῥώμην ἀρχή· δικτατοῦραν αὐτὴν ἐκάλουν ἐπιχωρίως,
5σημαίνει δὲ ἀναγόρευσιν ἡ φωνὴ ἢ διὰ τὸ λέγειν μὲν τὸν δῆμον, οὐ
ψηφηφορεῖν δὲ ὡς ἐπὶ τῶν ὑπάτων, τῷ ῥήματι δὲ ἀκολουθεῖν τὴν ἐξουσίαν. Αὕτη δὲ δυνατωτέρα μὲν τῆς μεγίστης ὑπατείας ἦν, ἓξ μησὶ δὲ παρετείνετο μόνοις. Τοσοῦτον γὰρ ἔδοξεν αὐτὴν συστεῖλαι κατὰ τὸν χρόνον ὅσον ὑπερέβαινε τῷ μεγέθει. Κατὰ δὲ τὸν αὐτὸν14
10τοῦτον χρόνον καὶ ἄρχων ἱππέων ἀνεδείχθη· ἀκολουθεῖ δὲ καὶ αὐτὸς τῷ δικτάτωρι καθάπερ τις ἀξιόχρεως ὑπουργός. Συνελόντι δὲ εἰπεῖν οὐδεμία τῶν ἐπὶ τῆς Ῥώμης ἀρχῶν ὡς ἡ δικτατοῦρα τῇ νῦν βασι‐ λείᾳ προςεῴκει. Μετὰ ταύτης γοῦν, μᾶλλον δὲ ὑπὸ ταύτῃ τῇ προςη‐ γορίᾳ καὶ Αὔγουστος Ὀκταβιανὸς, περὶ οὗ μικρὸν ὕστερον ἐροῦμεν,
15καὶ πρὸ ἐκείνου Γάϊος Καῖσαρ κατὰ μικρὸν τὴν μὲν πολιτείαν κατα‐ λύοντες, ἁρπάζοντες δὲ τὴν βασιλείαν διέλαθον. Πρῶτος οὖν ἐγένετο δικτάτωρ Λάρκιος, μάγιστρος δὲ τῶν ἱππέων πρῶτος Σπούριος Κά‐ σιος.

1

.

13

Ἕκτῳ δὲ καὶ δεκάτῳ μετὰ τοὺς βασιλέας ἐνιαυτῷ στάσις ἐπέπεσε τῷ δήμῳ τῶν Ῥωμαίων ἀγανακτοῦντι καὶ δεινὰ πάσχοντι ὑπό τε τῆς συγκλήτου καὶ τῶν ὑπάτων. Καὶ οὐ πρότερον ἐπέσχεν οὗτος ὁ θόρυβος, πρὶν καὶ αὐτὸς αὑτῷ κατέστησεν ἄρχοντας οἰκείους
5καὶ οἱονεί τινας ἐκδίκους τοῦ πλήθους, οὓς δημάρχους ἐκάλεσε, τρι‐ βούνους πλήβις κατὰ τὴν αὐτῶν φωνήν. Ἐπίστευε δὲ ὁ δῆμος διὰ τούτων ἀσφάλειαν αὐτῷ πρὸς τὴν τῆς συγκλήτου καὶ τῶν ἀρχόντων ἐξουσίαν ὑπάρξειν.

1

.

14

Τῷ δὲ ἑξῆς ἐνιαυτῷ Βολοῦσκοι τὸν πόλεμον ἀνενεώσαντο, καὶ συμμίξαντες ἡττήθησαν καὶ τὴν μεγίστην ἑαυτῶν πόλιν Κουριό‐ λους ἀπώλεσαν, τῶν νικησάντων γενομένην.

1

.

15

Ὀκτωκαιδεκάτῳ δὲ μετὰ τοὺς βασιλέας ἔτει Κύντος Μάρκιος,
ὁ τοῦ πολέμου τοῦ κατὰ Βολούσκων στρατηγὸς ὁ καὶ τὴν πόλιν. αὐτῶν ἑλὼν τοὺς Κουριόλους, ἀπολιπὼν τὴν Ῥώμην, προςεχώρησε τοῖς Βολούσκοις, ὑπό τινος ὀργῆς τοῦτο παθὼν, καὶ πολὺ συνήγαγε15
5συμμαχικὸν, καὶ πολλάκις ἐνίκησε πολέμῳ τοὺς οἰκείους. Καὶ πλη‐ σίον αὐτῆς ἐγένετο τῆς πόλεως ἀπὸ πέντε σημείων, ὡς αὐτίκα πο‐ λιορκήσων· πρεσβευσαμένων δὲ τῶν Ῥωμαίων, οὐ πρότερον ἔφη τῆς ὀργῆς λήξειν ἢ τὴν αὐτοῦ μητέρα Βετουρίαν καὶ τὴν γαμετὴν Βουλουμνίαν πρὸς αὐτὸν ἐλθεῖν. Γίνεται δὴ τοῦτο, καὶ τοῖς ὀδυρμοῖς
10τῶν γυναικῶν ἐπικλασθεὶς ἀπεκίνησε τὸν στρατόν. Καὶ δεύτερος οὗ‐ τος μετὰ τὸν βασιλέα Ταρκύνιον ὅπλα κατὰ τῆς πατρίδος ἐκίνησεν.

1

.

16

Φαβίου δὲ καὶ Βεργινίου τὴν ὑπατείαν ἐχόντων, τριακόσιοι τῆς Ῥώμης ἄνδρες ἐπιφανεῖς, ἐκ τῆς Φαβίου καταγόμενοι συγγε‐ νείας, αὐτοὶ καθ’ ἑαυτοὺς κατὰ τῶν Βεεγέντων ἐξεστράτευσαν, ὑπο‐ σχόμενοι καὶ τῷ δήμῳ καὶ τῇ συγκλήτῳ τὸν πάντα κατορθώσειν πό‐
5λεμον. Οὗτοι δὲ πάντες, ἀξιόχρεως ἕκαστος μεγάλης ἡγεμὼν εἶναι στρατιᾶς, πανωλεθρίᾳ διεφθάρησαν. Ἐκ τοσούτου δὲ τοῦ Φαβίου γέ‐ νους εἷς ὑπελείφθη μόνος, ὃς οὐχ οἷός τε ἐγένετο διὰ τὴν νεότητα παραγενέσθαι τῇ μάχῃ. Μετὰ ταῦτα γίνεται τῶν σωμάτων πάλιν ἀπο‐ γραφὴ κατὰ τὴν πόλιν, καὶ συνηριθμήθη πλῆθος ἀνδρῶν ἑκατὸν δέκα
10καὶ ἑπτὰ χιλιάδες καὶ τριακόσιοι καὶ δέκα καὶ ἐννέα.

1

.

17

Τῷ δὲ ἑξῆς ἐνιαυτῷ κατὰ τὸ Ἄλγιδον ὄρος, δωδεκάτῳ τῆς πόλεως σημείῳ, ἐνεδρευθεὶς ὁ ῥωμαϊκὸς στρατὸς συνεκλείσθη. Χει‐ ροτονεῖται τοίνυν δικτάτωρ Λούκιος Κύντιος Κιγκιννάτος· ἐν γὰρ ταῖς μεγίσταις ἀνάγκαις ἐπὶ ταύτην ἐφέροντο τὴν ἀρχήν. Ἀγρὸν δὲ ἔχων
5ὁ Κιγκιννάτος καὶ τοῦτον αὐτῷ σώματι γεωργῶν, ἐφεστηκώς τε ἀρό‐ τρῳ, παρέλαβε τὴν ἐξουσίαν, καὶ τὸν ἱδρῶτα τὸν ἀπὸ τῆς γηπονίας μεταβαλὼν ἐνέδυ τὸ σχῆμα τραβέαν· τόγαν αὐτὴν ὀνομάζουσιν· ἐκ τῆς ὁπλίσεως τῆς Ῥωμύλου μετενεχθεῖσαν εἰς φᾶρος· καὶ τοὺς πο‐ λεμίους ἀπολέσας ἠλευθέρωσε τὴν στρατιάν.

1

.

18

Τριακοστῷ δὲ καὶ ἑνὶ μετὰ τὸν τῆς Ῥώμης συνοικισμὸν ἐνι‐ αυτῷ τὸ τῶν ὑπάτων μετεβάλετο εἰς ἑτέραν ἀρχήν. Ἀντὶ γὰρ τῶν ὑπάτων δέκα κατέστησαν, οἷς [ἡ] πᾶσα τῆς πόλεως ἐπετράπη διοί‐ κησις. Ἐκαλοῦντο δὲ οὗτοι δεκανδρικοί. Ὀρθῶς δὲ διαγενόμενοι κατὰ16
5τὸ πρῶτον ἔτος εἶτα μετεβλήθησαν. Ἄππιος γὰρ Κλαύδιος, εἶς ἐκ τῶν δέκα, Βεργινίου τινὸς θυγατέρα παρθένον, ὃς ἐν τῷ πολέμῳ κατὰ τὸ Ἄλγιδον ὄρος πρὸς Λατίνους ἐτύγχανεν ἀνδρειότατα μεμαχημέ‐ νος, ἠβουλήθη διαφθεῖραι πρὸς βίαν· ἀλλ’ ὁ πατὴρ αὐτὴν πρὸ τῆς ὕβρεως ἀνεῖλε. Τοῦτο συνεκίνησε τὸν στρατὸν, καὶ τοὺς δέκα τιμω‐
10ρίᾳ παραδόντες καὶ αὐτὴν αὐτοῖς συνανεῖλον τὴν ἀρχήν.

1

.

19

Τῷ δὲ ἑξῆς ἐνιαυτῷ Φιδηνᾶται πρὸς τὴν Ῥώμην ἤραντο πό‐ λεμον, συμμάχοις κεχρημένοι Βεείοις καὶ τῷ τούτων βασιλεῖ Το‐ λουμνίῳ. Βέειοι δὲ καὶ Φιδηνᾶται, καθάπερ ἐν τοῖς πρόσθεν εἴρηται, τῆς Ῥώμης ἐκ γειτόνων οἰκοῦσι, Φιδηνᾶται μὲν ἓξ κεχωρισμένοι ση‐
5μείοις, Βέειοι δὲ ὀκτωκαίδεκα. Συνεπῆλθον δὲ καὶ Βολοῦσκοι. Τότε τοίνυν Μάμερκος Αἰμίλιος, δικτάτωρ χειροτονηθεὶς καὶ λαβὼν ἄρ‐ χοντα τῶν ἱππέων Λούκιον Κυίντιον Κιγκιννάτον, τόν τε πόλεμον ἔλυ‐ σε καὶ τὸν βασιλέα Τολούμνιον ἀνεῖλε, Φιδῆναί τε ἡ πόλις ἑάλω καὶ κατεσκάφη.

1

.

20

Εἴκοσι δὲ ὕστερον ταύτης τῆς μάχης ἐνιαυτοῖς Βέειοι πάλιν ἐκίνησαν τὸν πόλεμον· καὶ χειροτονεῖται κατ’ αὐτῶν δικτάτωρ Φού‐ ριος Κάμιλλος, ὃς πρότερον μὲν αὐτοὺς κατεπολέμησε, μετὰ ταῦτα δὲ τὴν πόλιν περικαθίσας καὶ αὐτὴν εἷλεν, ἀρχαιοτάτην τε τῆς Ἰτα‐
5λίας καὶ τοῖς πᾶσιν ἀφθονωτάτην. Μετὰ ταύτην αἱρεῖ Φαλίσκους, πό‐ λιν οὐχ ἥττω τῆς προτέρας· ἀλλ’ ἐπανέστη φθόνος ἐκ ταύτης αὐτῷ
τῆς εὐημερίας. Αἰτίαν δ’ ἔσχεν ὡς οὐ προςηκόντως διέλοι τῇ στρα‐ τιᾷ τὰ τοῦ πολέμου λάφυρα, κατεκρίθη τε καὶ ἀπεώσθη τῆς Ῥώμης. Κατὰ δὲ τοῦτον τὸν χρόνον Γάλλοι Σένωνες ὥρμησαν ἐπὶ τὴν Ῥώ‐17
10μην, καὶ γενομένης μάχης ἑνδεκάτῳ τῆς πόλεως σημείῳ παρὰ τὸν Ἄλλιον ποταμὸν, ἐπεξῆλθον φεύγουσι τοῖς Ῥωμαίοις, οὐδενὸς ἀντά‐ ραντος, μέχρι τῆς πόλεως αὐτῆς. Καταφεύγοντες δὲ εἰς τὸ Καπιτώ‐ λιον, ἐκεῖ συνέσωζον ἑαυτούς. Λιμοῦ δὲ λοιπὸν συνέχοντος αὐτοὺς, ἐφίσταται κάμνουσιν ὁ Φούριος Κάμιλλος, ἐκτὸς τῆς πόλεως ἐκ τῆς
15τῆς εἰρημένης κρίσεως διάγων. Καὶ νικᾷ μὲν αὐτοὺς τῇ πρώτῃ συμπλοκῇ· ὡς δὲ οὐκ ἐξεχώρουν τοῦ ἄστεως, ὠνήσαντο Ῥωμαῖοι τὴν ἀναχώρησιν αὐτοῦ χρυσίῳ. Τοῦτο οὐκ ἤνεγκε μετρίως ὁ Κά‐ μιλλος· παραχρῆμα δὲ ἐπεξελθὼν τῇ τῶν Γάλλων στρατιᾷ, αὐτήν τε διέφθειρε καὶ τὸ δοθὲν ἀνέλαβε χρυσίον, καὶ τὰ σημεῖα τὰ στρα‐
20τιωτικὰ, ἅπερ ἦσαν ἐν τῇ προτέρᾳ μάχῃ παρὰ τῶν Ῥωμαίων ἀφῃρη‐ μένοι· σίγνα καλοῦσιν αὐτὰ Ῥωμαῖοι· πάντα ἀναλαβὼν, τρίτον ἐν τῇ πατρίδι θρίαμβον ἐθριάμβευσεν, ἐπεκλήθη τε δεύτερος Ῥωμύλος, ὡς οἰκιστὴς καὶ αὐτὸς τῆς Ῥώμης γεγενημένος.

2

t

ΒΙΒΛΙΟΝ Βʹ

2

.

1

Ἔτει τριακοστῷ καὶ ἑξηκοστῷ πέμπτῳ μετὰ τὸν τῆς Ῥώμης συνοικισμὸν, πρώτῳ δὲ μετὰ τὴν ὑπὸ Γάλλοις γενομένην ἄλωσιν ἐνηλ‐ λάγησαν αἱ δυναστεῖαι. Ἀντὶ γὰρ τῶν ὑπάτων ἄρχοντες ἐγένοντο στρατιωτικοὶ, τὴν τῶν ὑπάτων ἔχοντες δύναμιν. Ἐντεῦθεν καὶ τὰ
5τῆς Ῥώμης ηὐξήθη πράγματα. Κάμιλλος γὰρ Βολούσκων πόλιν, ἑβδομήκοντα τοῖς πᾶσιν ἐνιαυτοῖς οὐκ ἀποσχομένην τοῦ κατὰ τῆς
Ῥώμης πολέμου, αὐτήν τε εἷλε τὴν Βολούσκων ὡς καὶ πόλιν ἑτέραν Ἐτρούσκων καὶ Σουτρίνων ἄλλην, πάσας τε αὐτὰς ὑφ’ ἑαυτὸν ποιη‐ σάμενος καὶ τοὺς πολεμίους διαχρησάμενος, τρεῖς ἐπὶ τοῖς τρισὶν18
10ἔθνεσιν ἐπετέλεσε θριάμβους.

2

.

2

Καὶ Τίτος δὲ Κυίντιος Κιγκιννάτος Πραινεστίνους, οἳ μέχρι τῶν προπυλαίων αὐτῶν πολεμοῦντες ἐχώρησαν, ἄχρις Ἀλλίου ποταμοῦ διώξας, νίκην τε ἤρατο κατ’ αὐτῶν καὶ πόλεις αὐτῶν ἑπτὰ τῇ Ῥώμῃ προςένειμε, καὶ αὐτοὺς δὲ τοὺς Πραινεστίνους, παραδόντας ἑαυτοὺς,
5ἐκτήσατο· πᾶν δὲ τοῦτο τὸ ἔργον εἴκοσιν ἐπετέλεσε ταῖς πάσαις ἡμέραις, καὶ ἐπὶ τούτοις ἐθριάμβευσεν.

2

.

3

Ἀλλ’ οὐκ ἐπὶ πολὺ τῶν στρατιωτικῶν ἀρχόντων ἡ δυναστεία· μικρῷ γὰρ ὕστερον κατελύθη, καὶ σχεδὸν ἔξω πάσης ἀρχῆς ἡ Ῥώμη διετέλεσεν, εἰ καὶ τῶν στρατιωτικῶν ἀρχόντων τινὲς καὶ μετὰ τὴν κατάλυσιν τῆς ἀρχῆς ἐβιάζοντο δύνασθαι καὶ τὸ κῦρος ἔχειν. Ἀλλ’
5οὐχ ὑπὲρ τρεῖς ἐνιαυτοὺς τοῦτο ἐδυνήθησαν· ἐπανῆλθε γὰρ πρὸς τοὺς ὑπάτους ἡ ἐξουσία.

2

.

4

Λουκίου τοίνυν Γενουκίου καὶ Κυιντίου Σερβιλίου γενομένων ὑπάτων, τελευτᾷ Κάμιλλος, τιμαί τε αὐτῷ δεύτεραι μετὰ τὸν Ῥωμύ‐ λον ἐψηφίσθησαν.

2

.

5

Γάλλων δὲ πόλεμον ἐπὶ τὴν Ἰταλίαν κινησάντων, στρατοπε‐ δευσαμένων δὲ ἀντιπέραν τοῦ Ἀνιήνου ποταμοῦ, Τίτος Κυίντιος δι‐ κτάτωρ ἀναδειχθεὶς ἐξῆλθεν ἐπὶ τοὺς πολεμίους. Ἀλλ’ ἔλυσε τὴν μά‐ χην οὐχ ἡ συμπλοκὴ τῶν στρατευμάτων, ἀλλ’ ἀνὴρ νεανίας Μανί‐
5λιος. Ὑφ’ ἑνὸς γὰρ τῶν Γάλλων εἰς μονομαχίαν προκληθεὶς ἐκεῖ‐
νόν τε καθεῖλε καὶ τῷ πολέμῳ τέλος ἔδωκε, τὸν στρεπτόν τε, ᾧ κεκόσμητο τὸν τράχηλον ὁ Γάλλος, ἑαυτῷ περιθεὶς, ἐκ τούτου Τορ‐ κουάτος αὐτός τε προςηγορεύθη καὶ οἱ ἐξ αὐτοῦ πάντες, μηνύοντες τῇ προςηγορίᾳ τὸν ἀπὸ τοῦ λαφύρου κόσμον· τόρκυς γὰρ ἐπιχωρίως19
10ὁ στρεπτὸς καλεῖται. Τότε μὲν οὖν φυγῇ παρέδοσαν ἑαυτούς· μετὰ δὲ ταῦτα καὶ κατεπολεμήθησαν ὑπὸ τοῦ δικτάτωρος Σουλπικίου. Καὶ Τοῦσκοι δὲ ὑπὸ Γαΐου Μαρκίου συνεκόπησαν. Ὡς ὀκτὼ δὲ χιλιάδας αἰχμαλώτων τῷ θριάμβῳ ποιήσας πλῆθος ὁ νικήσας ἐθριάμβευσε.

2

.

6

Μετὰ τοῦτο γίνεται τῶν Ῥωμαίων ἀπογραφὴ, καὶ τῶν Λατί‐ νων τῶν ὑπὸ Ῥωμαίοις ἤδη γεγενημένων σώματα παρέχειν εἰς στρα‐ τιὰν οὐ βουλομένων, ἐξ αὐτῶν τῶν Ῥωμαίων πολιτῶν * συλλεγῆναι τὸ στράτευμα. Δέκα δὲ ἐξ αὐτῶν συντάξεις ἐγένοντο, λεγεῶνες κατὰ
5τὴν αὐτῶν καλούμεναι φωνὴν, ἐκ τῆς γενομένης τῶν νέων ἐπιλογῆς· λέγερε γὰρ παρ’ αὐτοῖς τὸ ἐπιλέξασθαι λέγεται. Αἱ δέκα δὲ αὗται λε‐ γεῶνες ἑξήκοντα χιλιάδας ἀνδρῶν εἶχον, ὡς ἑκάστην εἰς ἑξακιςχιλίους τελεῖν. Καὶ οὕτως ὁ τοσοῦτος συνήχθη στρατὸς, οὔπω τῶν ῥωμαϊκῶν πραγμάτων εἰς τὸ πᾶν ἐπιδεδωκότων. Τοσαύτη τῶν στρατιωτικῶν ἦν
10ἐπιθυμία καὶ τῶν πολιτῶν ἀνδρεία. Τοῦτο δὴ τὸ στράτευμα τῶν πο‐ λιτῶν ἐξάραν ἐπὶ τοὺς Γάλλους ἐχώρησεν, ἡγουμένου τῆς στρατιᾶς Φουρίου. Ἀλλά τις ἐκ τοῦ Γάλλων στρατεύματος, πρὶν ἢ συμμῖξαι τὰ πλήθη, ἐκ προκλήσεως τὸν ἄριστον τῶν Ῥωμαίων εἰς μονομαχίαν ἐκάλει. Τότε τοίνυν ἐθελοντὴς ἐξανέστη Μάρκος Οὐαλέριος ἐν τοῖς
15ἄρχουσι τῶν στρατιωτῶν τεταγμένος, καὶ σκευασάμενος ἐπῆλθεν. Ὁρ‐ μῶντι δὲ αὐτῷ κατὰ τοῦ πολεμίου κόραξ ἐπιστὰς κατὰ τὸν δεξιὸν ἔστη βραχίονα. Καὶ μετὰ τοῦτο οἱ μὲν ἄνδρες συνέμιξαν· ὁ δὲ κόραξ τοῖς τε ὄνυξι καὶ τοῖς πτεροῖς ἔπαιε τοῦ Γάλλου τὰ ὄμματα, κωλύων εὐθὺ τῷ πολεμοῦντι προςβλέπειν. Καὶ οὕτω πίπτει μὲν ὁ Γάλλος, τῷ
20Οὐαλερίῳ δὲ ὁ τῆς νίκης τρόπος δέδωκε τὴν προςηγορίαν. Κορβῖνος γὰρ ὠνομάσθη, τοῦ κόρακος οὕτω κατὰ τὴν τῶν Ἰταλῶν ὀνομαζο‐ μένου φωνήν. Καὶ οὐδὲ μέχρι τούτων τὰ τῆς εὐημερίας ἔστη· ἀλλὰ τρίτον καὶ εἰκοστὸν γεγονὼς ἔτος ἐπὶ τὴν ὑπατείαν ἐκλήθη.20

2

.

7

Λατῖνοι δὲ οἱ τὴν στρατολογίαν ἀρνησάμενοι καθάπερ ἔκ τινος μελέτης ἐπὶ μεῖζον ἐχώρησαν. Ἔφασκον γὰρ τὸν ἕτερον τῶν ὑπάτων ἐκ σφῶν αὐτῶν χρῆναι χειροτονεῖσθαι. Τῶν Ῥωμαίων δὲ οὐ συνθεμένων, ἀνήφθη πόλεμος μέγιστος εἴπερ τις ἄλλος· καὶ τοῦτον μὲν
5ἡττήθησαν οἱ Λατῖνοι, καὶ θρίαμβον ἔσχεν ἡ νίκη. Τοῖς ὑπάτοις δὲ ὡς ὑπὲρ ἔργου μεγάλου κατά τι χωρίον, ὃ Ῥῶστρα καλοῦσιν, ἀνδριάν‐ τας ἀνέστησαν. Τοῦτο δὲ τὸ χωρίον τὰς πρὸς τὸν δῆμον ἐδέχετο τῶν ὑπάτων τε καὶ τῶν λοιπῶν ἀρχόντων δημηγορίας· ἐκεῖθεν γὰρ ἐν ταῖς καταλαμβανούσαις χρείαις διελέγοντο τῷ δήμῳ. Κατὰ δὲ τὸν
10αὐτὸν ἐνιαυτὸν Ἀλεξάνδρεια παρὰ τοῦ Μακεδόνος Ἀλεξάνδρου συνῳ‐ κίσθη, καὶ ταύτην ἐδέξατο τὴν προςηγορίαν ἡ τῆς Αἰγύπτου πάσης μήτηρ.

2

.

8

Ἐντεῦθεν δὴ καὶ τὰ τῆς δυνάμεως ηὐξήθη Ῥωμαίοις καὶ πρὸς ἄκρον ἀφίκοντο δυναστείας. Ἀμέλει πορρωτάτω λοιπὸν αὐτοῖς οἱ πό‐ λεμοι συνεκροτοῦντο. Ἐπὶ Σαμνίτας γοῦν, τριακοσίοις ἀπῳκισμένους σημείοις, τὴν στρατιὰν ἐκίνησαν, ἦς ἀφηγεῖτο Παπίριος Κούρσωρ, τὴν
5τῆς δικτατωρίας ἔχων ἐξουσίαν. Χρείας δὲ αὐτὸν ἐπὶ τὴν Ῥώμην κα‐ λούσης, τὸν ἄρχοντα τῆς ἵππου Φάβιον Μάξιμον· ἠκολούθει δὲ αὕτη, καθάπερ ἐν τοῖς ἔμπροσθεν εἰρήκαμεν, ἡ δυναστεία τῷ δικτάτωρι· κατ‐ έλιπεν ἐπιτροπεύειν τοῦ στρατοῦ, προαγορεύσας μὴ συμμῖξαι μήτε εἰς χεῖρας ἐλθεῖν, πρὶν ἂν ἐκ τῆς Ῥώμης ἐπανήκῃ. Λαβόμενος δὲ
10ὁ Φάβιος καιροῦ καὶ μικρὰ φροντίσας τῶν τοῦ δικτάτωρος ἐντολῶν, ἐμαχέσατο μὲν μετὰ λαμπρᾶς τῆς τύχης, καὶ τοὺς Σαμνίτας ἀπώλεσε
πανστρατιᾷ· ἐπὶ τούτοις ψῆφον ἐπήγαγεν ὁ δικτάτωρ αὐτῷ θανάτου· διεσώθη δὲ τῇ τε τοῦ στρατεύματος περὶ αὐτὸν σχέσει καὶ τῇ τοῦ δήμου σπουδῇ, τοσαύτη τε ἐκινήθη κατὰ τοῦ Παπιρίου στάσις, ὡς21
15παρὰ μικρὸν ἐλθεῖν αὐτὸν θανάτου.

2

.

9

Μετὰ ταῦτα οἱ Σαμνῖται τοὺς Ῥωμαίους, ὑπατευόντων Τίτου Βετουρίου καὶ Σπουρίου Ποστουμίου, μετὰ πολλῆς κατεπολέμησαν τῆς αἰσχύνης, καὶ κύριοι καταστάντες αὐτῶν, ἔθεντο σπονδὰς τοῖς ἡττημένοις ἀπρεπεῖς. Ἀλλ’ ἡ σύγκλητος καὶ ὁ δῆμος τὰς μὲν σπον‐
5δὰς παρεσάλευσαν ὡς ἐν δυςπραγίᾳ γεγενημένας, ἀνέλαβον δὲ τὴν μάχην, καὶ οἱ πρότερον νενικηκότες ἡττήθησαν, Παπιρίου τοῦ ὑπάτου τῇ μάχῃ στρατηγοῦντος. Πεσόντων δὲ τῶν πλειόνων, ἑπτὰ χιλιάδες ἀνδρῶν αἰχμαλώτων ὑπὸ τοῖς νενικηκόσιν ἐγένοντο, καὶ πρῶτος οὗτος κατὰ Σαμνιτῶν ἐδόθη τῷ Παπιρίῳ θρίαμβος. Κατὰ δὲ τὸν αὐτὸν
10τοῦτον χρόνον Ἄππιος Κλαύδιος κήνσωρ αἱρεῖται, ἤγουν τιμητής· ἀρχὴ δὲ ἦν αὕτη τῶν μεγίστων, καὶ ἦν ἔργον αὐτῇ τοὺς τῶν πολιτῶν διερευνᾶσθαί τε καὶ κρίνειν βίους, τιμωρίας τε κατὰ πάσης ἠδύνατο δυναστείας, καὶ οὐδεὶς ἦν ἔξω τῆς τοῦ κήνσωρος ἐξουσίας. Κύριοι δὲ ἦσαν οἱ κήνσωρες καὶ ἔργοις καινοῖς κατακοσμεῖν τὴν πόλιν. Ὁ
15Κλαύδιος γοῦν πηγὴν ὠχέτευσεν εἰς τὴν Ῥώμην, ἥτις αὐτῷ μέχρι νῦν ἐπονομάζεται Κλαυδία, ὁδόν τε ἐστόρεσεν, ἥτις ἐπεκλήθη καὶ αὐτὴ τῷ πεποιηκότι, Ἀππία προςαγορευθεῖσα. Οὕτως ἡ μέντοι ἐπώ‐ νυμον ἔσχε τοῦ πεποιηκότος, ἡ δὲ αὐτὸ τοὔνομα. Τούτων ὧδε πε‐ πραγμένων, Σαμνῖται τὴν μάχην ἀνενεώσαντο, Κύντου Φαβίου Μα‐
20ξίμου τὴν ὑπατείαν ἔχοντος· παῖς δὲ ἦν οὗτος τοῦ μικροῦ πρόσθεν εἰ‐ ρημένου Φαβίου Μαξίμου. Οὗτος ἡττᾶται τὴν μάχην καὶ τριςχιλίους ἀποβάλλει τῶν μαχιμωτάτων. Ληγάτος δὲ αὐτῷ χειροτονηθεὶς ὁ πα‐
τὴρ Φάβιος ἐνίκησέ τε τοὺς Σαμνίτας καὶ πολλὰς αὐτῶν πόλεις εἷ‐ λεν. Ἔπειτα διαδέχονται τὴν ὕπατον ἀρχὴν Πούβλιος Κορνήλιος22
25Ῥουφῖνος καὶ Μάρκος Κούριος Δεντάτος· καὶ συνάψαντες πρὸς τοὺς Σαμνίτας πόλεμον πολλαῖς τε μάχαις λαμπροὶ ὑπερέσχον καὶ παντά‐ πασιν αὐτοὺς ἐκπολιορκήσαντες δι’ ἐτῶν ἐννέα καὶ τεσσαράκοντα τέ‐ λος ἔδοσαν τῷ πολέμῳ. Ὡς ἔπος δὲ εἰπεῖν, οὐδὲν τῶν ἐντὸς τῆς Ἰτα‐ λίας ἐθνῶν οὕτω τὰς ῥωμαϊκὰς δυνάμεις κατειργάσατο.

2

.

10

Πολλοῖς τε ὕστερον ἐνιαυτοῖς πλῆθος Γάλλων ἀξιομάχητον Τούσκοις τε καὶ Σαμνίταις κατὰ τῆς Ῥώμης ἐκοινώνησαν, καὶ τὸν δρόμον ἐπ’ αὐτὴν ποιούμενοι παρὰ Γνέου Κορνηλίου Δολοβέλλου τοῦ ὑπάτου πανωλεθρίᾳ διεφθάρησαν.

2

.

11

Ὑπὸ τούτους τοὺς χρόνους Ταραντίνοις, ἐν ὑστάτῳ τῆς Ἰτα‐ λίας πάσης κειμένοις, ἐπήχθη παρὰ Ῥωμαίων πόλεμος. Αἰτία δὲ ἦν τοῦ πολέμου παροινία καὶ ἀσέλγεια παρὰ τοῦ δήμου τοῦ Ταραντίνου κατὰ τῶν πρεσβευτῶν ἐκ τῆς Ῥώμης τετολμημένη. Ἀκμαζόντων δὲ
5τῶν κατὰ τὴν μάχην, Πύρρον ἐπεκαλέσαντο σύμμαχον Ταραντῖνοι, γένος μὲν τῶν ἀπ’ Ἀχιλλέως, βασιλεύοντα δὲ τῶν Ἠπείρων. Κατα‐ λαμβάνει τοίνυν τὴν Ἰταλίαν ὁ Πύρρος, καὶ τοῦτον πρῶτον πόλεμον ἐπολέμησαν Ῥωμαῖοι πρὸς στρατιὰν ἐξ ὑπερορίων ἥκουσαν. Ἐπὶ τούτων ὕπατος ἐχειροτονήθη Πούβλιος Οὐαλέριος Λεουιανός. Οὗτος,
10τοῦ Πύρρου κατασκόπους ἑλὼν, προςέταξεν ἅπαν αὐτοῦ ἐπιδειχθῆναι τὸ στρατόπεδον, εἶτα ἀφεθῆναι καὶ τῷ Πύρρῳ γενέσθαι μηνυτὰς ὧν ἐθεάσαντο. Μετὰ ταῦτα γίνεται μάχη, καὶ, τραπέντος τοῦ Πύρρου, μεταβολὴν ἔσχε διὰ τοὺς ἐλέφαντας ἡ τοῦ πολέμου τύχη. Ἀγνῶτες γὰρ ὄντες τούτων οἱ Ῥωμαῖοι τῶν θηρίων καὶ τῶν ἵππων πρὸς τὴν
15ἀθρόαν ὄψιν ἐκπλαγέντων, φοβηθέντες ἔσχον ἔλαττον. Κακῶς δὴ τῶν ῥωμαϊκῶν ἐκ τούτου διακειμένων, ἡ νὺξ ἔδωκε τῇ συμπλοκῇ τέλος· ᾗ χρησάμενος ὁ Λεουιανὸς ὑπεχώρησε. Κατὰ δὴ ταύτην τὴν μά‐ χην χιλίους ὀκτακοσίους ὁ Πύρρος αἰχμαλώτους εἷλε καὶ τῶν μεγί‐
στων αὐτοὺς ἠξίωσε τιμῶν· τοὺς δὲ πεσόντας ἐξ αὐτῶν τῶν Ῥωμαίων23
20ταφῇ παραδέδωκεν. Ἰδὼν δὲ αὐτοὺς καὶ ἐν νεκροῖς τοῖς σώμασιν φοβεροὺς πάντων τε τὰς πληγὰς ἐμπροσθίους, τὰς χεῖρας εἰς τὸν οὐ‐ ρανὸν ἀνασχὼν, ἔφη πάσης ἂν κρατῆσαι τῆς γῆς, εἰ τοιούτοις αὐτῷ χρῆσθαι στρατιώταις ἐξεγένετο.

2

.

12

Μετὰ ταῦτα συνάπτουσιν ἑαυτοὺς τῷ Πύρρῳ Σαμνῖται καὶ Λουκανοὶ καὶ Βρούττιοι· καὶ γίνεται δρόμος ἁπάντων ἐπὶ τὴν Ῥώ‐ μην πᾶν τε τὸ προςτυχὸν ἢ πυρὸς ἦν ἔργον ἢ σιδήρου. Καὶ τὴν μὲν Καμπανίαν ἐξεπολιόρκησαν, ἧκον δὲ ἐπὶ τὴν Πραίνεστον, τῆς πόλεως
5ὀκτωκαιδεκάτῳ σημείῳ ἀφεστῶσαν. Φοβηθεὶς δὲ ὁ Πύρρος τὸν ὕπα‐ τον καὶ τὴν σὺν αὐτῷ στρατιὰν, ὄπισθεν αὐτῷ κατακολουθήσασαν, εἰς τὴν Καμπανίαν ὑπεχώρησε. Καὶ παραγίνονται πρὸς αὐτὸν πρέσβεις Ῥωμαίων, ἐξωνήσασθαι βουλόμενοι τοὺς αἰχμαλώτους. Τούτους διὰ πάσης αἰδοῦς καὶ τιμῆς ἐποιήσατο, εἶδέ τε ὡς ἔνι μάλιστα φιλοφρό‐
10νως· τὰ λύτρα τε ἀπωσάμενος, προῖκα τοὺς αἰχμαλώτους ἀπέπεμψεν. Ἕνα δὲ ἐκ τῶν πρέσβεων Φαβρίκιον οὕτως ἠγάσθη καὶ ἐθαύμασεν, ὥςτε, ἐπειδὴ πενίᾳ συζῆν αὐτὸν ἔγνω, τοὺς θησαυροὺς ἐπιδείξας, τὸ τέταρτον αὐτῷ προὔθηκεν αὐτῶν τε καὶ τῆς ἀρχῆς, εἰ τὴν πρὸς αὐτὸν ἕλοιτο συνουσίαν καὶ μετὰ τῶν πολιτῶν αὑτὸν προςθείη. Κατα‐
15φρονηθείσης δὲ τῆς ὑποσχέσεως, ηὐξήθη τῷ Πύρρῳ τὸ περὶ τὴν Ῥώ‐ μην τε καὶ τοὺς ἐξ αὐτῆς θαῦμα, καὶ πρέσβεις ὁ νενικηκὼς πέμπει παρὰ τῶν ἡττημένων σπονδὰς ἐπαγγέλλειν ἴσας ἑκατέροις. Τῆς δὲ πρεσβείας ἐξῆρχεν ἀνὴρ ἐπιφανῆς Κινέας. Τῶν σπονδῶν δὲ μέρος ἦν καὶ τόδε, τῆς Ἰταλίας ὅσον ἤδη ἐδέδεκτο τὸν Πύρρον, ἢ πολιορκη‐
20θὲν ἢ ἑκούσιον, τῆς αὐτοῦ δεσποτείας εἶναι.

2

.

13

Ταύτην οὐκ ἐδέξαντο τὴν συνθήκην οἱ Ῥωμαῖοι· ἀπεκρίναντο δὲ τοῖς πρέσβεσι σπονδὰς οὐδαμῶς ἔσεσθαι Πύρρῳ τε καὶ αὐτοῖς, εἰ μὴ πάσης τῆς Ἰταλίας ἐκχωρήσειε μέγα τε μηδὲν ἡγεῖσθαι σφᾶς παρεσχηκέναι Πύρρον τὸ κατὰ τοὺς αἰχμαλώτους. Τοῦτο δὲ εἶναι
5σημεῖον, τὸ τοὺς ἀφεθέντας ἀτίμους εἶναι παρ’ αὐτοῖς ὡς ἀναξίους τῆς ῥωμαϊκῆς πολιτείας δι’ ἄλλο μὲν οὐδὲν, ὅτι δὲ πολεμοῦντες λη‐ φθεῖεν, λύσιν τε αὐτοῖς οὐκ ἔσεσθαι τοῦ κακοῦ πρὶν ἂν τῶν διεγνω‐ σμένων ἀνδρῶν ἐκ τοῦ στρατεύματος τῶν πολεμίων λάφυρα κομί‐ σειεν. Οὕτω μὲν οὖν ἐπανῆλθεν ἄπρακτος ἡ πρεσβεία. Πυνθανομένῳ24
10δὲ τῷ Πύρρῳ παρὰ τῶν πρέσβεων, οἵαν εὕροιεν τὴν πόλιν, φασὶ τὸν Κινέαν εἰπεῖν πατρίδα βασιλέων ἑωρακέναι, τούτῳ δηλοῦντα ὡς οἱ τῆς πόλεως ἔνοικοι πάντες τοιοῦτοι τυγχάνουσιν οἷος αὐτὸς ὁ Πύρ‐ ρος κατὰ τὴν Ἤπειρον καὶ τὴν Ἑλλάδα πᾶσαν ὑπείληπται. Ἐντεῦ‐ θεν ἐκστρατεύουσι πάλιν ἐπὶ τὸν Πύρρον ὑφ’ ἡγεμόσιν ὑπάτοις Που‐
15βλίῳ Σουλπικίῳ καὶ Δεκίῳ. Καὶ γενομένης μάχης τιτρώσκεται Πύρ‐ ρος καὶ τῶν ἐλεφάντων ἀναιρεῖται τὸ πλεῖστον, πίπτουσί τε τῶν μετὰ Πύρρου χιλιάδες εἴκοσι, Ῥωμαίων δὲ πεντακιςχίλιοι μόνοι. Φεύγει τοίνυν ὁ Πύρρος ἐπὶ τὴν Τάραντα.

2

.

14

Καὶ διελθόντος ἐνιαυτοῦ μετὰ ταύτην τὴν μάχην, Φαβρίκιος αὖθις ἐπιπέμπεται τῷ Πύρρῳ μετὰ στρατιᾶς, ᾧ τὸ τέταρτον τῆς βα‐ σιλείας ἦν ὑπεσχημένος. Στρατοπεδευσάμενοι δὲ ἐκ τοῦ πλησίον αὐτός τε καὶ ὁ Πύρρος ἀνέμενον τὴν μάχην. Μιᾷ δὲ τῶν νυκτῶν
5ἰατρός τις τῷ Πύρρῳ συνὼν προςφεύγει τῷ Φαβρικίῳ, ὑπισχνιούμενος φαρμάκῳ τὸν Πύρρον ἀναιρήσειν, εἴ τις αὐτῷ τοῦ ἔργου τούτου καρ‐ πὸς γένοιτο. Τοῦτον ὁ Φαβρίκιος δέσμιον ἐκπέμπει τῷ Πύρρῳ, ση‐ μάνας ὡς οὐκ ἔστι Ῥωμαίων δόλῳ τοὺς ἐχθροὺς, ἀλλ’ ὅπλοις ἀναι‐ ρεῖν. Τότε τὸν Φαβρίκιον ὑπεραγασθεὶς ὁ Πύρρος Οὗτός ἐστιν, ἔφη,
10Φαβρίκιος, ὃν οὐκ ἔστιν ἀφελκυσθῆναι τοῦ πρέποντος, ὥςπερ οὐδὲ τὸν ἥλιον τῆς αὐτοῦ φορᾶς. Καὶ ταῦτα εἰπὼν ἐπὶ τὴν Σικελίαν ἀπε‐ χώρησεν. Φαβρίκιός τε, Λουκανούς τε καὶ Σαμνίτας ἑλὼν, ὑπὲρ τῆς νίκης ἐθριάμβευσε. Δέχονται δὲ τὴν ὑπατείαν Μάρκος Κούριος Δεν‐ τάτος καὶ Κορνήλιος Λέντουλος· εὐθὺς δὲ ἐπὶ τὸν Πύρρον ἐκστρα‐
15τεύουσιν. Ὁ τοίνυν Κούριος συνῆψε πρὸς αὐτὸν μάχην· καὶ τὸ μὲν
στράτευμα σχεδὸν ἅπαν ἀπώλεσε τοῦ Πύρρου, αὐτὸν δὲ ἡ Τάρας ὑπεδέξατο φεύγοντα, καὶ γίνεται τῆς παρεμβολῆς τῶν πολεμίων ὁ Κούριος ἐγκρατής. Ὁ δὲ τῶν πεσόντων πολεμίων ἀριθμὸς εἴκοσι τρεῖς ἦσαν χιλιάδες. Οὗτος ὁ πόλεμος ἔδωκε τῷ Κουρίῳ θρίαμβον ἐπιση‐25
20μότατός τε οὗτος ἐγένετο τῶν πώποτε, τεσσάρων ἐλεφάντων τότε πρῶτον ἐν τῇ Ῥώμῃ φανέντων. Τούτων οὕτω πραχθέντων καὶ τὴν Τάραντα ἀπολιπὼν ὁ Πύρρος ἐπὶ τὸ Ἄργος ἐχώρησεν, ἔνθα τὸ τέ‐ λος τοῦ βίου ἐδέξατο, πεσὼν ἐν πολέμῳ.

2

.

15

Ἐντεῦθεν Γάϊος Φάβιος Λικίννιος καὶ Γάϊος Κλαύδιος Κανί‐ νας ὕπατοι χειροτονοῦνται τετρακοσιοστῷ καὶ ἑξηκοστῷ καὶ πρώτῳ τῆς Ῥώμης ἔτει. Κατὰ τοῦτον τὸν ἐνιαυτὸν πρέσβεις ἀπὸ τῆς Ἀλε‐ ξανδρείας πεμφθέντες πρὸς τοῦ βασιλέως Πτολεμαίου κατέλαβον τὴν
5Ῥώμην, αἰτούμενοι παρ’ αὐτῶν εἰρήνην τε καὶ φιλίαν.

2

.

16

Ἐκδεξαμένων δὲ τὴν ὑπατείαν Κύντου Κυλληνίου καὶ Γαΐου Φαβίου Πίκτωρος, Πικένται πόλεμον ἐκίνησαν. Χρόνου δὲ διελθόντος οὐ πολλοῦ παρὰ τῶν ἑξῆς ὑπάτων Πουβλίου Σεμπρωνίου καὶ Ἀππίου Κλαυδίου κατεπολεμήθησαν ὡς καὶ θριάμβῳ γενέσθαι χώραν. Τότε
5δὴ καὶ πόλεις παρὰ Ῥωμαίοις ᾠκοδομήθησαν, Ἀρίμινός τε ἐν Γάλ‐ λοις καὶ Βενεβενδὸς ἐν Σαμνίῳ.

2

.

17

Μάρκου δὲ Ἀτιλίου Ῥηγούλου καὶ Λουκίου Ἰουνίου Λίβω‐ νος ἐλθόντων ἐπὶ τὴν ἀρχὴν, κατὰ Σαλλεντίνων ἐδογματίσθη πόλε‐ μος. Ἡττήθησαν δὲ, καὶ τῆς πόλεως ἐξέπεσον τῆς ἑαυτῶν, καὶ μετὰ τούτων Βρουνδισηνοὶ, καθ’ ὧν ἁπάντων οἱ νικήσαντες ἐθριάμβευσαν.

2

.

18

Τετρακοσιοστῷ δὲ καὶ ἑβδομηκοστῷ [καὶ ἑβδόμῳ] τῆς πό‐
λεως ἐπὶ πολὺ λοιπὸν ἧν καὶ παρὰ πᾶσι λαμπρὸν τὸ τῆς Ῥώμης ὄνομα. Οὔπω δὲ τῆς Ἰταλίας ἐκτὸς αὐτοῖς συνεκεκρότητο πόλεμος. Τότε τοίνυν βουληθέντες τὸ τῶν πολιτῶν γνῶναι πλῆθος, ἀπογραφὴν26
5ἐποιήσαντο, καὶ συνηριθμήθησαν ἀνδρῶν ἐννέα καὶ εἴκοσι μυριάδες καὶ διςχίλιοι διακόσιοι τριάκοντα τέσσαρες, καίτοι παρὰ πάντα τὸν ἔμπροσθεν χρόνον οὐδὲ μιᾶς γενομένης ἀνακωχῆς πολέμου. Ἐν ταύτῃ τῇ δυνάμει τῆς πόλεως πρὸς Ἄφρους αὐτοῖς ὁ πρότερος κι‐ νεῖται πόλεμος, Ἀππίου Κλαυδίου καὶ Κύντου Φαβίου τὴν ὕπατον
10ἐχόντων ἀρχήν. Γίνεται τοίνυν ἐκ τῆς Σικελίας συμπλοκὴ, καὶ νι‐ κήσας ὁ Κλαύδιος Ἄφρους τε καὶ τὸν βασιλέα Σικελίας Ἱέρωνα καθ’ ἑκατέρων ἐθριάμβευσε.

2

.

19

Τῷ δὲ ἑξῆς ἐνιαυτῷ Οὐαλέριος Μάρκος καὶ Ὠτακίλιος Κρά‐ σος ὕπατοι μεγάλα κατὰ τὴν Σικελίαν εἰργάσαντο. Ταυρομένιον γὰρ καὶ Κατάνην καὶ πεντήκοντα πρὸς τούτοις ἑτέρας πόλεις τῇ ῥω‐ μαϊκῇ συνῆψαν ἀρχῇ. Τρίτῳ δὲ ἔτει τοῦ πρὸς Ἄφρους πολέμου,
5παρασκευῆς ἐπὶ τὸν βασιλέα γενομένης Ἱέρωνα, φθάνει τὴν μάχην Ἱέρων καὶ μετὰ τῆς συγκλήτου τῆς ἐκ Συρακουσίων αἰτεῖ παρὰ τῶν Ῥωμαίων εἰρήνην ἐπὶ διακοσίοις ἀργυρίου ταλάντοις καὶ λαμβάνει. Τρέπεται τοίνυν ἡ παρασκευὴ ἐπὶ τοὺς Ἄφρους, καὶ ἡττῶνται, καὶ θριαμβεύει κατ’ αὐτῶν ὁ νενικηκώς.

2

.

20

Ἔτει δὲ πέμπτῳ τοῦ προτέρου πρὸς Ἄφρους πολέμου, Γαΐου Δουελλίου καὶ Γναίου Κορνηλίου Ἀσιανοῦ καθεστηκότων ὑπάτων, ἐναυμάχησαν Ῥωμαῖοι, τοῦτο πρῶτον ἐν θαλάττη πολεμοῦντες· ναυσί τε ἐχρῶντο μακραῖς, ἃς αὐτοὶ μὲν ἐκάλουν ῥῶστρα ἀπὸ τοῦ τὰς
5πρῴρας αὐτῶν ὀρνέων τινῶν μιμεῖσθαι ῥάμφη. Λιβύρνας δὲ ἡ συν‐ ήθεια προςαγορεύει. Κατὰ ταύτην δὴ τὴν ναυμαχίαν ἐξ ἀπάτης ὑπὸ τοῖς πολεμίοις ἐγένετο Κορνήλιος· κρατῶν γὰρ τοῖς ὅπλοις, δόλῳ τῶν Ἄφρων, ὡςανεὶ σπονδὰς αἰτούντων, τῆς αὐτῶν ἐπιβὰς τριήρους συνελήφθη τε καὶ δεθεὶς ἀπήχθη. Δουέλλιος δὲ, ἐπεξελθὼν τῇ μάχῃ,27
10νικᾷ τὸν στρατηγὸν τῶν πολεμίων μίαν τε καὶ τριάκοντα ναῦς αἱρεῖ, δέκα καὶ τέσσαρας ἑτέρας καταποντίσας· ἑπτὰ δὲ χιλιάδας αἰχμα‐ λώτων ὑφ’ ἑαυτὸν κατεστήσατο, τρεῖς δὲ διέφθειρε χιλιάδας, σιδήρῳ τε καὶ τοῖς ὕδασι νίκην κατεπράξαντο Ῥωμαῖοι, ἧς ἄλλην οὐχ ἡγή‐ σαντο λαμπροτέραν οὐδ’ αὖ χαριεστέραν, ἐπειδήπερ, ὡμολογημένου
15τοῦ κατὰ γῆν κράτους, κρείττους καὶ κατὰ θάλασσαν ὤφθησαν, ἐν ᾧ πλεονεκτεῖν Ἄφροι τὸ πρὶν ἐνομίζοντο. Γαΐου δὲ Ἀκκυλίου Φλώρου καὶ Λουκίου Σκηπίωνος διαδεξαμένων τὴν ὑπατείαν, Κορσίκη καὶ Σαρδὼ, πάντα τρόπον πολιορκηθεῖσαι πολύ τε ἀποβαλοῦσαι πλῆθος ἀνδρῶν αἰχμαλώτων, ὑπὸ τοῖς ὑπάτοις γενομένων, ἀφορμὴ θριάμβου
20τοῖς νενικηκόσιν ἐγένοντο.

2

.

21

Λουκίου δὲ Μανιλίου Βούλσωνος καὶ Μάρκου Ἀτιλίου Ῥη‐ γούλου τὴν ἀρχὴν ὑποδεξαμένων, ἐκ τῆς Ἰταλίας τε καὶ Σικελίας ἐπὶ τὴν Ἀφρικὴν ὁ πόλεμος μετηνέχθη. Καὶ γίνεται ναυμαχία καρ‐ τερὰ πρὸς Ἀμιλκάρην, τὸν τῶν πολεμίων στρατηγὸν, καθ’ ἣν τέσ‐
5σαρες καὶ ἑξήκοντα ναῦς οἱ Ῥωμαῖοι καταποντίσαντες, τὸν μὲν στρα‐ τηγὸν ἔτρεψαν εἰς φυγὴν, ἀπέβαλον δὲ καὶ αὐτοὶ δύο καὶ εἴκοσι ναῦς. Ἀποβάντες δὲ εἰς τὴν πολεμίαν γῆν, εὐθὺς μὲν Κλυπέαν εἷ‐ λον, ἐπιφανῆ τῶν Ἄφρων πόλιν, δρόμος δὲ ἦν αὐτοῖς ἐπὶ τὴν Καρ‐ χηδόνα. Πᾶν δὲ ὃ διῆλθον ἐκπολιορκήσαντες ἐχωρίσθησαν. Καὶ Μα‐
10νίλιος μὲν εἰς τὴν Ῥώμην ἐπανῆκε μετὰ λαμπρᾶς νίκης, ἑπτὰ καὶ εἴκοσι χιλιάδας αἰχμαλώτων ἄγων· Ῥήγουλος δὲ προςμείνας ἔτι τοῖς
πράγμασιν, ἐπανέλαβεν ἐπ’ αὐτῆς τῆς Ἀφρικῆς τὴν μάχην, τρισὶ τῶν πολεμίων στρατηγοῖς ἀντιπαραταξάμενος· περιγενόμενος δὲ τοῦ πο‐ λέμου ὀκτώ τε καὶ δέκα χιλιάδας ἀνελὼν καὶ πέντε ζώντων ἑλὼν28
15ἐλέφαντάς τε ὀκτὼ καὶ δέκα ληισαμένος, ἑβδομήκοντα καὶ τέσσαρας πόλεις ὑποσπόνδους τῇ Ῥώμῃ συνῆψε, τάξας αὐταῖς οὓς ἐβουλήθη φόρους. Ἐνταῦθα λοιπὸν οἱ Ἄφροι, κεκμηκότων αὐτοῖς τῶν πραγμά‐ των, εἰρήνην αἰτοῦσιν· οὐ δεξαμένου δὲ τὴν ἱκετείαν Ῥηγούλου, συνθήκας δὲ ἀπαιτοῦντος τῶν σπονδῶν ἀπηνεῖς τε καὶ τραχείας, Λα‐
20κεδαιμονίους ἐπεκαλέσαντο πρὸς συμμαχίαν· καὶ πέμπεται αὐτοῖς στράτευμα λακωνικὸν ὑφ’ ἡγεμόνι Ξανθίππῳ. Συγκροτηθέντος οὖν πολέμου, μεταπίπτει τῷ Ῥηγούλῳ τὰ τῆς τύχης· ἡττᾶται γὰρ ἧτταν οὕτω μεγάλην, ὥςτε πάσης μὲν τῆς στρατιᾶς διςχιλίους διαφυγεῖν μόνους, αὐτὸν δὲ μετὰ πεντακοσίων ὑπὸ τοῖς πολεμίοις γενόμενον
25δεθῆναι, τρεῖς δὲ χιλιάδας ἀνδρῶν μαχιμωτάτων πεσεῖν.

2

.

22

Ἀλλ’ οἱ μετὰ τούτοις ὕπατοι Μάρκος Αἰμίλιος Παῦλος καὶ Σέρβιος Φούλβιος τὴν μὲν κατὰ τὸν πόλεμον δυςπραγίαν ἐπηνώρθω‐ σαν, οὐδὲ αὐτοὶ δὲ συμφορᾶς ἔξω κατέστησαν. Τριακοσίαις γὰρ ναυσὶ συμμίξαντες τοῖς Ἄφροις ὑπερέσχον, ὥςτε τέσσαρας μὲν καὶ ἑκατὸν
5νῆας καταποντίσαι, τριάκοντα δὲ μετὰ τῶν ἐν αὐταῖς μαχομένων ἑλεῖν, ἀνδρῶν δὲ δεκαπέντε χιλιάδας τὰς μὲν διαφθεῖραι, τὰς δὲ αἰχμαλώτους ἀπάγειν, τὸ δὲ στράτευμα τὸ οἰκεῖον πᾶσι χρήμασι τοῖς ἐκ τῆς λείας πλουσιώτατον ἀποφῆναι. Οὐδὲν δ’ ἂν ἐκώλυσε δου‐ λεῦσαι τότε τοὺς Ἄφρους, εἰ μὴ λιμὸς ἐπελθὼν προαπήγαγε τὴν
10στρατιὰν τοῦ τέλους. Ἐν οὕτω λαμπροῖς τοῖς κατὰ τὴν μάχην καὶ μετὰ τοσούτων λαφύρων ἐπανιόντα τὸν στόλον σχεδὸν ἅπαντα θα‐ λάσσιος κλύδων κατειργάσατο, καὶ τοσοῦτον ἐγένετο ναυάγιον, ὥςτε ἐκ τετρακοσίων καὶ ἑξήκοντα καὶ τεσσάρων νηῶν ὀγδοήκοντα μόνας ἀθλίως διασωθῆναι. Οὐδείς τε χρόνος τοσοῦτον χειμῶνα μνήμῃ παρ‐
15έδωκεν ἀνθρώπων οὐδὲ τοσοῦτον σύμπτωμα θαλάσσιον. Οὐ μὴν τοῦ‐
το παρέλυσε τὸ φρόνημα τὸ ῥωμαϊκὸν, οὐδὲ ἀφειλέ τι τῆς ἀκμῆς, παραχρῆμά τε διακοσίας ἐπισκευασάμενοι ναῦς, πρὸς ἑτέρας παρε‐ σκευάσαντο ναυμαχίας.29

2

.

23

Οἱ οὖν ἑξῆς ὕπατοι, Γνέος Σερβίλιος Σκηπίων καὶ Γάϊος Σεμπρώνιος Βλέσος ἑξήκοντα καὶ διακοσίας ναυσὶν ἐπὶ τὴν Ἀφρι‐ κὴν ἐξέπλευσαν. Καί τινας μὲν τῶν πόλεων εἷλον· λαφύρων δὲ ἐμ‐ πλήσαντες τὰς ναῦς ἀπῄεσαν· ἀλλὰ καὶ τούτοις χειμὼν διέφθειρε
5τὴν εὐπραγίαν, ναυαγίῳ περὶ τὸ πλεῖστον τοῦ στόλου χρησαμένοις. Αὗται τοίνυν αἱ συμφοραὶ, ἀλλήλαις ἐφάμιλλοί τε καὶ συνημμέναι, τὴν περὶ τὸ ναυμαχεῖν προθυμίαν ἐξέβαλον τῶν Ῥωμαίων, δόγμα τε ἡ σύγκλητος ἐποιήσατο μηκέτι ταῖς κατὰ θάλατταν χρῆσθαι μάχαις μηδὲ ναῦς ἔχειν πλὴν ἑξήκοντα φυλακῆς ἕνεκα τῶν ἰταλικῶν ὁρίων
10πρὸς τὰς ἔξωθεν ἐκ θαλάττης ἐφόδους.

2

.

24

Λουκίου δὲ Καικιλίου Μετέλλου καὶ Γαΐου Φουρίου Πλακί‐ δου πρὸς τὴν ὑπατείαν κληθέντων, γίνεται μάχη περὶ τὴν Σικελίαν πρὸς Ἄφρους, ἑνὸς τῶν ὑπάτων Μετέλλου στρατηγοῦντος. Ἐν ταύτῃ νικᾶται τῶν Ἄφρων ὁ στρατηγὸς, τριάκοντα μὲν καὶ ἑκατὸν ἐλέφαν‐
5τας ὁπλίτας ἄγων, στρατιὰν δὲ πασῶν τῶν ἔμπροσθεν μεγίστην. Καὶ πίπτουσι μὲν εἴκοσι χιλιάδες ἀνδρῶν, ἐλέφαντες δὲ ἐζωγρήθησαν παρ’ αὐτὸν μὲν τὸν πόλεμον ἓξ καὶ εἴκοσι, τοὺς λοιποὺς δὲ οἱ συμ‐ μαχοῦντες αὐτῷ Νουμίδαι πλανωμένους συνέλαβόν τε καὶ παρεστή‐ σαντο τῷ ὑπάτῳ. Μετὰ θαυμαστῆς οὖν πομπείας εἰς τὴν Ῥώμην
10εἰςῆλθε, τῶν ἐλεφάντων μεγέθει τε καὶ πλήθει τὰς ὁδοὺς πληρούντων.

2

.

25

Οὗτος δὲ ὁ πόλεμος ἠνάγκασε τοὺς Ἄφρους καταφυγεῖν ἐπὶ τὸν Ῥηγοῦλον, ὃν ἐν δεσμοῖς εἶχον, παρεκάλουν τε αὐτὸν συμπρε‐ σβεῦσαι τοῖς ὑπ’ αὐτῶν πρὸς Ῥωμαίους ἐκπεμπομένοις, ὥςτε αὐτοῖς
γενέσθαι σπονδὰς καὶ τοὺς ἑκατέρων αἰχμαλώτους ἀντιδοθῆναι τοῖς30
5οἰκείοις. Τὸ μὲν οὖν πρῶτον ἀντιβολοῦντος αὐτοὺς ὁ Ῥηγοῦλος, καίτοι δέσμιος ὢν, ἀπεωθεῖτο. Νικηθεὶς δὲ τῇ προςεδρείᾳ, παραγίνεται μὲν εἰς τὴν Ῥώμην· δοθέντος δὲ αὐτῷ λόγου, οὐδὲν ἠνέσχετο κατὰ Ῥω‐ μαῖον ὑπατικὸν καὶ ἄνδρα πρᾶξαι, φάσκων ἀφ’ ἧς ἡμέρας ὑπὸ τοῖς πολεμίοις ἐγένετο τῆς ῥωμαϊκῆς ἐκπεπτωκέναι πολιτείας. Οὔτε οὖν
10τὴν γαμετὴν ἐδέξατο περιπλοκὰς ζητήσασαν, καὶ σύμβουλος γίνεται Ῥωμαίοις μὴ προςίεσθαι τοὺς Ἄφρους ἐπαγγέλλοντας εἰρήνην· περι‐ κεκόφθαι γὰρ αὐτοῖς τὰς δυνάμεις· καὶ μήτε αὐτὸν μήτε τοὺς συν‐ ειλημμένους αὐτῷ ἀξιοχρέους ὑπειλῆφθαι χρῆναι πρὸς τοσούτων αἰ‐ χμαλώτων, τῶν ἐξ Ἀφρικῆς κατεχομένων, ἀντίδοσιν. Ταῦτα συμβου‐
15λεύσας ἐκράτησε, πάντων τῶν αὑτοῦ τὰ τοῦ δήμου προςθείς. Οὗ δὴ καὶ τοῦτο γενναιότατον τῶν ἔργων· τῶν γὰρ πρεσβευτῶν ἀπράκτων ἀποπεμφθέντων, συναπῆλθε καὶ ὁ Ῥηγοῦλος· καὶ βουλομένων αὐτὸν τῶν πολιτῶν κατέχειν, οὐκ εἶξεν, ὡς οὐ δυνάμενος πρέπον ἀξίωμα πολίτῃ Ῥωμαίῳ ἔχειν μετὰ τὴν παρὰ τοῖς Ἄφροις δουλείαν. Τοσοῦ‐
20τον ἦν τὸ φρόνημα τῶν Ῥωμαίων· ἐπεὶ τὸ τῶν ὅρκων, οὓς ἐδεδώκει τοῖς Ἄφροις, ἦ μὴν ἐπανήξειν εἰ μὴ καταπράξαι τὰς σπονδὰς, οὐδὲν ἐκώλυε μένειν. Ὁ γὰρ ἀρχιερεὺς ὁ καλούμενος παρ’ αὐτοῖς ποντίφεξ οὐκ εἶναι τὸ πρᾶγμα ἐπιορκίαν ἐκ τῶν ἱερῶν ἐψηφίσατο νόμων. Ἐπ‐ ανελθὼν οὖν πρὸς τὴν Ἀφρικὴν πολυτρόποις ἐξεδόθη κολάσεσιν, ἃς
25ἄλλοι ἄλλως ἐκδεδώκασιν, καὶ παρ’ αὐταῖς τὸν βίον ἐτελεύτησεν.

2

.

26

Ἐντεῦθεν Πούβλιος Κλαύδιος Ποῦλχρος καὶ Γάϊος Ἰούνιος ὕπατοι χειροτονηθέντες ἐπίσης ἐδυςημέρησαν. Κλαύδιος μὲν γὰρ οὐκ ἀφοσιωσάμενος, ᾗ ὁ νόμος ἐνεανιεύσατο κατὰ τῶν συμβόλων· αὐσπί‐ κεια καλοῦσιν αὐτὰ οἱ Ῥωμαῖοι· σημεῖα δὲ ἦν ταῦτα δαιμονίοις δι‐
5δόμενα τοῖς ἐπὶ πόλεμον ἐξιοῦσι· καὶ διὰ τοῦτο χεῖρον ἔσχεν ἐν τῇ τῶν Ἄφρων μάχῃ, ὥςτε ἐκ διακοσίων εἴκοσι νηῶν, αἷς ἐναυμάχει,
τριάκοντα διασωθῆναι καὶ αὐτὸν μετ’ αὐτῶν φυγεῖν, τὰς δὲ ἄλλας τὰς μὲν καταποντισθῆναι, τὰς δὲ ὑπὸ τοῖς πολεμίοις μετὰ τῶν ἐμ‐ πλεόντων πολεμιστῶν γενέσθαι. Ὁ δὲ ἕτερος ὕπατος ναυαγίῳ τὰς31
10ναῦς ἀποβαλὼν τὸ στράτευμα σῶον ἐπανήγαγεν· ἐπ’ αὐτῇ γὰρ τῇ χέρσῳ ἐφθάρησαν αἱ νῆες, ὥςτε τοὺς ἄνδρας ἄνευ πόνου τῆς γῆς ἐφικέσθαι.

2

.

27

Μετὰ τούτους ὕπατοι γίνονται Γάϊος Λουτάτιος Κάτουλος καὶ Αὖλος Ποστούμιος Ἀλβῖνος. Τρίτον δὲ ἦν τοῦτο καὶ εἰκοστὸν ἔτος τοῦ πρὸς Ἄφρους πολέμου. Κάτουλος τοίνυν τὰ πρὸς Ἄφρους ἐκλε‐ ξάμενος, τριακοσίαις ναυσὶν ἐπ’ αὐτοὺς ἐχώρησεν· ἐκεῖνοι δὲ τετρα‐
5κοσίαις ἀντεπαρετάξαντο. Τοσούτῳ δὲ οὔτε πώποτε ἔμπροσθεν στόλῳ ἀλλήλοις οὗτοι οἱ δῆμοι συνέμιξαν. Ἀλλὰ καὶ αὐτὸς ὁ Κάτουλος ἐπέβη τῆς νεὼς ἀρρωστῶν· τέτρωτο γὰρ ἐν τῇ προτέρᾳ μάχῃ. Συμ‐ μιξάντων δὲ αὐτῶν περὶ τὸ Λιλύβαιον τῆς Σικελίας, τοσαύτην ἐπε‐ δείξαντο Ῥωμαῖοι τὴν προθυμίαν, ὡς ἑξήκοντα μὲν ναῦς πολεμίας
10ἑλεῖν, πέντε δὲ καὶ εἴκοσι καὶ ἑκατὸν καταποντίσαι, δύο δὲ καὶ τριά‐ κοντα χιλιάδας αἰχμαλώτων ἀνδρῶν λαβεῖν, τριςκαίδεκα δὲ διαχρή‐ σασθαι, καὶ πάντα δὲ τὸν πλοῦτον· ἐτύγχανον γὰρ αὐτὸν ἐναποθέ‐ μενοι τὰς ναυσὶ, τῷ μεγέθει τοῦ στόλου πεποιθότες, οἱ πολέμιοι· ἑαυτῶν ποιήσασθαι. Τῶν Ῥωμαίων δὲ αὐτῶν δυοκαίδεκα νῆες διε‐
15φθάρησαν. Ὁ μὲν οὖν πόλεμος ὁ αὐτὸς συνέστη πρὸ ἓξ εἰδῶν Μαρ‐ τίων κατὰ τοὺς Ῥωμαίους. Ἄφροι δὲ παραχρῆμα τὴν εἰρήνην ἐπήγ‐ γειλαν, καὶ ταύτην ἔδοσαν οἱ Ῥωμαῖοι, λαβόντες τοὺς αἰχμαλώτους τοὺς ὑπὸ τοῖς Ἄφροις ὄντας· ὧν δὲ αὐτοὶ κατεῖχον, προςκομιζόντων λύτρα τῶν Ἄφρων, οὐκ ἐδέξαντο, ἀλλὰ καὶ αὐτοὶ προῖκα διαφῆκαν·
20εἰ δέ τινες ἦσαν ὑπὸ δεσπόταις ἐκ δημοσίας πράσεως γεγενημένοι, τούτων ἐψηφίσαντο τὰ τιμήματα καταβληθῆναι τοὺς ἐωνημένους. Καὶ οὐδὲ ταῦτα τοὺς Ἄφρους ἐζημίωσαν, ἀλλὰ τὸν ταμίαν τῶν δημοσίων χρημάτων ἀπαριθμῆσαι προςέταξαν.

2

.

28

Μεταστάσης δὲ τῆς ἀρχῆς ἐπὶ Κύντον Λουτάτιον καὶ Αὖλον Μάλλιον ἐπηνέχθη Φαλίσκοις πόλεμος· πόλις δὲ ἦν αὕτη τῆς Ἰταλίας
δυνατωτάτη· καὶ τούτων ἑκάτεροι κατώρθωσαν ὕπατοι ἐν ἓξ ταῖς πάσαις ἡμέραις, μυρίων μὲν καὶ πεντακιςχιλίων πεσόντων ἐκ τοῦ32
5στρατεύματος τῶν πολεμίων, τοῖς δὲ λοιποῖς εἰρήνης δοθείσης ἐφ’ ἡμίσει τῆς γῆς, ὃ Ῥωμαίοις ἔδοξε γενέσθαι.

3

t

ΒΙΒΛΙΟΝ Γʹ.

3

.

1

Οὕτω μὲν οὖν ὁ πρὸς Ἄφρους ἔληξε πόλεμος εἴκοσι καὶ τρισὶ παρεκταθεὶς ἐνιαυτοῖς. Ῥωμαῖοι δὲ ἤδη γνωριμώτατοι παρὰ πᾶσι γε‐ γενημένοι πρέσβεις ἀπέστειλαν πρὸς τὸν Αἰγύπτου βασιλεύοντα Πτο‐ λεμαῖον, ὑπισχνούμενοι συμμαχίαν αὐτῷ κατὰ τοῦ Σύρων βασιλεύον‐
5τος Ἀντιόχου. Ὁμολογήσας δὲ Πτολεμαῖος τῇ πρεσβείᾳ χάριν οὐκ ἐδεήθη τῆς συμμαχίας, ἐπειδήπερ εἶχεν ἤδη πέρας ἐκεῖνος ὁ πόλεμος. Κατὰ δὲ τὸν αὐτὸν χρόνον τῆς Σικελίας βασιλεὺς Ἱέρων, δυνατώ‐ τατος τῶν πώποτε, εἰς τὴν Ῥώμην ἀφίκετο, μεθέξων τῆς τελουμένης αὐτόθι θέας, σῖτόν τε εἴκοσι μυριάδας ἐδωρήσατο τῷ δήμῳ.

3

.

2

Ἡνίκα δὲ Ἱέρων κατέλαβε τὴν Ῥώμην, Λούκιος Κορνήλιος Λεντοῦλος καὶ Φούλβιος Φλάκκος ὕπατοι κατὰ Ῥηγούλων ἤραντο πόλεμον ἐντὸς τῶν ἰταλικῶν ὁρίων, καὶ νίκης γενομένης ἐθριάμβευ‐ σαν. Καρχηδόνιοι δὲ, παρεγχειροῦντες ταῖς σπονδαῖς, τοὺς Σάρδους,
5οὓς αἱ συνθῆκαι Ῥωμαίοις ὑπακούειν ἠβούλοντο, παρηρέθιζον καὶ ἔπειθον ἀντιτάττεσθαι. Τοῦ δὲ πράγματος εἰς φῶς κεχωρηκότος, πρεσβεία Καρχηδονίων παραγενομένη τὴν εἰρήνην ἐκύρωσεν.

3

.

3

Ὑπάτων τε ἀναδειχθέντων Τίτου Μαλλίου Τορκουάτου καὶ Γαΐου Ἀνιλίου Βούσκλου, θρίαμβος μὲν γίνεται κατὰ Σάρδων, μάχῃ κρατηθέντων· μετὰ δὲ τοῦτο πᾶς πανταχόθεν ἐπέπαυτο πόλεμος, καρτερά τε ἦν ἡσυχία, οἵαν οὐδενὶ χρόνῳ συνέβη γενέσθαι πλὴν ἐπὶ
5Νουμᾶ Πομπιλίου, ὃς μετὰ Ῥωμύλον ἐβασίλευσε.33

3

.

4

Διαδεξαμένων δὲ τὴν ὑπατείαν Λουκίου Ποστουμίου Σαβίνου καὶ Γνέου Φαβίου Κεντουμάλου, πόλεμος συνέστη πρὸς Ἰλλυριοὺς Ῥωμαίοις. Καὶ πρότερον μὲν αἱ πλεῖσται τῶν πόλεων, μετὰ δὲ ταῦτα καὶ οἱ βασιλεῖς τῆς χώρας ἐκείνης τοῖς ὑπάτοις ἑαυτοὺς ἐνεχείρισαν.

3

.

5

Μετὰ τούτους, Λουκίου Αἰμιλίου διαδεξαμένου τὴν ἀρχὴν, πλῆ‐ θος Γάλλων ὑπὲρ ἀριθμὸν ἐπὶ τὴν Ἰταλίαν ὥρμησε, καὶ τὰς Ἄλπεις ἤδη· ὄρος δέ ἐστι τοῦτο Γάλλους Ἰταλῶν διορίζον· ὑπερβεβήκεσαν. Ἔνθα δὴ πάσης ὁμοῦ τῆς Ἰταλίας ἐγένετο σύμπνοια, καὶ συνεκρο‐
5τήθη συμμαχικὸν εἰς ὀκτὼ μυριάδας, ὡς ὁ τῆς ἱστορίας συγγραφεὺς ἐξηγήσατο Φάβιος, αὐτὸς καὶ τοῦ πολέμου κεκοινωνηκώς. Ἀλλ’ οὐ δεηθεὶς τῶν συλλεγέντων ἐπικούρων Αἰμίλιος μετὰ τῆς αὑτοῦ στρα‐ τιᾶς κατειργάσατο τοὺς πολεμίους, ὥςτε τεσσαράκοντα χιλιάδας πε‐ σεῖν καὶ τὴν νίκην διὰ τοῦτό τοι ψήφῳ τῆς πόλεως ἐθριάμβευσεν.

3

.

6

Ἐπὶ πλεῖστον δὲ ἡσυχάσαντες οἱ Γάλλοι πολλοῖς ὕστερον χρό‐ νοις πάλιν ἤραντο πόλεμον ἐντὸς τῆς Ἰταλίας πρὸς τοὺς Ῥωμαίους. Ὕπατοι δὲ ἦσαν Μάρκος Κλαύδιος Μάρκελλος καὶ Γνέος Κορνήλιος Σκιπίων. Ἀλλ’ οὐκ εἰς μακρὸν κατελύθησαν. Μάρκελλος γὰρ, ἵππον
5οὐ πολλὴν ἄγων, νικᾷ τε αὐτοὺς μάχῃ καὶ τὸν βασιλέα Βουριδόμα‐ ρον αὐτοχειρὶ διεχρήσατο. Ἐφεξῆς δὲ, μετὰ τοῦ συνυπάτου τὸν πάντα κατορθώσας πόλεμον καὶ τὴν Μεδιόλανον ἑλὼν πολύν τε συναγείρας χρημάτων ὄγκον, ἐθριάμβευσεν, ἐπὶ τῶν ὤμων τὰ λάφυρα φέρων τοῦ πεσόντος βασιλέως.

3

.

7

Μάρκου δὲ Μινουκίου Ῥούφου καὶ Πουβλίου Κορνηλίου τὴν ἀρχὴν ἐκδεξαμένων, πρὸς Ἴστρους ἐγένετο πόλεμος, ἐπειδὴ τὸν ῥω‐ μαϊκὸν ἐλῄστευον στόλον, καὶ πάντες ὑπὸ Ῥωμαίοις ἐγένοντο. Ὑπὸ
δὲ τὸν αὐτὸν τοῦτον χρόνον δεύτερος ἐπῆλθε Ῥωμαίοις ἐξ Ἀφρικῆς34
5πόλεμος, Ἀννίβου Καρχηδονίοις στρατηγοῦντος. Ὃς ἔτη γεγονὼς εἴκοσι τὴν Σαγοῦντον, Ἱσπανίας πόλιν, Ῥωμαίοις ὑπόσπονδον οὖσαν, ἐνεστήσατο πολιορκεῖν, καὶ συλλέξας στρατιὰν εἰς τεσσαρεςκαίδεκα μυριάδας ἀνδρῶν, εἴχετο τοῦ ἔργου. Τοῦτο γνόντες οἱ Ῥωμαῖοι πρε‐ σβείαν ἐπ’ αὐτὸν στέλλουσι, προαγορεύοντες αὐτῷ τῆς πολιορκίας
10ἀπέχεσθαι, Μὴ πεισθέντος δὲ, πρεσβεύονται πρὸς Καρχηδονίους, ὥςτε ἀποστῆσαι τὸν Ἀννίβαν τῆς κατὰ τῶν οἰκείων ἐφόδου. Οἱ δὲ τὸ καθ‐ ῆκον ὑπερβάντες θρασύτερον ἀπεκρίναντο. Παρασυρομένου δὲ τοῦ χρόνου, μετὰ πολλὴν τὴν προςεδρείαν λιμῷ νικηθέντες οἱ Σαγοῦντοι σφᾶς αὐτοὺς ἐξέδωκαν καὶ μεγίστης ἐπειράθησαν ὠμότητος.

3

.

8

Ἐνεκρίθη τοίνυν παρὰ Ῥωμαίοις πρὸς Ἄφρους πόλεμος, ὅτε σαφῶς ἀπεδείχθησαν παραβεβηκότες τὰς σπονδάς. Καὶ Πούβλιος μὲν Κορνήλιος Σκιπίων μετὰ τοῦ στρατεύματος ἔδραμεν ἐπὶ τὰς Ἱσπα‐ νίας, Τιβέριος δὲ Σεμπρώνιος Γράκχος ἐπὶ τὴν Σικελίαν. Ὁ τοίνυν
5Ἀννίβας, καταλιπὼν ἐν Ἱσπανίαις τὸν ἀδελφὸν Ἀσδρούβαν, ὑπερ‐ ῆλθε τὸν Πυρρηναῖον καὶ τὰς καλουμένας Ἄλπεις, αὐτῷ πρώτῳ γε‐ νομένας τότε βασίμους. Εἵπετο δὲ αὐτῷ στρατιὰ τὴν Ἰταλίαν ἰόντι πεζῶν ὀκτὼ μυριάδες καὶ ἱππέων δέκα ἐλέφαντές τε ἑπτὰ καὶ τριά‐ κοντα. Προϊὼν δὲ προςελάμβανεν ὅσοις ἂν τύχοι. Λίγουρες γοῦν καὶ
10Γάλλοι προςέθεντο. Ταῦτα γνοὺς Σεμπρώνιος Γράκχος ἀπὸ τῆς Σι‐ κελίας μετέστησε τὴν στρατιὰν εἰς Ἀρίμινον.

3

.

9

Καὶ πρότερον μὲν ἀπήντησε τοῖς Ἄφροις ὁ Σκιπίων καὶ συμ‐ μίξας ἧττόν τε ἔσχε, τραπέντος αὐτῷ τοῦ στρατοῦ, καὶ τιτρώσκεται
καὶ εἰς τὴν παρεμβολὴν καταφεύγει. Γράκχος δὲ συνεπλάκη μὲν καὶ αὐτὸς περὶ τὸν Τέβριον, μετὰ δὲ τῆς ἴσης ἀνεχώρησε τῷ Σκιπίωνι35
5τύχης. Ἐκ τούτου πολλοὶ τῶν Ἰταλῶν παρέδοσαν ἑαυτοὺς τοῖς πολε‐ μίοις. Λαμπρός τε ὢν ἐκ τούτων Ἀννίβας τῶν προοιμίων συνέμιξε τῷ Φλαμινίῳ τὴν ὑπατικὴν στρατιὰν ἄγοντι, καὶ αὐτόν τε καὶ τὸ σὺν αὐτῷ στράτευμα διεχρήσατο, ἐγγὺς πέντε καὶ εἴκοσι χιλιάδας, τῶν λοιπῶν φυγῇ σωθέντων. Πέμπεται λοιπὸν πρὸς αὐτὸν ὁ Φάβιος, δι‐
10κτάτωρ ἀναδειχθείς· ὃς ἀεὶ μὲν ἀναβαλλόμενος τὴν μάχην, ἀεὶ δὲ αὐ‐ τὴν προςδοκᾶσθαι ποιῶν, ἀνέκοπτε τῆς πολλῆς ὁρμῆς τὸν στρατηγὸν τῶν Ἄφρων, καί ποτε ἀπροςδόκητος εἰς χεῖρας ἐλθὼν ἐκ τοῦ κρείτ‐ τονος ἀνεχώρησε.

3

.

10

Πεντακοσιοστοῦ δὲ καὶ τεσσαρακοστοῦ τῆς πόλεως ἔτους Αἰ‐ μίλιος Παῦλος καὶ Πούβλιος Τερέντιος Βάρρων, ὕπατοι χειροτονηθέν‐ τες, ἐδέξαντο παρὰ τοῦ Φαβίου τὴν ἐξουσίαν. Ὃς χωριζόμενος τῶν πραγμάτων συνεβούλευε τοῖς ὑπάτοις τοῖς αὐτοῦ κατακολουθεῖν περὶ
5τὴν μάχην ἴχνεσι καὶ τὴν συμπλοκὴν ἀναβάλλεσθαι, κωλύοντες μὲν ἐπιφερομένους, συμμῖξαι δὲ παραιτουμένους· τοῦτον γὰρ εἶναι μόνον τῆς νίκης τῆς κατ’ ἐκείνου τὸν τρόπον. Ἀτιμάσας δὲ ταύτην Βάρρων τὴν παραίνεσιν εἱλκύσθη πρὸς συμπλοκὴν, τοῦ Παύλου κωλύοντος καὶ τῶν τοῦ Φαβίου λόγων ἀναμιμνήσκοντος. Συνέμιξαν τοίνυν ἐν
10Κάνναις, χωρίῳ τῆς Ἀπουλίας, καὶ νικᾶται τῶν ὑπάτων ἑκατέρων τὸ στράτευμα. Πίπτει μὲν γὰρ ἕτερος τῶν ὑπάτων, ὁ Παῦλος, ὑπατι‐ κοὶ δὲ ἄνδρες καὶ πραιτώριοι ἀμφὶ τοὺς εἴκοσι, συγκλητικοὶ δὲ σὺν τοῖς ἀπαχθεῖσιν αἰχμαλώτοις τριάκοντα, ἐπιφανεῖς δὲ ἄλλως τριακό‐ σιοι, τοῦ δὲ λοιποῦ τῶν μαχομένων πλήθους πεζοὶ μὲν τεσσαράκοντα
15χιλιάδες, ἱππέων δὲ τρεῖς καὶ πεντακόσιοι. Τῆς δὲ ἀντιπάλου στρα‐ τιᾶς ἔπεσον μὲν καὶ αὐτῆς οὐκ ὀλίγοι, σχεδὸν δὲ ἅπαντες ἐγένοντο
τραυματίαι. Οὗ δὴ καὶ θαυμάσαι τοὺς Ῥωμαίους ἐστὶ τοῦ φρονήματος. Τοσαύτῃ γὰρ ἐμπεσόντες συμφορᾷ, οἵαν οὔτε ὁ παρελθὼν ἤνεγκε χρόνος οὔτε ὁ μέλλων οἴσειν ἠλπίζετο, μνήμην εἰρήνης οὐκ ἐποιή‐36
20σαντο. Τὸ μέντοι μέγεθος ἐδείχθη τοῦ κακοῦ τῷ καινῷ τῆς στρατο‐ λογίας· τότε γὰρ δὴ πρῶτον ἐλευθερίας ἀξιωθέντες οἰκέται εἰς στρα‐ τείαν ἐξεδόθησαν.

3

.

11

Συνέβη δὲ, ὅπερ ἐν τοῖς τοιούτοις φιλεῖ, τοὺς ὑπηκόους συμ‐ μεταστῆναι τῇ τύχῃ καὶ τὰς ὑπὸ Ῥωμαίοις οὔσας ἰταλικὰς πόλεις τὸν Ἀννίβαν ὑποδέξασθαι. Ἀννίβας δὲ, γαυριῶν τοῖς κατωρθωμένοις, ἐξου‐ σίαν ἔδωκε τοῖς Ῥωμαίοις ἐξωνήσασθαι τοὺς αἰχμαλώτους. Οἱ δὲ ἔφα‐
5σαν οὐχ ἡγεῖσθαι πολίτας, οἳ μεθ’ ὅπλων ὄντες ὑπὸ τοῖς πολεμίοις ἐγένοντο. Τότε τοίνυν ποικίλως αὐτοὺς πρότερον αἰκισάμενος ἅπαντας διεχρήσατο, τρεῖς τε μεδίμνους δακτυλιδίων εἰς ἀπόδειξιν τῶν ἀνῃρη‐ μένων τοῖς Καρχηδονίοις ἐξέπεμψεν, οὓς τῶν νεκρῶν ἐξεῖλε σωμάτων. Ἐν τούτοις δ’ ὄντος Ἀννίβου. Σκιπίωνες ἄμφω τὸν Ἀσδρούβαν
10ἐν ταῖς Ἱσπανίαις διατρίβοντα· ἦν δὲ οὗτος ἀδελφὸς Ἀννίβου, κατα‐ λελειμμένος μετὰ πολλῆς στρατιᾶς, ὥστε τὰς Ἱσπανίας προςνεῖμαι τοῖς Ἄφροις· καλοῦσιν εἰς μάχην. Καὶ νικῶσι νίκην λαμπράν· αἰ‐ χμαλώτους γὰρ εἷλον μυρίους ἄνδρας, ἀνεῖλον δὲ εἴκοσι καὶ πέντε χιλιάδας. Τοῦτο γνόντες οἱ Καρχηδόνιοι πέμπουσιν ἑτέραν αὐτῷ
15στρατιὰν, δώδεκα μὲν πεζῶν χιλιάδας, τέσσαρας δὲ ἱππέων, ἐλέφαν‐ τας δὲ εἴκοσι.

3

.

12

Τετάρτῳ δὲ ἔτει τῆς διατριβῆς Ἀννίβου τῆς ἐν Ἰταλίᾳ Μάρ‐ κελλος ὕπατος χειροτονηθεὶς περὶ τὴν Νῶλαν· πόλις δέ ἐστιν αὕτη τῆς Καμπανίας· συνεκρότησε πρὸς τὸν Ἀννίβαν πόλεμον, καὶ νικᾷ τῇ μάχῃ. Ἡττηθεὶς δὲ ὅμως ἐκεῖνος περὶ τὰς πόλεις ἐστρέφετο, τὰς
5μὲν πολιορκίᾳ, τὰς δὲ φόβῳ τῆς ῥωμαϊκῆς ἀφιστὰς δυναστείας. Τῆς γοῦν Ἀπουλίας καὶ Καλαβρίας καὶ Βρούττων τὰς πλείστας ὑφ’ ἑαυτῷ κατεστήσατο· τοσαύτη τε ἧν τῶν κατ’ αὐτὸν ἡ λαμπρότης, ὥςτε καὶ
Φίλιππον τῶν Μακεδόνων βασιλέα, πρεσβείαν ὡς αὐτὸν στείλαντα, ὑποσχέσθαι κατὰ Ῥωμαίων. Ὅρον δὲ εἶχεν ἡ ὑπόσχεσις τόνδε· καθ‐37
10αιρεθέντων εἰς ἅπαν Ῥωμαίων, σύμμαχον καὶ αὐτὸν αὐτοῖς γενέσθαι πρὸς τὸν κατὰ τῶν Ἑλλήνων πόλεμον. Ἀλλὰ συνέβη τοὺς ἐκ Μακε‐ δονίας πρέσβεις τῷ ῥωμαϊκῷ περιπεσεῖν στρατῷ, καὶ οὕτως ἐγένετο δήλη τοῖς Ῥωμαίοις ἡ μακεδονικὴ πρεσβεία. Πέμπουσι τοίνυν Λεβῖ‐ νον μὲν ἐπὶ Μακεδόνας, Τορκουάτον δὲ ἐπὶ Σαρδόνα. Ἤδη γάρ τοι
15καὶ αὐτὴ Ῥωμαίων ἀποστᾶσα προςκεχωρήκει τοῖς Ἄφροις.

3

.

13

Τέσσαρας τοίνυν ἑνὶ χρόνῳ πολέμους ἐν διαφόροις τόποις εἶχον οἱ Ῥωμαῖοι· ἐν Ἰταλίᾳ πρὸς Ἀννίβαν, [ἐν Ἱσπανίαις πρὸς τὸν ἀδελ‐ φὸν αὐτοῦ Ἀσδρούβαν], ἐν Μακεδονίᾳ πρὸς Φίλιππον, ἐν Σάρδοις πρὸς τοὺς ἐκ τῆς χώρας ἐκείνης καὶ πρὸς Ἀσδρούβαν, ἕτερον Ἄφρον
5στρατηγόν. Τοῦτον Μάλλιος Τορκουάτος ἐζώγρησε μάχῃ, πρότερον ἀποβαλόντα τῆς στρατιᾶς τῶν μὲν πεσόντων δέκα χιλιάδας, τῶν δὲ ἀπαχθέντων αἰχμαλώτων εἰς πεντακοσίους τε καὶ χιλίους. Καὶ οὕτω Σάρδονες μὲν Ῥωμαίοις ἀπεδόθησαν· ὁ δὲ τοῦ πολέμου στρατηγὸς Μάλλιος ζῶντα τὸν Ἀσδρούβαν εἰςήγαγε τοῖς Ῥωμαίοις. Οὕτω τοί‐
10νυν κεχωρηκότων, νικᾷ καὶ Λεβῖνος τὸν Φίλιππον, καὶ οἱ Σκιπίωνες ἐν Ἱσπανοῖς τόν τε Ἀσδρούβαν καὶ Μάγωνα, καὶ αὐτὸν ἀδελφὸν Ἀν‐ νίβου.

3

.

14

Δεκάτῳ δὲ ἔτει τῆς ἐπὶ τὴν Ἰταλίαν εἰςόδου τῶν Ἄφρων Σουλ‐ πίκιος μὲν καὶ Φούλβιος ἦσαν ὕπατοι, Ἀννίβας δὲ ἐπὶ τὴν πόλιν ἰὼν ἐν τετάρτῳ τῆς πόλεως ἐστρατοπεδεύσατο σημείῳ, τινὰς τῶν ἱππέων μέχρις αὐτῶν προεκπέμψας τῶν πυλῶν. Τῶν δὲ ὑπάτων μετὰ τῆς
5στρατιᾶς, ἐπειδὴ τὸν τῆς πόλεως ἤκουσαν κίνδυνον, ἐπιστάντων, φο‐ βηθεὶς ἐπὶ τὴν Καμπανίαν ἐχώρησεν. Ἐντεῦθεν τὰ ἐν Ἱσπανίαις μετα‐ πίπτει πράγματα, καὶ Σκιπίωνες ἄμφω πίπτουσι μαχόμενοι πρὸς Ἀσδρούβαν οἱ πολλάκις αὐτοῦ κεκρατηκότες· τῷ στρατεύματι δὲ οὐ‐
δεμία συνέβη βλάβη, ἐπεὶ καὶ οἱ στρατηγοὶ τύχῃ μᾶλλον ἡττήθησαν38
10ἢ τῇ περὶ τὸν πόλεμον ῥᾳθυμίᾳ. Ὑπὸ δὲ τούτους αὐτοὺς τοὺς χρό‐ νους Μάρκελλος τὸ πλεῖστον ἀνεκτήσατο τῆς Σικελίας ὑπὸ τοῖς Ἄφροις ἤδη γεγενημένον, καὶ τὰς Συρακούσας εἷλε πολιορκίᾳ, πο‐ λύν τε πλοῦτον ἐκεῖθεν προςεκτήσατο τοῖς Ῥωμαίοις. Τότε καὶ Λε‐ βῖνος, πρὸς τὸν Φίλιππον καὶ πολλὰς τῶν ἑλληνικῶν πόλεων καὶ πρὸς
15Ἄτταλόν τινα Ἀσίας βασιλέα σπεισάμενος, ἐπὶ τὴν Σικελίαν ὡρμήθη. Ἅννωνα δὲ τὸν Καρχηδονίων στρατηγὸν καὶ τὴν Ἀκραγαντίνων πόλιν ἑλὼν, ἣν ἐφρούρει, τὸν μὲν ἅμα τοῖς ἐπισημοτάτοις τῶν αἰχμαλώτων ἐπὶ τὴν Ῥώμην ἐξέπεμψε, τεσσαράκοντα δὲ πόλεις τῆς Σικελίας ἑκού‐ σας ἑλὼν, ἓξ δὲ καὶ εἴκοσι πολιορκίᾳ, οὕτως οἴκαδε ἐπανῆλθε· καὶ
20τότε πάσης ἐγένοντο Ῥωμαῖοι τῆς Σικελίας δεσπόται. Λαμπρὸς οὖν ἐπὶ τούτοις ἐπανῆλθεν ὁ Λεβῖνος. Τούτων ἐν Σικελίᾳ πραττομένων, Ἀννίβας ἐν Ἰταλίᾳ τῷ τε ὑπάτῳ Φουλβίῳ καὶ τῷ στρατεύματι προς‐ πεσὼν ἐξαπιναίως, ὀκτὼ χιλιάδας ἀναιρεῖ καὶ τὸν ὕπατον.

3

.

15

Ἐν δὲ ταῖς Ἱσπανίαις, μετὰ τὴν τῶν Σκιπιώνων τελευτὴν οὐκ ὄντος ἡγεμόνος τῷ στρατεύματι, πέμπεται Σκιπίων ἕτερος, ὁ καλού‐ μενος Πούβλιος, παῖς Σκιπίωνος τοῦ πρότερον ἐκεῖ πεπολεμηκότος, γεγονὼς μὲν ἔτη τέσσαρα καὶ εἴκοσι, τῶν δὲ κατ’ αὐτὸν καὶ τῶν
5ἐφεξῆς ἁπάντων ἄριστος. Οὗτος εὐθὺς ἐκ προοιμίων αἱρεῖ Καρχηδόνα τὴν ἐν Ἱσπανίαις, ὁμώνυμον τῇ μητροπόλει τῆς Ἀφρικῆς, αἴρει δὲ καὶ τὸ χρυσίον ἅπαν καὶ τὸν ἄργυρον καὶ τὴν λοιπὴν τοῦ πολέμου παρα‐ σκευὴν τῶν Ἄφρων, αὐτόθι κειμένην ὡς ἐν ὀχυρῷ χωρίῳ, καὶ τοὺς ὁμήρους δὲ σύμπαντας, οὓς ἐκ τῶν ἐπισήμων γενῶν ἐτύγχανεν Ἀννί‐
10βας εἰληφὼς, τούτοις τὴν τῆς γῆς ἀσφαλιζόμενος κτῆσιν. Γίγνεται δὲ καὶ τοῦ Μάγωνος ἐγκρατὴς, ὃς ἦν ἀδελφὸς, ὡς ἔφην, Ἀννίβου. Ῥω‐ μαῖοι μὲν οὖν τὴν λείαν ἅπασαν καὶ Μάγωνα δεξάμενοι λαμπρὰν ἦγον ἑορτήν. Ὁ δὲ Σκιπίων, προςαγόμενος τοὺς Ἱσπανοὺς, ἅπασιν ἀπέ‐
δωκε τοὺς ὁμήρους, καὶ τοῦτο πάντας ἐποίησε τοὺς Ἱσπανοὺς ὥςπερ39
15ἐκ μιᾶς γνώμης προςθέσθαι Σκιπίωνί τε καὶ Ῥωμαίοις. Μετὰ ταῦτα συμμίξας τοῖς Ἄφροις τρέπει μὲν τὸν Ἀσδρούβαν εἰς φυγὴν, πολὺν δὲ καὶ ἐκ ταύτης τῆς μάχης ἀνείλετο πλοῦτον.

3

.

16

Οὕτω τῶν ῥωμαϊκῶν διακειμένων, Φάβιος ὕπατος καταστὰς ὑπηγάγετο Τάραντα, ἐν ᾗ πάντα τὸν ἐκ τοῦ πολέμου πλοῦτον παρα‐ καταθέμενος ἐτύγχανεν Ἀννίβας. Ἀνεῖλε δὲ καὶ τὸν ὑφηγεμόνα αὐτοῦ Καρθάλωνα, καὶ πέντε καὶ εἴκοσι χιλιάδας ἀνδρῶν, οὓς εἷλεν ἐν τῇ
5μάχῃ ζῶντας, ἀπέδοτο, καὶ τὴν λοιπὴν πᾶσαν λείαν διένειμε τῷ στρα‐ τῷ, τὰ τιμήματα τῶν πεπραμένων αἰχμαλώτων μόνων τῷ ῥωμαϊκῷ καθοσιώσας ταμιείῳ. Τούτοις τοῦ Φαβίου τοῖς ἔργοις αἱ πρὸς Ἀννίβαν [μεθεστηκυῖαι] τῆς Ἰταλίας πόλεις μετετέθησαν ἐπὶ τοὺς Ῥωμαίους, τῶν οἰκούντων αὐτὰς κἀνταῦθα τοὺς ἡττημένους ἀπολιπόντων. Τῷ δὲ
10μετὰ τοῦτον ἐνιαυτῷ Σκιπίων ἐν Ἱσπάνοις αὐτός τε μεγαλουργῶν καὶ τὸν ἀδελφὸν Λούκιον Σκιπίωνα συνεργὸν ἔχων, ἑβδομήκοντα πόλεις ἀνέλαβεν, αἳ προςκεχωρήκεισαν τοῖς Ἄφροις. Ἀλλ’ ἐπὶ τῆς Ἰταλίας οὐκ ἦν ὅμοια τὰ Ῥωμαίων, Μαρκέλλου περιπεσόντος ἐνέδραις, ἃς ἔστησεν Ἀννίβας, καὶ τὴν τελευτὴν οὕτω δεξαμένου.

3

.

17

Σκιπίων δὲ, τρίτον ἔτος ἤδη τὰ κατὰ τοὺς Ἱσπάνους διοι‐ κῶν, προςέθηκε μεγάλοις μείζονα. Τὸν γὰρ βασιλέα τῶν Ἱσπανῶν με‐ γάλῃ νικήσας μάχῃ μετὰ ταῦτα πρὸς αὐτὸν ἐσπείσατο. Καὶ πρῶτος οὗτος ὁμήρων οὐκ ἐδεήθη· τοσοῦτον ἐθάρρει τοῖς ἔργοις.

3

.

18

Ταῦτα γνοὺς Ἀννίβας ἀπέγνω τῶν Ἱσπανῶν, ὡς οὐδενὸς ἀνθ‐
έξοντος Σκιπίωνι· καὶ μεταπέμπεται τὸν ἀδελφὸν Ἀσδρούβαν εἶς Ἰταλίαν μετὰ πάσης στρατιᾶς. Ὃς ταῖς ὁδοῖς χρώμενος ταῖς ὑπὸ Ἀν‐ νίβου προηνυσμέναις, ἐνεδρευθεὶς ὑπὸ τῶν ὑπάτων Ἀππίου τε Κλαυ‐40
5δίου Νέρωνος καὶ Λιβίου τοῦ Σαλινάτωρος, περὶ τὴν Σέναν τοῦ Πικη‐ νοῦ πόλιν μετὰ πολὺν τὸν ἐν τῷ πολέμῳ πόνον καὶ ἢν ἐπεδείξατο μαχόμενος ἀνδρείαν αὐτός τε πίπτει καὶ τῆς στρατιᾶς ἁπάσης οἱ νενι‐ κηκότες ἐγένοντο κύριοι, πρὸς δὲ καὶ χρυσίου καὶ ἀργύρου πολλῶν τα‐ λάντων· ἃ καὶ Ῥωμαίους ἐξέπληξεν. Ἐντεῦθεν ἤρξατο λοιπὸν Ἀννίβας
10μὲν οὐκ ἀγαθὰς ἔχειν περὶ τοῦ πολέμου τὰς προςδοκίας· τοῖς Ῥωμαίοις δὲ ηὐξήθη τὸ τῶν ἐλπίδων, καὶ μετακαλοῦνται πρὸς ἑαυτοὺς τὸν Σκι‐ πίωνα. Καὶ ὁ μὲν παραγίνεται λαμπρὸς ἐπὶ μεγάλοις, ὡς εἰκὸς, ἔργοις.

3

.

19

Καικιλίῳ δὲ καὶ Οὐαλερίῳ τοῖς ὑπάτοις πᾶσαι Βρούττων αἱ πόλεις ὑπὸ τῶν οἰκούντων παρεδόθησαν.

3

.

20

Ἀννίβας μὲν οὖν τέταρτον καὶ δέκατον ἦγεν ἐπὶ τῆς Ἰταλίας ἔτος. Ἐν τούτῳ δὲ ὁ Σκιπίων ὕπατος χειροτονεῖται, ὁ τὰ μέγιστα ἐν Ἱσπάνοις ἐργασάμενος, καὶ εἰς αὐτὴν τὴν Ἀφρικὴν ἐκπλεῖ, πείσας Ῥωμαίους ὡς χρὴ μεταστῆσαι τὰ δυςχερῆ τῆς μάχης εἰς τὴν πολε‐
5μίαν. Οἵᾳ γὰρ ἐπιπνοίᾳ ἐπεπίστευτο, τοσαῦτα κατώρθου, καί τις ἦν ὁ λόγος ὡς ἄρα καὶ πρὸς τοὺς θεοὺς αὐτῷ γίγνοιτο συνουσία. Τῆς οὖν Ἀφρικῆς ἐπιβὰς, Ἅννωνι συνέμιξε τῷ στρατηγῷ. Καὶ προτέρᾳ μὲν συμπλοκῇ τὴν στρατιὰν αὐτοῦ διέφθειρε πανωλεθρίᾳ· δεύτερον δὲ εἰς χεῖρας ἐλθὼν, ἐκβάλλει τῆς παρεμβολῆς αὐτὸν, καὶ ταύτης γίγνεται
10κύριος σὺν τοῖς φύλαξι τετρακιςχιλίοις καὶ πεντακοσίοις ἀνδράσιν· οἱ δὲ πεσόντες ἦσαν ἕνδεκα χιλιάδες. Αἱρεῖ δὲ καὶ Σύμφακιν τὸν Νου‐
μίδων βασιλέα συμμαχοῦντα τοῖς Ἄφροις, καὶ γίνεται καὶ ταύτης τῆς παρεμβολῆς κύριος. Καὶ τὸν μὲν Σύμφακιν εἰς τὴν Ῥώμην ἐξέ‐ πεμψε μετὰ Νουμίδων τῶν ἐπιφανεστάτων καὶ τῶν ἀπὸ τοῦ πολέμου41
15λαφύρων, καὶ ἀριθμὸν καὶ πολυτέλειαν παριόντων. Γνωσθέντων δὲ τῶν κατὰ Ἀφρικὴν Σκιπίωνος ἔργων, πᾶσα μὲν λοιπὸν Ἰταλία τὸν Ἀννίβαν ἀπέλιπεν, αὐτὸς δὲ ὑπὸ Καρχηδονίων κατεκλήθη, τῆς πο‐ λιορκίας αὐτοὺς πιεζούσης.

3

.

21

Ἑπτακαιδεκάτῳ τοίνυν ἐνιαυτῷ τῆς Ἰταλίας Ἀννίβας ἀπε‐ χώρησε. Καὶ τότε πρεσβεύονται παρὰ τὸν Σκιπίωνα Καρχηδόνιοι. Ὁ δὲ ἀναπέμπει πρὸς Ῥωμαίους πέντε καὶ τεσσαράκοντα ἡμέρας ἀνα‐ κωχὴν δοὺς τῷ πολέμῳ, ὡς ἂν ταύταις ἀπελθεῖν γένοιτο ῥᾴδιον. Καὶ
5τοῦδε αὐτῷ μισθὸς ἦν τριῶν μυριάδων ἀργυρίου σταθμός. Δεξαμένη τοίνυν ἡ σύγκλητος τὴν πρεσβείαν, κύριον ποιεῖται τῶν σπονδῶν τὸν Σκιπίωνα. Καὶ τίθεται ταῦτα ἐφ’ ᾧτε μὴ πλείους ἢ τριάκοντα ναῦς ἔχειν Καρχηδονίους καὶ δοῦναι Ῥωμαίοις ὑπὲρ τῶν σπονδῶν πεντή‐ κοντα μυριάδων ἀργυρίου σταθμὸν, τοὺς αἰχμαλώτους δὲ ἅπαντας καὶ
10τοὺς προςήλυδας ἀποδοῦναι.

3

.

22

Ταύτας τὰς σπονδὰς συνετάραξεν ἐπιστὰς Ἀννίβας καὶ πολλὰ τρόπον πολεμίων Ἄφροι διεπράττοντο, ὥςτε καὶ τοὺς πρέσβεις αὐτῶν ἐκ τῆς Ῥώμης ἐπανιόντας ὑπὸ τῆς μετὰ Σκιπίωνος στρατιᾶς συλλη‐ φθῆναι. Ἀλλ’ ὁ Σκιπίων αὐτοὺς διαφῆκε, καὶ συνάπτει μάχην πρὸς
5τὸν Ἀννίβαν. Ἡττηθεὶς δὲ Ἀννίβας ἐν ἁπάσαις ταῖς συμπλοκαῖς, γί‐ γνεται καὶ αὐτὸς ἱκέτης ὑπὲρ εἰρήνης. Αἱ δὲ σπονδαὶ ἀνελήφθησαν ἐφ’ οἷς ἐγένοντο τὴν ἀρχὴν, προςτεθεισῶν, ὅτι δὴ τὴν ἀρχὴν παρεσπόνδη‐ σαν, ἀργυρίου λιτρῶν εἰς δέκα μυριάδας. Ἀλλ’ οὐκ ἐδέξαντο τὴν προς‐ θήκην οἱ Καρχηδόνιοι, προςέταξαν δὲ τὸν Ἀννίβαν πολέμιον κρίνε‐
10σθαι. Ἐπῆλθε τοίνυν αὐτός τε Σκιπίων τῇ Καρχηδόνι καὶ Μασινίσσας, ἕτερος Νουμίδων βασιλεὺς, φίλος καὶ σύμμαχος τῷ Σκιπίωνι γεγενη‐ μένος. Μελλούσης δὲ κινεῖσθαι τῆς μάχης, ἐβουλήθη κατασκοπῆσαι τὸ στρατόπεδον τὸ ῥωμαϊκὸν Ἀννίβας, καὶ πέμπει κατασκόπους. Τούτους ἑλὼν ὁ Σκιπίων ἐπιδειχθῆναί τε αὐτοῖς προςέταξε τὸ στράτευμα καὶ42
15τὴν ἄλλην τοῦ πολέμου παρασκευὴν, δειπνήσαντας δὲ ἀφεθῆναι, μηνύ‐ σοντας ἅπερ τεθέαντο.

3

.

23

Ὡς δὲ ἐγγὺς ἦσαν χειρῶν, τὰ μὲν τῆς παρατάξεως ἦν ἄξια θαυμάσαι, δύο στρατηγοῖν ἀρίστοιν τὰ στρατεύματα ταττόντων. Ὡς δὲ τὸ ἔργον ἤρξατο, νικᾷ τε ὁ Σκιπίων καὶ μικροῦ ζῶντα τὸν Ἀννί‐ βαν αἱρεῖ. Ἀλλ’ ὁ μὲν σὺν τέτταρσιν ἱππεῦσι διεσώθη· πλοῦτος δὲ ὅσος
5οὔπω πρότερον ἐν τῇ παρεμβολῇ κατελήφθη τῶν πολεμίων, εἴκοσι μὲν μυριάδων ἀργυρίου, χρυσίου δὲ ὀκτὼ σταθμὸς ἐσθήματά τε πολλὰ καὶ παντοδαπά. Οὗτος ὁ πόλεμος ἐκύρωσε τὰς σπονδὰς, καὶ πρὸς τὴν Ῥώμην ἐπανῆκεν ὁ Σκιπίων, καὶ τὴν νίκην ἐθριάμβευσεν, Ἀφρικα‐ νός τε ἐπεκλήθη, τῆς ἑαυτοῦ νίκης γενόμενος ἐπώνυμος. Ἐτελεύτησε
10δὲ ὁ πόλεμος οὗτος ἐνάτῳ καὶ δεκάτῳ ἐνιαυτῷ.

4

t

ΒΙΒΛΙΟΝ Δʹ.

4

1-2

Τὰ μὲν οὖν Ἄφρων ὑπὸ Ῥωμαίοις ἦν. Ἠκολούθησε δὲ ὁ μα‐ κεδονικὸς πόλεμος, ὁ πρὸς τὸν βασιλέα Φίλιππον, πρώτῳ καὶ πεντη‐ κοστῷ καὶ πεντακοσιοστῷ τῆς πόλεως ἔτει. Πρὸς ὃν Τίτος Κυίντιος Φλαμίνιος ἐκπεμφθεὶς νικᾷ τε αὐτὸν καὶ τίθεται σπονδὰς, ὥςτε καὶ
5τῶν πόλεων αὐτὸν ἀπέχεσθαι τῶν ἑλληνικῶν, αἳ προςεκεχωρήκεσαν Ῥωμαίοις παρὰ τὸν τοῦ τότε πολέμου καιρὸν, καὶ τοὺς αἰχμαλώτους καὶ προςήλυδας ἀποδοῦναι, καὶ μὴ πλείους ἔχειν πεντήκοντα νηῶν, τὰς δὲ λοιπὰς ἁπάσας παραδοῦναι, ὡς δὲ καὶ τοῖς ἑξῆς ἐνιαυτοῖς διδό‐ ναι φόρον, ἐτήσια τετρακιςχίλια τάλαντα ἀργυρίου καὶ προςέτι τὸν
10Δημήτριον ὅμηρον παραδοῦναι. Μεταστήσας δὲ ἐπὶ τοὺς Λακεδαιμο‐ νίους ὁ Φλαμίνιος τὴν στρατιὰν, κρατεῖ τε αὐτῶν μάχῃ καὶ τὸν στρατηγὸν αἱρεῖ καὶ συνθήκας ἃς ἐβουλήθη ποιησάμενος ὑποσπόνδους θριαμβεύων εἰς τὴν Ῥώμην εἰςῆλθε, προτρεχόντων αὐτῷ τοῦ ἅρμα‐ τος Δημητρίου τε τοῦ Φιλίππου παιδὸς καὶ Ἀρμένου τοῦ Νάβιδος.43

4

.

3

Οὕτω καὶ τῶν μακεδονικῶν καὶ τῶν λακωνικῶν ἡσυχασάντων, πρὸς Ἀντίοχον τὸν βασιλεύοντα Συρίας ἀνήφθη πόλεμος. Ὕπατοι δὲ ἦσαν Πούβλιος Κορνήλιος Σκιπίων καὶ Μάρκος Ἀκίλιος Γλαβρίων. Συνεμάχει δὲ τῷ μὲν Ἀντιόχῳ πεφευγὼς ἐκ τῆς Καρχηδόνος Ἀννί‐
5βας· δέος γὰρ αὐτὸν ἐξήγαγε τῆς πατρίδος ὡς Ῥωμαίοις ἐκδοθησό‐ μενον, Ῥωμαίοις δὲ ὁ Μακεδόνων [βασιλεὺς] Φίλιππος. Γίγνεται δὲ νυκτομαχία κατὰ τὴν Ἀχαΐαν ὑφ’ ἡγεμόνι τῷ Γλαβρίωνι, καὶ τῆς μὲν παρεμβολῆς τοῦ βασιλέως οἱ Ῥωμαῖοι γίγνονται κύριοι· φεύγει δὲ ἐκεῖνος ἐπὶ τὸ λοιπὸν τῆς βασιλείας. Φιλίππῳ δὲ Δημήτριος παῖς
10ἀπεδόθη τῆς συμμαχίας χάριν.

4

.

4

Τούτους διαδέχονται τοὺς ὑπάτους Λούκιος Κορνήλιος Σκιπίων, ἀδελφὸς ὢν τοῦ κληθέντος Ἀφρικανοῦ, καὶ ὁ ἀδελφὸς αὐτοῦ χειρο‐ τονεῖται ληγάτος, καὶ Γάϊος Λέλιος. Καὶ φέρεται κλήρῳ τὰ τοῦ πο‐ λέμου τοῦ πρὸς Ἀντίοχον ἐπὶ τὸν Σκιπίωνα. Καὶ πρότερον μὲν ναυ‐
5μαχίᾳ τῆς βασιλικῆς ἐκράτησε στρατιᾶς· ἡγεμόνα δὲ εἶχεν Ἀννίβαν ὁ στόλος· ἔπειτα δὲ καὶ αὐτὸν Ἀντίοχον ἐν Μαγνησίᾳ τῇ πρὸς Σιπύ‐ λῳ τῆς Ἀσίας νικᾷ τε καὶ εἰς φυγὴν τρέπει. Κοινωνὸς δὲ αὐτῷ ταύ‐ της ἐγένετο τῆς μάχης Εὐμενὴς Ἀττάλου, τοῦ τῆς Ἀσίας βασιλέως ἀδελφὸς, ὃς ἐπώνυμον ἑαυτῷ πόλιν ἐδείματο, τὸ Εὐμένιον. Ἐν ταύτῃ
10τῇ μάχῃ πέντε μυριάσι πεζομάχων καὶ τριςχιλίοις ἱππεῦσιν ἥττων
ὁ βασιλικὸς ἐγένετο στρατός. Αἰτεῖ γοῦν εἰρήνην Ἀντίοχος, καὶ δί‐ δωσιν ἡ σύγκλητος ἐφ’ αἷς καὶ πρότερον προὔτεινε συνθήκαις, οὐ βαρύνουσα τὰς σπονδὰς ὡς ἡττημένῳ. Αἱ συνθῆκαι δὲ εἶχον ὧδε· τῆς μὲν Εὐρώπης αὐτὸν καὶ τῆς Ἀσίας ἀποχωρεῖν ἁπάσης, μένειν δὲ44
15ἐπὶ τῶν ἐντὸς τοῦ Ταύρου πρὸς ἀνίσχοντα ἥλιον, εἰςενέγκαι δὲ μυρία τάλαντα καὶ ὁμήρους εἴκοσι παραδοῦναι, τόν τε Ἀννίβαν ἐκδοῦναι ὡς τῶν ταραχῶν ἐκείνῳ τε καὶ αὐτοῖς αἰτιώτατον. Τὰ μὲν πρὸς Ἀντίο‐ χον τάδε. Εὐμενεῖ δὲ τῆς συμμαχίας χάριν ἐδωρήθησαν αἱ πόλεις τῆς Ἀσίας, ἃς ἐξελελοίπει κατὰ τὰς σπονδὰς Ἀντίοχος. Ῥοδίοις δὲ,
20καὶ αὐτοῖς συμμεμαχηκόσι, πολλὰς τῶν πόλεων ὑπακούειν ἐπετάχθη‐ σαν. Ὁ δὲ Σκιπίων ἐπὶ τούτοις τοῖς ἔργοις ἐθριάμβευσε, κτησάμενος καὶ αὐτὸς ἀπὸ τῶν κατορθωθέντων ὄνομα· τοῦτο δὲ ἦν Ἀσιατικός.

4

.

5

Σπουρίου δὲ Ποστουμίου Ἀλβίνου καὶ Κύντου Μαρκίου Φιλίπ‐ που τὴν ὑπατείαν εἰςδεξαμένων, Φούλβιος μὲν κατὰ Αἰτωλῶν ἐθριάμ‐ βευσεν· Ἀννίβας δὲ, ἀσθενέστερον τὸν Ἀντίοχον ὁρῶν, καταφεύγει πρὸς Προυσίαν, τὸν Βιθυνῶν βασιλέα. Αἰτούντων δὲ αὐτὸν Ῥωμαίων
5διὰ τοῦ Φλαμινίου, παραχρῆμα ἐξεδόθη, καὶ φόβῳ τῆς τιμωρίας φάρ‐ μακον σπάσας ἀποθνήσκει· καὶ θάπτουσιν αὐτὸν ἐν Λιβύσσῃ τῆς Βι‐ θυνίας χωρίῳ, καὶ ὁ τάφος ἐς τόδε ὁρᾶται.

4

.

6

Κατὰ τοῦτον τὸν χρόνον Φίλιππος ἐτελεύτησεν ὁ βασιλεὺς τῆς Μακεδονίας. Ὁ δὲ τούτου παῖς· Περσεὺς ἦν ὄνομα αὐτῷ· ἐτυράν‐ νησε κατὰ Ῥωμαίων, πολλὴν συλλέξας στρατιὰν συμμαχικόν τε οὐ μικρόν· Κότυν τε γὰρ τὸν Θρᾳκῶν βασιλέα καὶ Γέντιον τὸν Ἰλλυ‐
5ριῶν ἐπεκέκλητο. Παρασκευὴ τοίνυν ἦν ἑκατέρωθεν ἅπασα. Ῥωμαίοις ἐπικουρούντων Εὐμενοῦς τε, ὃς τῆς Ἀσίας ἐκράτει, καὶ τοῦ Καππα‐ δοκῶν βασιλέως Ἀριαράθου καὶ τοῦ Συρίας Ἀντιόχου καὶ Πτολε‐ μαίου τοῦ Αἰγύπτου καὶ Μασινίσσου τοῦ Νουμίδου. Προυσίας γὰρ, εἰ καὶ κηδεστὴς ἦν ἐπ’ ἀδελφῇ τοῦ Περσέως, ἑκατέροις γε ὅμως αὑτὸν
10ἴσον παρέσχεν. Ἡγεῖτο δὲ τῆς ῥωμαϊκῆς στρατιᾶς Πούβλιος Λικίνιος ὕπατος, τοῦτον αὐτῷ τὸν πόλεμον ἀποκληρώσαντος τοῦ δήμου. Καὶ νικᾶται τῇ μάχῃ, καίτοι νενικηκὼς ὁ Περσεὺς εἰρήνην ἐπαγγείλας παρὰ τῶν Ῥωμαίων διήμαρτεν. Ὁ γὰρ δῆμος οὐκ ἔφη δώσειν, εἰ μὴ καὶ αὐτὸς ἑαυτὸν καὶ τοὺς αὐτοῦ πάντας ἐκδοίη τοὺς αὐτῷ παρα‐45
15στησομένους. Δεύτερος οὖν ἐπ’ αὐτὸν πέμπεται Λούκιος Αἰμίλιος Παῦλος καὶ Γάϊος Ἄννιος ἑτέρῳ στρατεύματι ἐπὶ τὸν Ἰλλυριὸν Γέν‐ τιον. Ὁ μὲν οὖν Γέντιος ἅμα τε συνέμιξε καὶ ἡττήθη, καὶ τοῖς Ῥω‐ μαίοις ἑαυτὸν παρέδωκεν αὐτῇ μητρὶ καὶ γαμετῇ καὶ παισὶ δύο καὶ δὴ καὶ ἀδελφῷ· καὶ τὸ ἔθνος πᾶν ἐκτήθη. Ἐγένετο δὲ τὸ ἔργον
20ἡμέραις τριάκοντα, ἔφθασέ τε τὴν τῆς συμπλοκῆς ἡ τῆς νίκης ἀκοή.

4

.

7

Παῦλος δὲ τρίτῃ τοῦ μηνὸς τοῦ Σεπτεμβρίου συμμίξας τῷ Περ‐ σεῖ διέφθειρε μὲν αὐτοῦ χιλιάδας εἴκοσι τοῦ πεζοῦ, ἐκεῖνον δὲ ἐδίω‐ ξε μετὰ τῆς ἵππου αὐτοῦ, οὐδὲ ἑκατὸν ἀποβαλὼν τῶν μαχομένων. Αἱ μὲν οὖν πόλεις εὐθὺς προςεχώρησαν Ῥωμαίοις, ὁ Περσεὺς δὲ
5καὶ ὑπὸ τῶν συμπεφευγόντων καταληφθεὶς ἑαυτὸν παρέδωκε Ῥω‐ μαίοις. Καὶ ὁ Παῦλος οὐχ ὡς ἡττημένον οἶδεν, ἀλλὰ καὶ προςπί‐ πτοντα πρὸς τὰ γόνατα ἀνώρθωσε καὶ καθέδρας ἠξίωσε τῆς αὐτοῦ καὶ τῆς ἄλλης μετέδωκε τιμῆς. Ἐντεῦθεν Ἰλλυριοί τε καὶ Μακεδό‐ νες ὑπὸ Ῥωμαίοις ἐτέλουν ὅροις τοῖςδε· εἶναι μὲν αὐτοὺς αὐτονόμους,
10τῇ πόλει δὲ τῇ Ῥωμαίων εἰςφέρειν ὧν τοῖς βασιλεῦσιν εἰςέφερον μέ‐ ρος ἥμισυ· πείθειν γὰρ ἠβούλοντο Ῥωμαῖοι τοὺς ὑπηκόους ὡς οὐκ ἐπιθυμοῦσι χρημάτων. Τοὺς μὲν οὖν ὅρους τούτους ἐν κοινῷ τῶν πανταχόθεν πρέσβεων ἀπήγγειλεν ὁ Παῦλος, ἐκάλεσέ τε αὐτοὺς εἰς εὐωχίαν, φάσκων χρῆναι καὶ νικᾶν τε ὅπλοις καὶ νενικημένους ἑστιᾶν.

4

.

8

Ἑβδομήκοντα δὲ τῶν Ἠπειρωτικῶν πόλεων, ἀντιταττομένας ἔτι Ῥωμαίοις, εἷλε πολιορκίᾳ. Καὶ τὴν ἐκ τοῦ πολέμου λείαν διένειμε τῷ στρατῷ, σὺν μεγίστῃ τε εἰς τὴν Ῥώμην ἐπανῆκε πομπῇ, νεὼς
ἐπιβεβηκὼς μακεδονικῆς, ἣ τοῦ βασιλεύσαντος ἦν Περσέως παμμεγέ‐46
5θης, ὡς δεκαπέντε χωρεῖν ἐρέτας ἐξ ἀμφοτέρων τῶν πλευρῶν. Καὶ ἀποβὰς ἐθριάμβευσεν ἐφ’ ἅρματος χρυσοῦ, τοῖς δύο παισὶ περιεστοιχι‐ σμένος, προτρεχόντων τοῦ ἅρματος αὐτοῦ Περσέως, πέντε καὶ τεσσα‐ ράκοντα γεγονότος ἐνιαυτοὺς, καὶ υἱέων δύο. Ἐδόθη δὲ καὶ Ἀνικίῳ κατὰ τῶν Ἰλλυριῶν θρίαμβος, οὗ καὶ αὐτοῦ προεπόμπευσαν Γέντιός
10τε καὶ ὁ ἀδελφὸς Γεντίου καὶ οἱ παῖδες. Τούτων τῶν θριάμβων μετέ‐ σχον εἰς τὴν Ῥώμην ἀφικόμενοι Ἄτταλός τε καὶ Εὐμενὴς ἐκ τῆς Ἀσίας καὶ Προυσίας ἐκ τῆς Βιθυνίας δῶρά τε προςεκόμισαν, ἃ προς‐ ιέμενοι Ῥωμαῖοι προςέταξαν ἐναποτεθῆναι τῷ Καπιτωλίῳ. Προυσί‐ ας δὲ καὶ τὸν υἱέα τὸν ἑαυτοῦ Νικομήδη παρακατέθετο τῷ δήμῳ.

4

.

9

Τῷ δὲ ἑξῆς ἐνιαυτῷ Λούκιος Μέμμιος τοὺς Λυσιτανοὺς ἐνίκησε πολέμῳ καὶ μετὰ τοῦτο Μάρκελλος.

4

.

10

Κἀντεῦθεν ὁ τρίτος κατὰ τῶν Ἄφρων ἐκινήθη πόλεμος, ἑξα‐ κοσιοστῷ μὲν καὶ ἑνὶ τῆς πόλεως ἔτει, πεντηκοστῷ δὲ καὶ δευτέρῳ μετὰ τὴν τοῦ δευτέρου τοῦ κατὰ Ἀννίβα πολέμου λύσιν. Ὕπατοι δὲ χειροτονηθέντες Λούκιος Μάλλιος Κηνσωρῖνος καὶ Μάρκος Μανίλιος
5ἐπὶ τὴν Ἀφρικὴν ἐξέπλευσαν, καὶ τῇ Καρχηδόνι προςεκάθηντο πο‐ λιορκοῦντες· ἡγεῖτο δὲ Καρχηδονίων τοῦ πεζοῦ μὲν Ἀσδρούβας, τῶν δὲ ἱππέων Φαμέας. Συνῆν δὲ τοῖς ὑπάτοις ἀρχήν τινα στρατιωτικὴν ἔχων Σκιπίων, ὁ Σκιπίωνος ἔκγονος τοῦ κληθέντος Ἀφρικανοῦ, οὗ τοσοῦτον ἦν παρὰ τοῖς πολεμίοις δέος καὶ τοσοῦτον τῆς ἀνδρείας
10θαῦμα ὡς βουλευομένου τε ἄριστα καὶ ἐπιτελοῦντος ἔργοις τὰ δο‐ κοῦντα ὀξέως, ὥςτε τοὺς ὑπάτους αὐτοὺς κοινωνὸν μὲν αὐτὸν καὶ βουλῆς καὶ ἐγχειρημάτων ἔχειν, αὐτῷ δὲ χρῆσθαι πρὸς τὰ πρακτέα, ἐπειδήπερ ἑώρων τοὺς πολεμίους τὴν πρὸς αὐτὸν ἐκκλίνοντας συμ‐ πλοκήν.

4

.

11

Μασινίσσας γοῦν ὁ τῶν Νουμίδων βασιλεὺς, τὴν πρὸς Ῥω‐ μαίους φιλίαν ἔτεσιν ἑξήκοντα τετηρηκὼς, ἡνίκα ἀπέθνησκεν, ἐνενη‐ κοστὸν καὶ ἕβδομον τῆς ἡλικίας πεπληρωκὼς ἔτος, Σκιπίωνα ἱκέ‐ τευσε τοῖς παισὶ τοῖς αὐτοῦ· τέσσαρες οὗτοι ἦσαν καὶ τετταράκοντα·47
5τὴν βασιλείαν διελεῖν.

4

.

12

Αὕτη τοῦ Σκιπίωνος ἡ δόξα τὸν δῆμον ἔπεισε τὴν ὑπατείαν ἐπ’ αὐτὸν ἐπαγαγεῖν, τῆς νεότητος οὔπω τοῦτο ἐπιτρεπούσης. Καὶ θᾶττον ἐλπίδος αἱρεῖ τὴν Καρχηδόνα καὶ κατασκάπτει, καὶ τὸν κό‐ σμον ἅπαντα τῆς πόλεως τὸν ἐκ πολέμων αὐτῇ συνειλεγμένον λα‐
5βὼν, τοῦτον εὐθὺς ἀπέδωκε τῶν πόλεων ταῖς ἀφῃρημέναις. Αὐτὸς δὲ ἐπανῆλθε· καὶ δοθέντος αὐτῷ θριάμβου, προςετέθη καὶ τὸ ἐπώνυμον τοῦ πάππου· Ἀφρικανὸς γάρ τοι νέος καὶ οὗτος ἐπεκλήθη. Ἀπώλε‐ το τοίνυν ἡ Καρχηδὼν ἑπτακοσιοστῷ πέμπτῳ μετὰ τὸν συνοικισμὸν ἔτει.

4

.

13

Κατὰ τούτους τοὺς χρόνους ἀνήρ τις Ψευδοφίλιππος ἀντῆρε χεῖρας Ῥωμαίοις, καὶ τὸν πραίτωρα Ἰουβέντιον, ἐπ’ αὐτὸν χωρήσαν‐ τα μετὰ τοῦ στρατεύματος, ἐνίκησε τῇ μάχῃ καὶ πανωλεθρίᾳ διέ‐ φθειρεν. Ἀλλὰ Μέτελλος δεύτερος ἐπελθὼν ἐνίκησέ τε αὐτὸν, καὶ
5πεντακιςχιλίους ἀνελὼν ἀνεκτήσατο τὴν Μακεδονίαν, ὑφ’ ἑαυτῷ τε τὸν Ψευδοφίλιππον ἐποίησε.

4

.

14

Τότε καὶ Κορίνθῳ, πόλει τῶν Ἑλλήνων ἐπιφανεστάτῃ, πόλε‐ μος ἐπηνέχθη ῥωμαϊκὸς, ἐπειδὴ κατὰ τῶν ἐκ Ῥώμης πρεσβευτῶν πεπαρῳνήκεσαν· καὶ Μούμμιος ἐκπεμφθεὶς εἷλε ταύτην καὶ κατέσκα‐ ψε. Τρεῖς τε ἅμα θρίαμβοι, θέαμα καινὸν, ἐφάνησαν ἐπὶ τῆς Ῥώμης,
5ἐξ Ἀφρικῆς μὲν Σκιπίωνος, οὗ τῶν ἁρμάτων Ἀσδρούβας ἡγεῖτο, Μετέλλου δὲ ἐκ Μακεδονίας, οὗ προέτρεχεν Ἀνδρίσκος· τοῦτο γὰρ
ἦν ὄνομα τῷ Ψευδοφιλίππῳ· κατὰ Κορινθίων δὲ Μουμμίου, πολλῶν αὐτὸν κατακοσμούντων, χαλκῶν τε ἀγαλμάτων καὶ σανίδων γραφαῖς ἐξησκημένων.48

4

.

15

Οὐ μὴν πάντα τὰ Μακεδόνων ἡσύχαζεν, ἀλλ’ αὖθις ἕτερος Ψευδοπερσεὺς, παῖδα λέγων ἑαυτὸν Περσέως, οἰκετικὴν συλλέξας στρατιὰν, ἐπεχείρει πολεμεῖν, ὥςτε αὐτοὺς τοὺς ὁπλίτας εἰς ἑξακιςχι‐ λίους τελεῖν πρὸς τοῖς μυρίοις· ἀλλὰ τοῦτον ἔπαυσε μάχῃ νικήσας
5Τρεμέλλιος.

4

.

16

Κατὰ τὸν αὐτὸν δὲ χρόνον Μέτελλος ἐν Ἱσπανίᾳ πρὸς Κελτοὺς Ἴβηρας ἐμαχέσατο γενναίως. Καὶ παραδίδωσι τήν τε ἀρχὴν καὶ τὸν πόλεμον Πομπηίῳ. Εἶτ’ ἐφεξῆς αὐτός τε καὶ Πομπήιος καὶ Κύντος Σκηπίων ἐπὶ τὸν Πουρίαθον ἐξεπέμφθησαν, ὃς ἐν τῇ Λυσιτανίᾳ κατὰ
5Ῥωμαίων ἤρξατο πόλεμον καὶ τοὺς Ἱσπανοὺς ἀνηρέθισε, τέταρτον ἤδη καὶ δέκατον ἔτος ἡσυχάσαντας. Ἦν δὲ ὁ Πουρίαθος ποιμὴν, εἶτα λῃστρικὸν μετῆλθε βίον· τελευτῶν δὲ εἰς τοῦτο ἦλθε παρανοίας, ὡς ἐν νῷ λαβεῖν ἐλευθερῶσαι δύνασθαι τοὺς Ἱσπανοὺς ἀπὸ τῶν Ῥω‐ μαίων. Ὁ μὲν οὖν ὑπὸ τῶν οἰκείων ἀνῃρέθη. Σκηπίων δὲ τοῖς ἀνε‐
10λοῦσι, μισθὸν ἐπαγγέλλουσιν, ἀπεκρίνατο μηδαμῶς ἀρέσκειν Ῥωμαί‐ οις ἀναιρεῖσθαι τὸν ἡγούμενον ὑπὸ τῶν ὑπηκόων.

4

.

17

Πομπήιος δὲ τῇ πρὸς Νουμαντίνους ἡττηθεὶς μάχῃ σπονδὰς ἐπονειδίστους ἐποιήσατο. Καὶ Ὁστίλιος δὲ Μαγκῖνος ὁ μετ’ αὐτὸν ὕπατος, ἐπαναλαβὼν τὴν μάχην, χαλεπώτερόν τε ἡττηθεὶς ἢ Πομ‐ πήιος, ἐπὶ σπονδαῖς ἀνεχώρησεν αἰσχροτέραις, ὡς τὸν δῆμον τὸν τῶν
5Ῥωμαίων μήτε δέξασθαι τὰς σπονδὰς καὶ τὸν Μαγκῖνον παραδοῦναι
τοῖς πολεμοίοις, πεισόμενον ὅ τι ἂν αὐτοῖς δοκῇ. Ἐν τοσαύτῃ τοίνυν ἀτιμίᾳ διπλῇ καὶ ἥττης καὶ συνθήκης ἐκπέμπεται Σκιπίων ὁ καλού‐ μενος Ἀφρικανὸς μετὰ τῆς ὑπατικῆς ἐξουσίας. Οὗτος πρότερον μὲν ἐπεμελήθη τῆς στρατιᾶς, ὑπὸ τοῖς προτέροις ἡγεμόσι διεφθαρμένης,49
10γυμνασίοις τε αὐτοὺς καταμελετῶν καὶ χωρὶς ὠμότητος καὶ τιμωρίας εἰς τὸ δέον ἐπαναγαγών. Ὡς δὲ ἥρμοσε τοὺς ἄνδρας, ἐπῆλθε τῶν πό‐ λεων ταῖς ἀποστάσαις, καὶ τοὺς μὲν σφᾶς αὐτοὺς παραδόντας, τοὺς δὲ πολιορκίαις ὑπηγάγετο. Τελευταῖον δὲ ἐπὶ τὸ κεφάλαιον ἦλθε τοῦ πολέμου, τὴν Νουμαντίαν, καὶ προςκαθεσθεὶς λιμῷ τε πιέσας τοὺς
15ἔνδον, τήν τε πόλιν εἷλε καὶ κατέσκαπτε καὶ τὸ ἔθνος ἅπαν ἀπέδωκε τῇ Ῥώμῃ.

4

.

18

Ἐν τούτω τῷ χρόνῳ τελευτᾷ τῆς Ἀσίας ὁ βασιλεὺς Ἄτταλος ὁ Εὐμενοῦς ἀδελφὸς, κληρονόμῳ χρησάμενος τῷ δήμῳ Ῥωμαίων, καὶ γίγνεται κύριος τῆς Ἀσίας ὁ δῆμος καὶ τῷ τῆς διαδοχῆς δικαίῳ.

4

.

19

Καὶ Βροῦτος δὲ κατὰ Γάλλων καὶ Λυσιτανῶν ἐνδοξότατα ἐθριάμβευσε καὶ Σκιπίων κατὰ Νουμαντίνων, τεσσαρεςκαίδεκα ἔτεσιν ὕστερον τοῦ κατὰ Ἄφρων θριάμβου.

4

.

20

Κατὰ τοῦτον τὸν χρόνον Ἀριστόνικος, ἐκ παλλακῆς παῖς Εὐμενοῦς, ὃς ἦν ἀδελφὸς Ἀττάλου, πόλεμον ἤρατο πρὸς Ῥωμαίους ἐπὶ τῆς Ἀσίας αὐτῆς. Καὶ πεμφθεὶς ἐπ’ αὐτὸν Λικίνιος Κράσσος μετὰ πολλοῦ συμμαχικοῦ· Νικομήδης τε γὰρ Βιθυνίας βασιλεὺς καὶ
5Μιθριδάτης ὁ Πόντου, πρὸς ὃν μικρὸν ὕστερον μέγιστος καὶ πολυ‐ χρόνιος συνέστη πόλεμος, καὶ Ἀριαράθης ὁ Καππαδοκίας καὶ Πυ‐ λαιμένης ὁ Παφλαγονίας ἐπίκουροι παρῆσαν· ἡττήθη δὲ ὁ Κράσσος καὶ ἔπεσεν ἐν τῇ παρατάξει. Καὶ τὴν μὲν κεφαλὴν ἀποτεμόντες οἱ δορυφόροι προςεκόμισαν Ἀριστονίκῳ, τὸ σῶμα δὲ ἐκεῖνος προςέταξε
10ταφῆναι, καὶ ἡ Σμύρνα τὸν τάφον ἐδέξατο. Ἐκδέχεται δὴ καὶ τὴν
ἀρχὴν καὶ τὸν πόλεμον ὁ ὕπατος Περπερνᾶς, καὶ τὰ πεπραγμένα γνοὺς ἠπείχθη πρὸς τὴν Ἀσίαν, καὶ, νικήσας τὸν Ἀριστόνικον μάχῃ, κατέκλεισεν ἐν Στρατονίκῃ τῇ πόλει. Πολιορκίᾳ δὲ καὶ ταύτην κἀ‐ κεῖνον ἑλὼν, ἐπανιὼν ἐπὶ τὴν Ῥώμην ἐτελεύτησε. Ῥωμαῖοι δὲ τὸν50
15Ἀριστόνικον δήσαντες εἶτα ἀπέπνιξαν.

4

.

21

Μετὰ τοῦτον ἧκε τὰ τῆς ὑπατείας ἐπὶ Λούκιον Δίλιον Μέτελ‐ λον καὶ Τίτον Κύντιον Φλαμίνιον. Κατὰ τοῦτον Ῥωμαῖοι τὸν ἐνιαυ‐ τὸν προςέταξαν οἰκοδομηθῆναι τὴν Καρχηδόνα τὴν νῦν ἔτι φαινομέ‐ νην, δύο καὶ εἴκοσι ὕστερον ἔτεσι μετὰ τὴν ὑπὸ Σκιπίωνος κατασκα‐
5φὴν, [καὶ] ἔπεμψαν εἰς αὐτὴν ἐξ αὑτῶν ἀποίκους.

4

.

22

Ἑξακοσιοστῷ δὲ καὶ εἰκοστῷ ἑβδόμῳ τῆς πόλεως ἔτει Γάϊος Κάσιος Λογγῖνος καὶ Σέξτιος Δομίτιος Ἀλβῖνος ὕπατοι τοῖς ὑπὲρ τὰς Ἄλπεις Γάλλοις ἐπήγαγον πόλεμον καὶ τὴν μεγίστην αὐτῶν πό‐ λιν Ἀράβενναν περιεκαθέσθησαν. Ἡγεῖτο δὲ Γάλλων Βιτούιος. Μα‐
5χεσάμενοι τοίνυν περὶ τὸν Ῥοδανὸν ποταμὸν, πολὺν μὲν αὐτῶν στρα‐ τὸν ἀνεῖλον, τοσαύτης δὲ ἐπελάβοντο λείας, ὥςτε ἐκ τῶν στρεπτῶν, οὓς ἐπὶ τῶν τραχήλων εἶχον οἱ πολέμιοι, πολύν τινα χρυσίου σταθμὸν εἰςπέμψαι Ῥωμαίοις. Βιτούιος δὲ ὁ στρατηγὸς ἁλοὺς μέρος ἐγένετο τοῦ θριάμβου· καὶ ἐπὶ τούτοις τοῖς ἔργοις ἑκάτερος τῶν ὑπάτων ἐθρι‐
10άμβευσεν.

4

.

23

Ἐντεῦθεν Πόρκιος Κάτων καὶ Κύντος Μάρκιος Ῥὴξ δέχονται τὴν ἀρχὴν ἑξακοσιοστοῦ καὶ τριακοστοῦ τῆς πόλεως ἔτους. Οὗτοι κατήγαγον ἀποικίαν εἰς Γάλλους Νάρβωνα δειμάμενοι πόλιν. Καὶ μικρὸν ὕστερον οἱ μετὰ τούτους ὕπατοι Κύντος Καικίλιος Μέτελλος
5καὶ Κύντος Μούκιος Σκαιβολᾶς κατὰ Δαλματῶν ἐθριάμβευσαν.

4

.

24

Εἶτα πολλοῖς ὕστερον χρόνοις ὁ ὕπατος Κάτων, κατὰ Σκορ‐
δίσκων κινήσας πόλεμον, ἡττήθη τε αἰσχρῶς καὶ ἀπεχώρησε.51

4

.

25

Γαΐου δὲ Καικιλίου Μετέλλου καὶ Γνέου Κάρβωνος ὑπάτων γενομένων, οἱ ἀδελφοὶ Μέτελλοι κατὰ τὴν Ῥώμην ἐθριάμβευσαν, ὁ μὲν κατὰ Σαρδῶν, κατὰ Θρᾳκῶν δὲ ἕτερος. Τότε φήμην κατέλαβε Ῥωμαίους Γάλλων τοὺς καλουμένους Κίμβρους ἔφοδον κατὰ τῆς
5Ἰταλίας ποιήσασθαι.

4

.

26

Κατὰ τὸν αὐτὸν χρόνον, ἤδη Πουβλίου Σκιπίωνος τοῦ Νασί‐ κου καὶ Πουβλίου Καλπουρνίου Βηστίου τὴν ἀρχὴν ὑποδεξαμένων, ὁ πρὸς Ἰουγούρθαν τὸν Νουμίδην ἤρξατο πόλεμος, αἰτίαν ἔχων τὸν Ἱεμψάλου καὶ Μικίψου φόνον, οἳ παῖδες ἦσαν τοῦ βασιλεύσαντος
5Νουμίδων Μικίψου, φίλου καὶ συμμάχου Ῥωμαίων. Ἐπὶ τοῦτον ὕπα‐ τος πέμπεται Καλπούρνιος· καὶ διαφθαρεὶς χρήμασιν αἰσχρότατα πρὸς τὸν Ἰουγούρθαν ἐσπείσατο. Ταύτας οὖν ὁ δῆμος ἀκυρώσας τὰς σπονδὰς, πέμπει τὸν ἑξῆς ὕπατον Σπούριον Ποστούμιον Ἀλβῖνον· ἀλλὰ καὶ οὗτος, τῷ ἀδελφῷ τὸ ἔργον ἐπιτρέψας, οὐκ ἀγαθὸν ἔσχε
10τῆς μάχης τὸ τέλος.

4

.

27

Τρίτος ἐξαποστέλλεται Κύντος Καικίλιος Μέτελλος, καὶ τὴν στρατιὰν ἐξ ἀτόπου μελέτης, τῆς ὑπὸ τοῖς προτέροις ὑπάτοις, πρὸς τὸ δέον ἁρμόσας ἐπιεικῶς πάνυ, πολλαῖς τὸν Ἰουγούρθαν ἐνίκησε μάχαις· καὶ τούς τε ἐλέφαντας κατέσφαξεν, οὐκ ὀλίγους ζῶντας
5ἑλὼν, τῶν τε πόλεων αὐτῷ προεχώρησαν αἱ πλείους. Πρὸς αὐτῷ δὲ ὢν τῷ τέλει παύεται τῆς ἀρχῆς ὑπὸ Μαρίου. Γενόμενος δὲ ἐν τοῖς πράγμασιν ὁ Μάριος Ἰουγούρθαν καὶ Βόκχον, τὸν βασιλέα τῶν Μαύ‐ ρων, σύμμαχον τῷ Ἰουγούρθᾳ γεγενημένον, ἐνίκησε μάχῃ. Καὶ τοῦ μὲν Βόκχου περιέκοψε τὰς δυνάμεις, Ἰουγούρθαν δὲ, ἐκδοθέντα παρ’
10αὐτοῦ τοῖς Ῥωμαίοις, ἐξέπεμψε δι’ ἀνδρὸς ἀρίστου Σύλλου, ταμίου τότε ὄντος αὐτῷ τῶν δημοσίων χρημάτων. Μετὰ δὲ ταύτης τῆς νί‐ κης καὶ ἑτέρα συνέβη. Ἰούνιος γὰρ Σιλανὸς, ὁ Μετέλλου συνύπατος,
Κίμβρους νικήσας καὶ Μινούκιος Ῥοῦφος τοὺς Κορδίσκους καὶ Τρι‐ βαλλοὺς καὶ Σερβίλλιος Σκιπίων τοὺς Λυσιτανοὺς, ἐπανῆκον. Θρίαμ‐52
15βοι μὲν κατὰ Ἰουγούρθου καὶ τῷ Μετέλλῳ καὶ τῷ Μαρίῳ παρὰ τῆς πόλεως ἐψηφίσθησαν, ὧν ἐφάνη λαμπρότερος ὁ Μαρίου, Ἰουγούρθαν σὺν τοῖς δύο παισὶ πρὸ τοῦ ἅρματος ἔχων, ὃν δεσμωτηρίῳ παραδόντες οἱ Ῥωμαῖοι διεχρήσαντο.

5

t

ΒΙΒΛΙΟΝ Εʹ.

5

.

1

Ὅτε δὲ ὁ πρὸς Ἰουγούρθαν ἐπράττετο πόλεμος, πολλαῖς ἑτέραις μάχαις ἐκράτουν Ῥωμαῖοι διὰ τῶν ὑπάτων. Μανίλιος γὰρ καὶ Σκιπίων Κίμβρους καὶ Τεύτονας καὶ Τουγούρους καὶ Ἄμβρονας· ἔθνη δέ ἐστι ταῦτα Γερμανῶν τε καὶ Γάλλων· κατεπολέμησαν. Οὗτοι μετὰ τοσαύ‐
5της ἐπανέστησαν τῷ δήμῳ στρατιᾶς, ὅση ἤνεγκε φόβον οὐχ ἥττω τῆς Ἀννίβου τυραννίδος. Περὶ αὐτῆς γοῦν ἔδεισαν Ῥωμαῖοι τῆς πόλεως. Πολλάκις γοῦν συμμίξαντες καὶ πολλάκις ἡττηθέντες ἔμενον ἔτι πο‐ λέμιοι· ἀλλὰ Μάριος μετὰ τὴν κατὰ Ἰουγούρθα νίκην ἐπὶ Κίμβρους καὶ Τεύτονας ἐξεπέμφθη. Καὶ παρασυρομένου τοῦ πολέμου, τρίτον
10τε αὐτῷ καὶ τέταρτον ἐπισυνήφθη τὰ τῆς ἀρχῆς τοῦ ὑπάτου. Κατὰ δὲ τὴν τετάρτην ὑπατείαν κοινωνὸς αὐτῷ ἦν τῆς ὑπατείας Κύντιος Λουτάντιος Κατοῦλος. Ἄμφω τοίνυν συνέμιξαν τοῖς Κίμβροις, καὶ δύο νικῶσι μάχας οὕτω σφοδρῶς, ὡς εἴκοσι μὲν μυριάδας ἀνδρῶν πεσεῖν, αἰχμαλώτων δὲ ὀκτὼ γενέσθαι καὶ προςέτι Τευτόβολον τὸν στρατη‐
15γὸν τῶν πολεμίων. Ὑπὲρ ταύτης οὖν τῆς νίκης καὶ πέμπτον αὐτῷ τὰ τῆς ἀρχῆς ἐψηφίσθη, καὶ ταῦτα ἀπόντι.

5

.

2

Οὐ μὴν ἡσύχασαν Κίμβροι καὶ Τεύτονες, ἀλλ’ ἔτι τῷ πλήθει κρατοῦντες· οὐχ ἧττον γὰρ ἦν τοῦ διεφθαρμένου τὸ λειπόμενον· τὰ σφέτερα αὐτῶν ἀφέντες περιῆλθον ἐπὶ τὴν Ἰταλίαν. Ὑπὸ τῶν αὐτῶν
δὲ αὖθις, Μαρίου τε καὶ Κατούλου, κατεπολεμήθησαν. Ἔνθα δὴ καὶ53
5λαμπρότερον ἐγένετο τὸ ἔργον Κατούλου. Καὶ πίπτουσιν ἐν τῇ τε‐ λευταίᾳ μάχῃ δέκα καὶ τέσσαρες ἀνδρῶν μυριάδες, ἓξ δὲ αἰχμαλώ‐ των ἄγονται, τριακοσίων μόνον ἐκ τοῦ ῥωμαϊκοῦ πεσόντων στρατοῦ. Στρατιωτικὰ δὲ σημεῖα ὑπὸ Ῥωμαίους ἐγένοντο τρία καὶ τριάκοντα· ὧν ἓν μὲν καὶ τριάκοντα εἷλον οἱ ὑπὸ Κατούλῳ μαχόμενοι, δύο δὲ
10ὧν ἡγεῖτο Μάριος· ἑκάτεροι δὲ ὅμως ἐθριάμβευσαν.

5

.

3

Τῷ δὲ ἑξακοσιοστῷ καὶ πεντηκοστῷ καὶ ἐνάτῳ τῆς πόλεως ἔτει τὴν μὲν ὕπατον εἶχον ἀρχὴν Σέξτος Ἰούλιος Καῖσαρ καὶ Λούκιος Μάρ‐ κιος Φίλιππος, σχεδὸν δὲ ἅπας ἡσύχαζε πόλεμος. Ἀλλ’ ἐξαίφνης Πικένται καὶ Πελίγνοι, ἀστασιάστως τὸν παρελθόντα ἅπαντα χρόνον
5ὑπακούσαντες Ῥωμαίοις, ἀπεθρασύνοντο καὶ τὸ ἴσον αὐτοῖς ὑπάρχειν ἐβούλοντο πρὸς τὸν δῆμον. Ἐγένετο τοίνυν βαρὺς οὗτος πόλεμος, ὡς καὶ τὸν ὕπατον ἐν αὐτῷ πεσεῖν, ἄριστον ἄνδρα, Πούβλιον Ῥουτί‐ λιον, Σκιπίωνά τε τῶν ἐπιφανῶν νεανίσκον καὶ Πόρκιον Κάτωνα, καὶ αὐτὸν ὕπατον. Ἡγοῦντο δὲ τοῦ στρατοῦ τῶν πολεμίων, Πικέντων καὶ
10Μάρσων, Τίτιος Βήττιος, Ἱέριος Ἀσάνιος, Τίττος Ἐρρέννιος, Αὖλος Κλουέντιος. Οὗτος ὁ θόρυβος ἐποίησε Μάριον ἕκτην δέξασθαι τὴν ὕπατον ἀρχήν· τὸ δὲ ἔργον ἐπράχθη παρὰ Πομπηίου τε καὶ Σύλ‐ λου, τῇ μάχῃ καὶ αὐτῶν ἐπιστατούντων· Σύλλας γοῦν Κλουέντιον, τὸν μαχιμώτατον τῶν ἐναντίων στρατηγὸν, μετὰ πάσης τῆς δυνάμεως
15εἷλε τέσσαρσιν ἐνιαυτοῖς, ἀεί τε συμπλεκόμενος καὶ νικῶν ἐν τῷ παντὶ χρόνῳ φαίνεται μόνον ἕνα τῶν οἰκείων ἀποβαλὼν στρατιώτην. Πεντεκαιδεκάτῳ μὲν οὖν ἔτει τέλος ἔσχεν οὗτος ὁ πόλεμος, τοῦ Σύλ‐ λου κατορθώσαντος αὐτὸν ἐν ὑπατικῇ λοιπὸν ἐξουσίᾳ· τὰ γὰρ πρότε‐
ρα πραίτωρ ἐτύγχανεν εἰργασμένος.54

5

.

4

Τῷ δὲ ἑξακοσιοστῷ καὶ ἑβδομηκοστῷ καὶ δευτέρῳ τῆς πόλεως ἔτει πρῶτος ἐμφύλιος ἀνεφύη πόλεμος, καὶ κατὰ τὸν αὐτὸν τοῦτον ἐνιαυτὸν ὁ πρὸς Μιθριδάτην, μέγιστος εἴπερ τις ἕτερος. Ὁ μὲν οὖν ἐμφύλιος αἰτίαν ἔσχε τήνδε. Μάριος, ἐπὶ τὴν ἕκτην ὑπατείαν κληθεὶς,
5συνύπατον ἔσχε τὸν Σύλλαν, ᾧ τὰ πρὸς Μιθριδάτην ἀπεκληρώθη. Τοῦ Σύλλου δὲ περὶ τὴν Καμπανίαν διατρίβοντος· ἐβούλετο γὰρ ὁδοῦ πάρεργον ποιήσασθαι τὴν τῶν ἰταλικῶν ἐπανόρθωσιν πραγμά‐ των καὶ τὰ λείψανα τῆς παλαιᾶς ἀνελεῖν στάσεως, ὁ Μάριος πείθει τὸν δῆμον ἐπ’ αὐτὸν μεταθεῖναι τὴν μιθριδατικὴν μάχην. Καὶ συνήρ‐
10γησεν αὐτῷ πολὺς ὢν ἤδη λοιπὸν ὁ περὶ Μιθριδάτου λόγος ὡς ἤδη τήν τε Ἀσίαν καὶ τὴν Ἀχαΐαν κατειληφότος. Τοῦτο πρὸς ὀργὴν ἐκίνησε τὸν Σύλλαν, καὶ μετὰ τοῦ στρατεύματος εἰς τὴν Ῥώμην ἐπανῆκε· καὶ εἰς χεῖρας ἀφικνεῖται Μαρίῳ τε καὶ Σουλπικίῳ. Πρῶ‐ τος δὲ μεθ’ ὅπλων οὗτος ἐπὶ τῆς πόλεως ὤφθη. Μάριος μὲν οὖν, τοῦ
15Σουλπικίου πεσόντος, διεσώθη φυγών· Σύλλας δὲ, χειροτονήσας τοὺς τοῦ μέλλοντος ἔτους ὑπάτους, Γνέον τε Ὀκτάβιον καὶ Λούκιον Κορ‐ νήλιον Κίνναν, ὥρμησε πρὸς τὴν Ἀσίαν.

5

.

5

Μεταξὺ γὰρ ὁ Μιθριδάτης, τοῦ τε Πόντου κρατῶν καὶ τῆς Μικρᾶς καλουμένης Ἀρμενίας καὶ πάσης τῆς Ποντικῆς θαλάσσης τῆς κύκλῳ τοῦ Βοσπόρου, Νικομήδην ἐπειρᾶτο, φίλον ὄντα καὶ σύμ‐ μαχον Ῥωμαίων, τῆς Βιθυνίας ἐκβάλλειν, τῷ τε δήμῳ προηγόρευσε
5τῷ Ῥωμαίων ὑβρισμένος ἀμύνεσθαι τὸν Νικομήδην, οὐκ αὐτοῖς ἀντιτ‐ τατόμενος. Ὁ μὲν οὖν δῆμος ἀπεκρίνατο πόλεμον αὐτὸν ἐφ’ ἑαυτῷ κινήσων ῥωμαϊκὸν, εἰ μὴ Νικομήδους ἀποσταίη. Βαρέως δὲ ἐνεγκὼν ὁ Μιθριδάτης ἔπεισε Καππαδόκας, καὶ τὸν Ἀριοβαρζάνην, ὑπόσπονδον ὄντα Ῥωμαίοις, ἐξέβαλε τῶν βασιλείων. Εἶτα μετέστησε τὴν στρατιὰν
10εἰς Βιθυνίαν τε καὶ Παφλαγονίαν, καὶ τοὺς ἐκεῖ βασιλεύοντας ἐξήλασε, Ῥωμαίων ὄντας ὑπηκόους τε καὶ φίλους, Πυλαιμένην τε καὶ Νικομή‐ δην. Ἐκεῖθεν ἐπὶ τὴν Ἔφεσον ἔσχε τὸν δρόμον, καὶ προγράμματι τοὺς καταλαμβανομένους ἐπὶ τῆς Ἀσίας Ῥωμαίους ἀναιρεθῆναι προςέ‐
ταξε.55

5

.

6

Προςετέθη δὲ αὐτῷ καὶ ἡ τῶν Ἀθηναίων πόλις, Ἀρίστωνος αὐ‐ τὴν τοῦ Ἀθηναίου προπιόντος. Ἐπραγματεύετο γὰρ ἤδη τῆς Ἀχαΐας τὴν κτῆσιν, Ἀρχέλαον ἐκπέμψας σὺν ἑκατὸν καὶ εἴκοσι χιλιάσι πεζῶν τε καὶ ἱππέων, καὶ ὃς ἅπασαν αὐτῷ προςηγάγετο τὴν Ἑλλάδα. Σύλ‐
5λας τοίνυν, τῷ Πειραιεῖ προςκαθεσθεὶς, τὰς μὲν Ἀθήνας εἷλεν· ἐπεξ‐ ελθὼν δὲ Ἀρχελάῳ καὶ συμμίξας, μετὰ τοσαύτης ἐκράτησε περιου‐ σίας, ὥςτε δέκα μὲν Ἀρχελάῳ διασωθῆναι χιλιάδας ἐκ τῶν ἑκατὸν εἴκοσι, τοῦ δὲ ῥωμαϊκοῦ στρατεύματος τρεῖς καὶ δέκα μόνον ἄνδρας πεσεῖν. Ἀλλ’ ὁ Μιθριδάτης, τὴν Ἀρχελάου δυςπραγίαν γνοὺς, ἀπέ‐
10στειλεν ἑβδομήκοντα χιλιάδας αὐτῷ, τοὺς ἀρίστους ἐκ τῆς Ἀσίας ἐπιλεξάμενος. Γίγνεται δὴ δευτέρα συμπλοκὴ, καὶ οὐ μετὰ τῆς ἴσης ἑκάτεροι διεκρίθησαν τύχης. Ἡττᾶται γὰρ Ἀρχέλαος, καὶ πίπτουσιν αὐτοῦ δεκαπέντε χιλιάδες, καὶ πρὸς Διογένης ὁ Ἀρχελάου παῖς· αὐ‐ τὸς δὲ ἐν τοῖς πλησίον ἕλεσιν τρεῖς διαλαθὼν ἡμέρας ἐσώθη. Ταῦτα
15τὸν Μιθριδάτην ἠνάγκασε περὶ σπονδῶν ποιήσασθαι πρὸς τὸν Σύλλαν λόγους, ἑτέρους ἤδη κατορθοῦντα πολέμους.

5

.

7

Σκορδίσκους γὰρ καὶ Δαλμάτας καὶ Δαρδάνους τοὺς μὲν χερσὶ, τοὺς δὲ φόβῳ συνῆψε Ῥωμαίοις. Ἔνθα δὴ καὶ οἱ τοῦ Μιθριδάτου παραγενόμενοι πρέσβεις τὰ παρὰ τοῦ βασιλέως ἀπήγγειλαν. Ὁ δὲ οὐ πρότερον ἔφη περὶ σπονδῶν ἀκούσεσθαι, πρὶν ἂν ἀπολιπὼν ἅπασαν ἢν
5ἐφόδῳ κατέσχε γῆν ἐπὶ τὴν προτέραν αὐτοῦ βασιλείαν ἐπανέλθοι. Ἐπεὶ δὲ καὶ εἰς λόγους ἦλθεν ὁ Μιθριδάτης αὐτῷ, τῶν ἐμφυλίων αὐτὸν καλούντων θορύβων, ἔδωκε τὰς σπονδάς· ἠβούλετο γὰρ τὰ πολιτικὰ καθιστὰς μηδέποτε κατόπιν αὐτοῦ πολέμιον ἔχειν. Εὐθὺς οὖν ἐπὶ τὴν πόλιν ἔδραμεν, ἤδη τοῦ Μαρίου καὶ Κίννου, ὃν ὕπατον ὁ Σύλλας
10ἐχειροτόνησε, συμπνευσάντων ἀλλήλοις καὶ πολλὰ κατὰ τὴν Ῥώμην ἐργασαμένων. Πολλοὺς γὰρ τῶν συγκλητικῶν διεχρήσαντο καὶ πολ‐ λῶν τὰς οὐσίας ἐδήμευσαν, τὴν οἰκίαν τε τοῦ Σύλλου καθελόντες καὶ ἀνατρέψαντες, τὴν γαμετὴν καὶ τοὺς παῖδας εἰς φυγὴν ἔτρεψαν. Ἀμέλει τῆς συγκλήτου τὸ λειπόμενον ἐπὶ τὸν Σύλλαν ὥρμησεν, ὥςτε
15βοηθῆσαι τοσούτῳ κακῷ. Παραγενόμενος οὖν εἰς τὴν Ἰταλίαν ὁ Σύλ‐ λας Νορβανὸν καὶ Σκιπίωνα τοὺς ὑπάτους, οἳ κατὰ τὴν Μαρίου ταρα‐ χὴν ἐκεχειροτόνηντο, μάχῃ ἐνίκησε, πρῶτον μὲν Νορβανὸν περὶ τὴν Καπύην, οὗ χιλιάδας μὲν διέφθειρεν ἓξ, εἷλε δὲ τοσαύτας ἑτέρας, δεύτερον δὲ τὸν Σκιπίωνα, ὃς καὶ παρέδωκεν ἑαυτὸν σὺν τῷ στρα‐56
20τεύματι.

5

.

8

Γενομένων δὲ ἑτέρων κατὰ τὴν Ῥώμην ὑπάτων, Μαρίου τε τοῦ παιδὸς καὶ Παπιρίου Κάρβωνος, τὸν Μάριον καταπολεμήσας καὶ πεντεκαίδεκα χιλιάδας αὐτοῦ διαχρησάμενος, κατέλαβε τὴν πόλιν, ἐπακολουθῆσαί τινας φεύγοντι τῷ Μαρίῳ κελεύσας ἐκ τοῦ στρατεύ‐
5ματος, οὓς δείσας ἐκεῖνος ἐπήγαγεν ἑαυτῷ τελευτήν. Ἐν δὲ ταύταις πάσαις ταῖς μάχαις τῇ μὲν πρὸς τοὺς προτέρους ὑπάτους τέσσαρας καὶ εἴκοσι μόνους ἐκ τῆς αὐτοῦ στρατιᾶς ἀπώλεσεν ὁ Σύλλας, τῇ δὲ πρὸς τοὺς ἑτέρους τεσσαράκοντα. Μετὰ δὲ ταῦτα γίγνεται καὶ ἑτέρα μάχη τῷ Σύλλᾳ πρὸς Λαμπώνιον καὶ Καρινάτην, στρατηγοὺς τοῦ Μαρίου,
10κατ’ αὐτῆς τῆς Ῥώμης τὰ προπύλαια, ὅθι περ ἡ Κυλλήνη καλου‐ μένη πύλη. Ἀντεττάτοντο δὲ αὐτῷ χιλιάδες ἑβδομήκοντα. Τούτων δώδεκα μὲν εὐθὺς προςεχώρησαν τῷ Σύλλᾳ, οἱ λοιποὶ δὲ οἱ μὲν κατ’ αὐτὴν τὴν παράταξιν, οἱ δὲ φεύγοντες, οἱ δὲ πρὸς τὰς παρεμβολὰς καταφεύγοντες ἀνῃρέθησαν· καὶ κόρος οὐκ εἶχε τοὺς φονεύοντας. Ἐν‐
15ταῦθα δὴ καὶ ὁ Κάρβων, ὁ τῶν ὑπάτων ἕτερος, φεύγει πρὸς τὴν Σικε‐ λίαν, κἀκεῖ δέχεται τὴν τελευτὴν ὑπὸ τοῦ Πομπηίου. Τοῦτον γὰρ ὁ Σύλλας, νέον ἔτι καὶ πρῶτον ἔτος ἄγοντα πρὸς τοῖς εἴκοσι, πολλάκις ἀριστεύσαντα τεθεαμένος, ἐπέστησε τῷ κατὰ Σικελίαν στρατῷ, καὶ πάσης ἐκράτησε τῆς νήσου μετὰ τὴν Κάρβωνος σφαγήν. Δεύτερος
20οὖν ἐπεκαλεῖτο Σύλλας.

5

.

9

Ἀπὸ δὲ τῆς Σικελίας ἐπὶ τὴν Ἀφρικὴν διαπλεύσας συμπλέκεται Δομιτίῳ· Μαρίου καὶ οὗτος ἦν στρατηγός· καὶ αὐτόν τε ἀναιρεῖ καὶ
τὸν Ἱέρδαν, Μαύρων βασιλεύοντα, συμμαχοῦντα τῷ Δομιτίῳ. Ὡς οὖν καὶ τῶν ἐμφυλίων κεκρατηκὼς ὁ Σύλλας τὸν κατὰ Μιθριδάτου θρί‐57
5αμβον ἀπεπλήρωσε, καὶ Πομπήιος δὲ πρῶτος τοῦτο λαχὼν ἐν νεότητι τὸ γέρας, εἰκοστῷ καὶ τετάρτῳ τῆς ἡλικίας ἔτει κατὰ τῶν Ἄφρων ἐθριάμβευσεν. Οὕτως ἐτελεύτησαν ὅ τε ἰταλικὸς πόλεμος καὶ ὁ ἐμφύ‐ λιος πόλεμος, ἐπὶ δεκάτῳ ἐκταθέντες ἐνιαυτῷ, ὀλεθριώτατοι γενόμε‐ νοι τῇ Ῥώμῃ. Κατ’ αὐτοὺς γὰρ ἀπέβαλον ἑκατὸν καὶ πεντήκοντα
10χιλιάδας ἀνδρῶν ὁπλιτῶν, εἴκοσι δὲ καὶ τέσσαρας ὑπατικοὺς ἄνδρας, ἑπτά τε πραιτωρίους, αἰδιλικίους ἑξήκοντα, συγκλητικοὺς δὲ ἀμφὶ τοὺς διακοσίους. Ἡ δὲ τῶν αἰδιλικίων ἀρχή τις ἦν, ἧς πρώτης οἱ παριόντες ἐπὶ τὰ πράγματα τῆς πόλεως ἐτύγχανον.

6

t

ΒΙΒΛΙΟΝ ϛʹ.

6

.

1

Μάρκου Αἰμιλίου Λεπίδου καὶ Κύντου Κατούλου γενομένων ὑπάτων καὶ τῆς πολιτείας ὑπὸ τοῦ Σύλλου πεφυλαγμένης, καινοὶ πό‐ λεμοι πανταχόθεν ἐξανέστησαν, ἐν μὲν ταῖς Ἱσπανίαις Σερτωρίου νεω‐ τερίσαντος, ὃς τῆς Μαρίου συμμορίας ἦν, καὶ τοὺς Ἱσπανοὺς εἰς ὅπλα
5κινήσαντος, δείσαντος μὴ ταὐτὰ πάθῃ τοῖς λοιποῖς τοῖς Μαρίῳ κεκοι‐ νωνηκόσιν, ἐν Παμφυλίαις δὲ καὶ Μακεδονίᾳ καὶ Δαλματίᾳ τῶν ἐνοί‐ κων τῆς γῆς κατὰ τοῦ δήμου στασιασάντων. Πέμπονται τοίνυν ἐπὶ μὲν τὸν Σερτώριον Κύντος Καικίλιος Μέτελλος, ὁ Μετέλλου παῖς τοῦ Ἰουγούρθαν νικήσαντος, καὶ Λούκιος Δομίτιος. Ἀλλ’ ὁ μὲν Δομίτιος
10συμμίξας ἀνῃρέθη, Μέτελλος δὲ ἀμφήριστον ἔσχε τὴν μάχην. Ἐπεὶ δὲ οὐκ ἐδόκει μόνος ἀρκεῖν, πέμπεται Πομπίλιος· καὶ διαφόρους ἔσχεν
ἡ μάχη τύχας, νῦν μὲν κρατοῦντος, νῦν δὲ ἡττωμένου Σερτωρίου. Διελθόντων δὲ ἐνιαυτῶν ὀκτωκαίδεκα Σερτώριος ὑπὸ τῶν οἰκείων ἀνῃ‐ ρέθη, καὶ Ἱσπανοὶ ἐντεῦθεν ἠρεμοῦντες διέμειναν.58

6

.

2

Τὸν ἐν Μακεδονίᾳ δὲ πόλεμον Ἄππιος Κλαύδιος κατώρθωσε, πολλοῖς ἔθνεσι μαχεσάμενος τοῖς τὴν Ῥοδόπην οἰκοῦσι. Νικήσαντα δὲ αὐτὸν ἀπήγαγε τοῦ βίου νόσος. Ὑποκαταστὰς δὲ αὐτῷ Γάϊος Σκρι‐ βώνιος Κουρίων Δαρδάνους τε ἐνίκησε καὶ πρὸς τὰς ὄχθας ἐχώρησε
5τοῦ ποταμοῦ τοῦ Ἴστρου· οὕτω τε ἐπανελθὼν ἐθριάμβευσεν.

6

.

3

Εἰς δὲ τὴν Παμφυλίαν Πούβλιος Σερβίλιος ἀφικόμενος Κιλικίαν τε ὑπηγάγετο καὶ Λυκίας τὸ πλεῖστον. Φασήλιδα γὰρ καὶ Ὄλυμ‐ πον καὶ Κώρυκον προςένειμε Ῥωμαίοις· Ἰσαύροις τε ἐπελθὼν ἠνάγ‐ κασε τὴν Ῥωμαίων δέξασθαι δεσποτείαν. Πρῶτός τε Ῥωμαίων τὸν
5Ταῦρον διῆλθε, καὶ, ὁδεύσας τὴν ὑπώρειαν, ἐπεκλήθη διὰ τὴν νίκην Ἰσαυρικὸς, ὡς δυςμαχώτατον ἔθνος νενικηκώς.

6

.

4

Τὰ δὲ ἐν Ἰλλυριοῖς Γάϊος Κοσκώνιος, ἀνθυπατικὴν ἐξουσίαν ἔχων, κατεστήσατο, Σάλωνας μὲν, μητρόπολιν τῆς Δαλματίας, κτη‐ σάμενος, τῷ πολέμῳ δὲ ἐπιθεὶς ἔτει δευτέρῳ τέλος.

6

.

5

Ἐν αὐτῷ δὲ τούτῳ τῷ χρόνῳ Μάρκος Αἰμίλιος Λέπιδος, ὁ τοῦ Κατούλου συνύπατος, τὴν ἐμφύλιον ἐπεχείρησεν ἀνακινῆσαι στάσιν, ἀλλὰ τοῦ προςιόντος θέρους καθῃρέθη, καὶ τὰ γενόμενα παρὰ τοῖς Ἰλλυριοῖς καὶ κατὰ τὴν πόλιν τάχους τε ἕνεκα καὶ τῶν ἔργων αὐ‐
5τῶν ἠξιώθη θριάμβων.

6

.

6

Καὶ Ῥώμῃ δὲ ἕκτον καὶ ἑβδομηκοστὸν ἐπὶ τοῖς ἑξακοσίοις ἔτος ἦν. Κατὰ δὲ τοῦτον τὸν καιρὸν ἐκτὸς μὲν Λούκιος Λούκουλλος καὶ Μάρκος Αὐρήλιος Κόττας ἦσαν ὕπατοι, Νικομήδης δὲ ὁ βασι‐ λεὺς τελευτῶν παρέπεμψε τὴν βασιλείαν Ῥωμαίοις. Μιθριδάτης δὲ,
5μικρὰ τῶν σπονδῶν φροντίσας, κατὰ τῆς Βιθυνίας καὶ Ἀσίας ἔφοδον
ἐμελέτησεν. Ἀμφοτέρων δὲ τῶν ὑπάτων ἐπ’ αὐτὸν ὁρμηθέντων, νῦν μὲν ἐκράτει, νῦν δὲ ἧττον εἶχε Ῥωμαίων. Καὶ Κόττας μὲν πρὸ Χαλ‐ κηδόνος τῆς ἐπὶ τῷ Βοςπόρῳ συμμίξας ἡττᾶται, καὶ καταφεύγει πρὸς τὸ ἄστυ. Μιθριδάτης δὲ, τὴν πολιορκίαν τρίβειν αὐτῷ τοὺς χρόνους59
10οἰηθεὶς, ἔδραμεν ἐπὶ τὴν Κύζικον, ὡς ὁρμητηρίῳ χρησόμενος αὐτῇ κατὰ πάσης τῆς Ἀσίας. Οὐ μὴν οἷον ἤλπισεν ἔσχε τέλος. Λούκουλ‐ λος γὰρ αὐτῷ προκαθεσθεὶς καὶ πολιορκοῦντα πολιορκήσας, λιμῷ τε πιέσας αὐτόν τε καὶ τὸ στρατόπεδον, συνελαύνει τὸν Μιθριδάτην εἰς τὸ Βυζάντιον, οὗ νῦν ἐστιν ἡ Κωνσταντινούπολις. Καὶ μετὰ ταῦτα,
15τοῖς στρατηγοῖς αὐτοῦ μαχεσάμενος, τὸ πολὺ διέφθειρε τοῦ στρατοῦ, ὡς ἑκατὸν ἀνδρῶν χιλιάδας πεσεῖν ὑφ’ ἑνὶ χειμῶνι καὶ θέρει.

6

.

7

Τῷ δὲ ἑξακοσιοστῷ καὶ ἑβδομηκοστῷ καὶ ὀγδόῳ τῆς πόλεως ἔτει, τὰ μακεδονικὰ μὲν ἐπετράπη Λικινίῳ Λουκούλλῳ· ἀνεψιὸς δὲ ἦν Λουκούλλου τοῦ πρὸς Μιθριδάτην πολεμοῦντος· ἐκινήθη δὲ κατὰ τὴν Ἰταλίαν πόλεμος καινός. Τέσσαρες γὰρ καὶ ἑβδομήκοντα τῶν
5ἐπὶ μονομαχίᾳ συνειλεγμένων ἡγεμόνας τοῦ τολμήματος ποιησάμενοι, Σπάρτακον καὶ Κρίζον καὶ Οἰνόμαον, ὀρύξαντες τὸ μονομαχικὸν θέατρον, ἀπέφυγον· καὶ πλανώμενοι κατὰ μικρόν τε ηὐξήθησαν, ὥςτε εἰς ἑξήκοντα χιλιάδας προελθεῖν, πολλούς τε Ῥωμαίων στρατηγοὺς καὶ δύο τῶν ὑπάτων ἀνελόντες οὐχ ἥττω καὶ φόβον καὶ κίνδυνον
10ἐπήγαγον Ῥωμαίοις ἤπερ Ἀννίβας, καὶ μόλις ὑπὸ Λικινίου Κράσ‐ σου, χειροτονηθέντος ὑπάτου, πολλαῖς περιβαλόντες τὴν Ῥώμην συμ‐ φοραῖς, ἔτει τρίτῳ τῆς ἀρχῆς τοῦ πολέμου, παντελῶς ἀπεσβέσθησαν.

6

.

8

Ἑξακοσιοστῷ δὲ καὶ ὀγδοηκοστῷ καὶ πρώτῳ τῆς πόλεως ἔτει, δὲ Κορνηλίου Λεντούλου καὶ Γνέου Φιλίου Ὀρέστου τὴν ἀρχὴν δε‐ ξαμένων, οἱ δύο πόλεμοι τὴν Ῥωμαίων ἐνώχλουν μόνοι, ὅ τε πρὸς Μιθριδάτην καὶ ὁ πρὸς Μακεδόνας· οἷς ἐπεστάτουν Λούκιός τε Λού‐60
5κουλλος καὶ Μάρκος Λούκουλλος. Ἀλλ’ ὁ μὲν Λούκιος μετὰ τὴν ἐν Κυζίκῳ μάχην, ἣν ἄρτι διηγησάμην, νικᾷ τε τοὺς ἡγεμόνας τοῦ Μι‐ θριδάτου ναυμαχίᾳ, καὶ, κατακολουθῶν ὄπισθεν, Παφλαγονίαν τε καὶ Βιθυνίαν ἀνεκτήσατο καὶ πρὸς τὸν Πόντον, ὃς ἦν τῆς Μιθριδάτου βα‐ σιλείας, τὸν δρόμον ἴθυνε, καὶ τὰς ἐπισήμους τοῦ Πόντου πόλεις, Σι‐
10νώπην τε καὶ Ἀμισσὸν, εἷλεν. Εἶτ’ ἐπισυνάψας τὴν μάχην περὶ Τά‐ βεραν τὴν πόλιν, μετὰ πολλοῦ πλήθους ἐκ πάσης αὐτοῦ τῆς βασι‐ λείας ἀντιπαραταξαμένου τοῦ Μιθριδάτου, οὗτος, πεντακιςχιλίοις μό‐ νοις ὁπλίταις χρώμενος, τριάκοντα διεχρήσατο χιλιάδας, καὶ, τρέ‐ ψας τὸν Μιθριδάτην εἰς φυγὴν, τῶν τε παρεμβολῶν ἐγένετο κύριος
15ἀφείλετό τε καὶ τῆς Μικρᾶς Ἀρμενίας αὐτόν. Τὸν μὲν οὖν φυγόντα Τιγράνης ὁ τῆς Ἀρμενίας ὑπεδέξατο βασιλεὺς, ἐπισημότατος τῶν πώ‐ ποτε τὴν χώραν κατασχόντων καὶ Πέρσας ἀεὶ νενικηκὼς καὶ τὴν Μεσοποταμίαν καὶ τὴν Συρίαν καὶ τὰ πλεῖστα τῆς Φοινίκης ὑφ’ ἑαυ‐ τὸν ἔχων.

6

.

9

Λούκουλλος δ’ ἐπεξελθὼν καὶ τῆς Τιγράνου βασιλείας κατε‐ φρόνησε καὶ τὴν μεγίστην αἴρει πόλιν Ἁρμοζιανὴν, εἶτα καὶ αὐτὸν
τὸν Τιγράνην ἐπιόντα μετὰ μὲν ὁπλιτῶν ἑπτακιςμυρίων καὶ πεντα‐ κοσίων, τρισὶ δὲ πλειόνων μυριάσι τοξοτῶν, αὐτὸς σὺν ὀκτακιςχιλίους61
5καὶ μυρίοις οὕτως ἐνίκησεν, ὡς ἅπασαν σχεδὸν διαφθαρῆναι τὴν Ἀρ‐ μενίων δύναμιν. Διαβὰς δὲ ἐπὶ τὴν Νίσιβιν, αἴρει τὴν πόλιν σὺν τῷ τοῦ βασιλέως ἀδελφῷ. Τῶν δὲ ὑπὸ Λουκούλλου καταλελειμμένων ἐπὶ φυλακῇ τῶν κτηθέντων ῥᾳθυμούντων ἅμα καὶ τῇ περὶ τὰ χρήματα σπουδῇ τὸ πλέον νεμόντων, αἰτία γίνεται τῷ Μιθριδάτῃ πάλιν ἐπι‐
10χειρῆσαι τῷ Πόντῳ. Καὶ παρασκευῆς ἐπεμελεῖτο εἰς πόλεμον. Οὐ μὴν ἀξιόχρεων τοῦτο ἐφάνη Λουκούλλῳ, τὴν κατὰ τῶν Περσῶν ἐπι‐ στράτευσιν ἀνακόψαι· κἂν ἔπραξέ τι κατ’ αὐτῶν γενναῖον, εἰ μὴ τῆς ἀρχῆς αὐτὸν ἔπαυσαν Ῥωμαῖοι.

6

.

10

Ὁ δὲ ἕτερος Λούκουλλος, ᾧ τὰ περὶ Μακεδονίαν ἐπετέτρα‐ πτο, πρῶτος ἐπήγαγε Βέσσοις πόλεμον, ἔθνει Θρᾳκῶν μαχιμωτάτῳ, καὶ κρατήσας αὐτῶν ἐν ταῖς ὑπωρείαις τοῦ Αἵμου ἀφείλετο καὶ τῆς πόλεως αὐτοὺς τῆς Οὐσκουδάμης· εἷλε δὲ καὶ τὴν Καβύλην, καὶ
5πρὸς αὐτὸν χωρήσας τὸν Ἴστρον, πολλὰς τῶν τοῦ Πόντου πόλεων ἐπολιόρκησεν, Ἀπολλωνίαν καὶ Κάλλαβον καὶ Παρθενόπολιν, Τόμους τε ἐπὶ ταύταις καὶ Ἱερὸν καὶ Βουρζάονα. Κατορθώσας τε οὕτω τὸν πόλεμον οἴκαδε ἐπανῆκεν. Καὶ θριαμβεύουσιν ἑκάτεροι Λούκουλλοι, ἐπιφανέστερον δὲ ὁ Μιθριδάτην νενικηκὼς ὡς ἐπὶ πολλαῖς ἅμα βασι‐
10λείαις ἃς καθηρήκει τὸν θρίαμβον ἄγων.

6

.

11

Ἀλλὰ τὰ μὲν Μακεδόνων οὐκέτ’ ἐκινεῖτο· Μιθριδάτης δὲ ἐν τοῖς αὐτοῖς ἦν ἔτι. Τὴν γὰρ ἀναχώρησιν Λουκούλλου καιρὸν αὑτοῦ ποιησάμενος συνέλεγε στρατείαν. Παρασκευαζομένου δὲ ἐκείνου, Κρῆ‐ τες ἐπανέστησαν. Ἐφ’ οὓς ἐξεπέμφθη Κύντος Καικίλιος Μέτελλος,
5καὶ τρισὶν ἔτεσι ταύτην κατέλυσε τὴν κίνησιν, λαμπρῶς κρατήσας· ὅθεν
δὴ καὶ Κρητικὸς ὁ Μέτελλος προςηγορεύθη, καὶ τὴν νίκην ἐθριάμ‐ βευσε. Τότε καὶ Λιβύων ὁ βασιλεὺς Ἀππίων Ῥωμαίοις παρέπεμψε τὴν ἀρχὴν ἀποθνήσκων ἐκ διαθήκης, κύριοι δὲ Λιβύων ἐγένοντο Ῥω‐ μαῖοι, καὶ μεγίστας προςελάβοντο πόλεις, Βερενίκην, Πτολεμαΐδα καὶ62
10Κυρήνην.

6

.

12

Οὕτω τῶν πραγμάτων κατὰ γῆν ἐχόντων. ἐκ θαλάττης ἐκι‐ νήθη πόλεμος, λῃστῶν αὐτὴν πανταχόθεν ἐπιπλεόντων, ὡς μήτε τοῖς ἐμπόροις μήτ’ ἄλλοις αὐτὴν εἶναι πλοεῖν. Τοῦτον ὁ Πομπήιος, ψηφί‐ σματι τῆς πόλεως ἐπιτραπέντα, ἐν μικρῷ χρόνῳ καὶ μετὰ λαμπρᾶς
5ἔπαυσε τῆς τύχης. Καὶ μετέστη πρὸς Μιθριδάτην τε καὶ Τιγράνην. Καὶ τὸν μὲν Μιθριδάτην ἐν Ἀρμενίᾳ τῇ δευτέρᾳ, νυκτομαχίᾳ νική‐ σας, τάς τε παρεμβολὰς εἷλε καὶ τεσσαράκοντα χιλιάδας διέφθειρε τοῦ τῶν πολεμίων στρατοῦ, εἴκοσι τῶν ἑαυτοῦ μαχητῶν ἀποβαλὼν καὶ ἑκατοντάρχους δύο. Αὐτόν τε Μιθριδάτην μετὰ τῆς γαμετῆς συνελά‐
10σας εἰς φυγὴν, ἐπὶ τὸν Τιγράνην ἐχώρησεν. Ἀλλ’ ὁ μὲν Μιθριδάτης ὑπὸ τῆς συμφορᾶς χαλεπῶς τοῖς οἰκείοις κεχρημένος, ἐπαναστάντος αὐτῷ τοῦ παιδὸς Φαρνάκου καί τινων ἐκ τοῦ στρατοῦ, φαρμάκῳ τὴν τελευτὴν ηὕρατο, καὶ τοῦτο ἔσχε πέρας τοῦ βίου περὶ τὸν Βόςπορον, ἀνὴρ ἔργῳ τε καὶ βουλαῖς ἄριστος καὶ τήν τε βασιλείαν ἑξήκοντα
15κατασχὼν ἔτεσι, τῆς δὲ ἡλικίας προβάσης ἑβδομήκοντα καὶ δύο. Ὁ δὲ Ῥωμαίων πρὸς αὐτὸν πόλεμος τεσσαράκοντα ἔτη ἐγένετο.

6

.

13

Τιγράνης δὲ παρέδωκεν ἑαυτὸν Πομπηίῳ ἐν Ἀρταξάτῳ, φρου‐ ρίῳ δεκάτῳ καὶ ἕκτῳ σημείῳ, τοῦ στρατοπέδου ἀπέχοντος τοῦ Πομ‐ πηίου τοῦ Ἀρταξάτου φρουρίου δέκα καὶ ἓξ σταδίους. Τὸ δὲ Ἀρτά‐ ξατον φρούριον ἦν τοῦ Τιγράνου. Καὶ τὸ διάδημα τὸ βασιλικὸν αὐτῷ
5προςεκόμισε, καὶ προςέπεσε πρὸς τὰ γόνατα. Ἀλλ’ ἐκ μεγαλοφροσύ‐ νης ὁ Πομπήιος τόν τε στέφανον ἐπέθηκεν αὐτοῦ τῇ κεφαλῇ, καὶ πά‐ σης τε μετέδωκε τιμῆς, μέρος τῆς βασιλείας ἀφελόμενος καὶ χρή‐
μασι σωφρονίσας. Συρίαν μὲν γὰρ καὶ Φοινίκην καὶ Σωφάνην περιέ‐ κοψεν αὐτοῦ τῆς ἀρχῆς, ἑξακιςχίλια δὲ τάλαντα ἀργυρίου καταβαλεῖν63
10ἠνάγκασε, τιμωρίαν τοῦ κατὰ Ῥωμαίων ἐγχειρήματος.

6

.

14

Ἐκεῖθεν ὁ Πομπήιος ἔδραμεν ἐπὶ τοὺς Ἀλβανούς· καὶ τὸν βα‐ σιλεύοντα τοῦ ἔθνους Ὀρόδην μάχῃ νικήσας, ἔπειτα γράμμασιν ἱκε‐ τηρίοις ἐπικλασθεὶς καὶ τάξας φόρους, ἐσπείσατο πρὸς αὐτὸν, καὶ, μετα‐ στὰς ἐπὶ τὸν Ἰβήρων βασιλέα τὸν Ἀρτάκην, ἐκράτησε τοῖς ὅπλοις
5καὶ αὐτοῦ κατέστη κύριος, ἐκδοὺς ἑαυτὸν τῷ νενικηκότι. Τότε τὴν δευ‐ τέραν Ἀρμενίαν Δηιοτέρῳ, τῷ βασιλεῖ τῆς Γαλατίας, ἔδωκε δῶρον ὁ Πομπήιος, συμμάχῳ κατὰ τοῦ Μιθριδάτου γεγενημένῳ· καὶ Πυλαιμένει δὲ καὶ Ἀττάλῳ τὴν Παφλαγονίαν ἀπέδωκε τῆς αὐτῆς αἰτίας χάριν. Ἀρίσταρχον δὲ ἔταξε βασιλεύειν Κόλχων. Καὶ μετὰ ταῦτα προςπεσὼν
10Πετραίοις τε καὶ Ἀρραβίοις καὶ νικήσας μάχῃ, πρὸς τὴν Συρίαν ἐπαν‐ ῆκε, καὶ παρέσχε τοῖς Σελεύκειαν τὴν Ἀντιοχείας γείτονα κατοικοῦ‐ σιν αὐτονομίαν, ὅτι δὴ τῷ καιρῷ τοῦ πολέμου τὸν Τιγράνην οὐχ ὑπεδέξαντο. Ἀπέδωκε δὲ καὶ Ἀντιοχεῦσι τοὺς ὁμήρους, καί τινα καὶ γῆν τοῖς ἐνοίκοις τῆς Δάφνης προςεκύρωσεν, ὡς ἂν ἀφθονωτέρῳ
15χρῷντο τῷ χωρίῳ, τῶν τε πηγῶν καὶ τοῦ ἄλσους αὐτὸ θαυμάσας. Ἐν‐ τεῦθεν δὲ ἐπὶ τὴν Ἰουδαίαν ὁρμηθεὶς, τρίτῳ τῆς ἐφόδου μηνὶ τὴν βασι‐ λικὴν αὐτῶν πόλιν εἷλε τὰ Ἱεροσόλυμα, τῶν Ἰουδαίων αὐτῶν δώδε‐ κα χιλιάδας ἐν τῇ πόλει διαφθείρας. Τοῦτο δὲ καὶ τοὺς λοιποὺς αὐτῷ προςχωρῆσαι παρεσκεύασε.

6

.

15

Κατὰ τοῦτον τὸν χρόνον Μάρκος Τούλλιος Κικέρων ὁ ῥήτωρ καὶ Γάϊος Ἀντώνιος, ὕπατοι χειροτονηθέντες, ἑξακοσιοστῷ καὶ ὀγδο‐ ηκοστῷ καὶ ἐνάτῳ τῆς πόλεως ἔτει τὸν ἐμφύλιον ἔσχον πόλεμον, ὃν Σέργιος Κατιλίνας, ἐξ ἐπιφανεστάτου κατιὼν γένους, ἐπήγειρε, φαυλό‐
5τητι τρόπων χρώμενος καὶ δυςσεβῆ λαβὼν ἐπιθυμίαν τὸν τῆς πατρίδος ἀφανισμόν. Τούτῳ πρὸς ταύτην τὴν ἀθέμιτον πρᾶξιν συνωμόσαντό τι‐
νες, ὁμοίως μὲν ἐκείνῳ τὸ ἦθος διεφθαρμένοι, λαμπροὶ δὲ ἄλλως. Τὸν μὲν οὖν Κατιλίναν ὁ Κικέρων ἐξέβαλε τῆς πόλεως, τοὺς δὲ κοινωνοὺς τοῦ τολμήματος δεσμωτηρίῳ κατακλείσας διέφθειρεν. Ἀντώνιος δὲ ὁ64
10συνύπατος, ἐπεξελθὼν ἤδη στρατοπεδευομένῳ τῷ Κατιλίνα, μάχῃ τε ἐκράτησεν αὐτοῦ καὶ ἀνεῖλεν.

6

.

16

Ἑξακοσιοστῷ δὲ καὶ ἐνενηκοστῷ 〈καὶ ἐνάτῳ〉 τῆς πόλεως ἔτει τὴν μὲν ἀρχὴν εἶχον Ἰούλιος Σιλβανὸς καὶ Λούκιος Μουρήνας, θριάμ‐ βοι δὲ ἐψηφίσθησαν Μετέλλῳ μὲν ὑπὲρ τοῦ Κρητικοῦ πολέμου, Πομ‐ πηίῳ δὲ τῶν πειρατῶν τε ἕνεκα καὶ Μιθριδάτου. Ἐγένετο δὲ οὗτος
5ἐπιφανέστατος τῶν πώποτε θρίαμβος, πρὸ τοῦ ἅρματος ἀγομένων τῶν τοῦ Μιθριδάτου παίδων καὶ τοῦ Τιγράνου παιδὸς καὶ Ἀριστοβούλου τοῦ βασιλέως τῆς Ἰουδαίας, χρυσοῦ τε καὶ ἀργύρου ὅσον μέγιστον εἰπεῖν προπομπεύοντος· καὶ ἅπας τότε ἡσύχαζε πόλεμος.

6

.

17

Τρίτῳ δὲ πρὸς τοῖς εἰρημένοις Ἰούλιος Καῖσαρ ὁ μετὰ ταῦτα τὴν πολιτείαν μεταστήσας, μετὰ Λουκίου Βιβούλου παρελθὼν εἰς τὴν ὑπατείαν, Γάλλοις τε καὶ Ἰλλυριοὺς μετὰ δέκα ταγμάτων, ἅπερ αὐτοὶ καλοῦσι λεγεῶνας, καὶ νικᾷ τοὺς Ἑλβητίους, τότε πρῶτον ἡττηθέντας·
5Σησκουανοὶ δὲ οὗτοι νῦν προςαγορεύονται. Συνάπτων δὲ μάχαις μά‐ χας καὶ νίκαις νίκας, ἄχρις αὐτοῦ προῆλθε τοῦ Ὠκεανοῦ καὶ τῶν νήσων τῶν Βρεττανῶν. Ἔτεσι δὲ ἐννέα Γάλλους ἅπαντας ὑπηκόους ἐποίησε Ῥωμαίοις, οἵτινες ὑπὸ τῶν Ἄλπεων καὶ τῶν ποταμῶν, τοῦ τε Ῥοδανοῦ καὶ τοῦ Ῥήνου, καὶ τῆς Ὠκεανίτιδος θαλάττης περι‐
10κλείονται. Συμμίξας δὲ καὶ τοῖς Βρεττανοῖς, τότε πρῶτον ῥωμαϊκὴν
ὁρῶσί τε καὶ ἀκούουσι στρατιὰν, εἷλέ τε καὶ μεθ’ ὁμηρίας ὑποσπόν‐ δους ἐποίησεν. Ἐπέθηκε δὲ καὶ Γάλλοις φόρον. Καὶ μεταβὰς ἐπὶ τοὺς ὑπὲρ Ῥῆνον Γερμανοὺς, ἐκράτησε καὶ αὐτῶν. Ἐν τοσαύταις τε ἐθνῶν καὶ πολέμων νίκαις τρεῖς μόνον ἐσφάλη συμπλοκὰς, μίαν μὲν65
15παρὼν ἐν Ῥαβέρναις, δύο δὲ ἀπὼν, ὅτε καὶ τοὺς ληγάτους αὐτῷ συνέ‐ βη δι’ ἐνέδρας ἀποθανεῖν.

6

.

18

Τέσσαρσι δὲ ὕστερον ἐνιαυτοῖς· τῆς πόλεως δὲ ἦν τοῦτο ἕβδο‐ μον καὶ ἑπτακοσιοστὸν ἔτος· Μάρκος Λικίννιος Κράσσος ὁ τῷ Πομ‐ πηίῳ συνύπατος γεγενημένος, δεύτερον ἐπὶ τὴν ἀρχὴν κληθεὶς, ἐμα‐ χέσατο πρὸς Πάρθους· καὶ περὶ Κάρραν τὴν πόλιν μετὰ φαυλοτέρων
5συμμίξας τῶν συμβόλων, παρὰ Σουρήνου· στρατηγὸς δὲ ἦν οὗτος Ὀρό‐ δου τοῦ βασιλέως· ἡττᾶται, καὶ μικρὸν ὕστερον ἐπὶ τῆς παρατάξεως πίπτει μετὰ τοῦ παιδὸς, πάντα ἀρίστου καὶ μαχιμωτάτου. Τῆς δὲ στρατιᾶς τὸ λειπόμενον Γάϊος Κάσιος, ταμίας ὢν αὐτοῦ τῶν χρημά‐ των, διέσωσε. Τοσαύτη δὲ ἦν ἀρετὴ τοῦ Γαΐου, ὥςτε, ἐν τεταραγμέ‐
10νοις ἤδη τοῖς πράγμασιν ἐπανιὼν, πολλαῖς τε ἐνίκησε τοὺς Πάρθους μάχαις ὑπὲρ τὸν Εὐφράτην ποταμὸν, καὶ νενικηκότος ἔσχε δόξαν.

6

.

19

Ἐντεῦθεν ὁ ἐπάρατος καὶ πολλῶν ἄξιος ὀδυρμῶν, ὁ ἐμφύλιος συνέστη πόλεμος· ὃς πρὸς τῷ μεγέθει τῶν συμφορῶν, αἷς περιέβαλε Ῥωμαίους, καὶ τὴν πολιτείαν αὐτοῖς ἐνήλλαξεν. Ἔχει δὲ ὧδε. Καῖσαρ ἐπανιὼν ἀπὸ λαμπρῶν οὕτως ἔργων τῶν πρόσθεν εἰρημένων, ἐπήγ‐
5γειλε δεύτερον αὐτῷ ψηφισθῆναι τὴν ἀρχὴν, σφόδρα πεπεισμένος, ὡς οὐδεὶς ἐναντιώσεται. Μαρκέλλου δὲ τοῦ ὑπάτου καὶ Βιβούλου καὶ Πομπηίου καὶ Κάτωνος ἀντειπόντων, προςετάχθη τὸ στράτευμα κατα‐ λιπὼν ἐπανήκειν. Ὡς οὖν ὑβρισμένος συνεπηγάγετο τὸν στρατὸν, ὡς ἐποίσων τῇ πατρίδι πόλεμον. Οὗτος ὁ φόβος τούς τε ὑπάτους καὶ
10τὸν Πομπήιον καὶ τὴν σύγκλητον ἅπασαν ἐξήγαγε τῆς Ῥώμης καὶ παρεσκεύασε καταφυγεῖν ἐπὶ τὴν Ἑλλάδα καὶ τὰς Ἠπείρους καὶ τὴν Μακεδονίαν. Ἀφηγουμένου δὲ τοῦ Πομπηίου τῆς γνώμης, ὁ κατὰ τοῦ Καίσαρος ἐψηφίσθη πόλεμος.

6

.

20

Ἀλλ’ ὁ Καῖσαρ, ἔρημον τὴν πόλιν εὑρὼν, δικτάτωρά τε ἑαυ‐ τὸν ἐχειροτόνησε καὶ πρὸς τὰς Ἱσπανίας ἐχώρησε, καὶ νικᾷ μάχῃ τὸ στράτευμα τοῦ Πομπηίου. Στρατηγοὶ δὲ ἦσαν αὐτῷ ἄνδρες ἄριστοι, Λούκιος Ἀφράνιος καὶ Μάρκος Πετρήιος καὶ Μάρκος Βάρρων. Εἶτ’66
5ἐκεῖθεν ἐπὶ τὴν Ἑλλάδα διαβὰς συνέμιξε Πομπηίῳ, καὶ νικηθεὶς φυ‐ γῇ τε ἑαυτὸν ἐπιτρέψας, ἐπειδὴ τὴν νύκτα τὴν ἐπιοῦσαν οὐκ ἐπεξῆλ‐ θεν ὁ Πομπήιος, ἔφη μήτε Πομπήιον εἰδέναι νικᾶν αὐτόν τε τότε ἂν ἁλῶναι μόνον. Συλλέξας τοίνυν ἑαυτὸν καὶ τὰς δυνάμεις, συμπλέκεται τῷ Πομπηίῳ πάλιν ἐν Παλαιοφαρσάλῳ τῆς Θεσσαλίας· καὶ γίγνεται
10μάχη πλήθει τε μεγίστη καὶ ταῖς προθυμίαις τῶν παραταττομένων. Ὁ μὲν γὰρ Πομπήιος τεσσαράκοντα πεζῶν χιλιάδας ἐπεξῆγεν ἱππέας τε ἑκατὸν πρὸς τοῖς χιλίοις, καὶ συμμαχικὸν ἦν ἐκ τῶν ἑῴων παραγε‐ γενημένον ὡς πλεῖστον· τῶν πολεμούντων τε αὐτῶν τὸ πλέον ἦν ἐκ τῆς ἐπιφανοῦς συμμορίας, συγκλητικῶν τε καὶ πραιτωρίων καὶ ὑπα‐
15τικῶν καὶ τῶν ἐν ἐπαρχίαις πολέμους τε νενικηκότων καὶ τούτοις τὰ πολλὰ τῇ Ῥώμῃ κτησαμένων. Καῖσαρ δὲ τριςμυρίοις μὲν πεζοῖς ἐμάχετο, χιλίοις δὲ ἱππεῦσι.

6

.

21

Καὶ εἴ τις συναριθμήσειε τὰς ῥωμαϊκὰς στρατιὰς, οὐδεπώποτε εὑρήσειε τοσοῦτον πλῆθος ἐκ τῆς Ῥώμης ἐν ὅπλοις γεγενημένον οὐδέ γε ὑπὸ στρατηγοῖς τοιούτοις· ὡς ὤφειλέν γε ἡ χεὶρ αὕτη μετὰ τού‐ των τῶν ἡγεμόνων καθ’ ἑτέρων χωρεῖν· ῥᾷστα γὰρ ἂν τῆς γῆς ἁπά‐
5σης ἐβασίλευσαν. Γίγνεται δὴ καρτερὰ μάχη, καὶ μετὰ πολὺν τὸν κό‐ πον ἡττᾶται Πομπήιος. Καὶ τῶν μὲν παρεμβολῶν ὁ Καῖσαρ καθί‐ σταται κύριος· καταφεύγει δὲ αὐτὸς ἐπὶ τὸν Αἰγύπτου βασιλέα Πτο‐ λεμαῖον, ᾧ μικρῷ πρόσθεν ὑπὸ τῆς συγκλήτου ἐδέδοτο κηδεμὼν, νεωτέρῳ ὄντι καὶ ὑποσπόνδῳ Ῥωμαίοις· ᾔτει τε παρ’ αὐτοῦ συμμα‐
10χίαν. Ἀλλ’ ἐκεῖνος, περὶ πλείονος ποιησάμενος τὴν τοῦ Καίσαρος εὐημερίαν τῆς πρὸς Πομπήιον σχέσεως, ἀναιρεῖ τε αὐτὸν, καὶ τὴν κεφαλὴν αὐτοῦ μετὰ τοῦ δακτυλίου πέμπει τῷ Καίσαρι. Τούτων ἡ
θέα δάκρυσιν ἐτιμήθη παρὰ τοῦ Καίσαρος, ἀναμιμνησκομένου μὲν τὴν τοῦ ἀνδρὸς ἀρετὴν, ἀλγοῦντος δὲ καὶ διὰ τὴν ἀπὸ τοῦ γάμου συγ‐67
15γένειαν· γαμβρὸς γὰρ ἦν αὐτῷ γεγενημένος.

6

.

22

Καταλαμβάνει τοίνυν τὴν Ἀλεξάνδρειαν ὁ Καῖσαρ. Ῥάπτον‐ τος δὲ καὶ ἐπ’ αὐτῷ τοῦ Πτολεμαίου τινὰς ἐπιβουλάς τε καὶ ἐνέδρας, ἐκινήθη πρὸς πόλεμον Καῖσαρ. Καὶ ἡττηθεὶς ὁ Πτολεμαῖος καὶ φυ‐ γὼν, ἐν ταῖς ὄχθαις τοῦ Νείλου τὸν βίον ἐτελεύτησεν, ὥςτε αὐτοῦ τὸν
5νεκρὸν, τῷ θώρακι κεκαλυμμένον ἔτι, προςκομισθῆναι τῷ Καίσαρι. Τότε τοίνυν, εἰς τὴν Ἀλεξάνδρειαν εἰςελθὼν καὶ τῶν πραγμάτων κύ‐ ριος γενόμενος, τῇ τοῦ τετελευτηκότος ἀδελφῇ Κλεοπάτρᾳ τὴν βα‐ σιλείαν δέδωκεν, ἐξ αἰτίας αἰσχρᾶς αὐτῇ συνήθης γεγενημένος. Ἐπ‐ ανιὼν δὲ ἐκεῖθεν Φαρνάκην τὸν Μιθριδάτου παῖδα, σύμμαχον ἐν τῇ
10κατὰ Θετταλίαν μάχῃ γεγενημένον τῷ Πομπηίῳ, μάχῃ τε ἐνίκησεν, ἤδη ταῖς ῥωμαϊκαῖς ἐπιόντα πόλεσι ταῖς ὑπὸ τῷ Πομπηίῳ γεγενημέ‐ ναις, καὶ τέλος εἰς αὐτοφονίαν συνήλασεν.

6

.

23

Ἐπὶ τούτοις ἐπανῆκεν εἰς τὴν Ῥώμην, καὶ τρίτην ἐπήγγειλεν ὑπατείαν, μᾶλλον δὲ αὐτὸς ἑαυτὸν ἐχειροτόνησε καὶ σὺν αὐτῷ Μάρ‐ κον Αἰμίλιον Λέπιδον, ὃς ἦν αὐτῷ ἄρχων τῶν ἱππέων γεγενημένος, ὅτε αὐτὸς ἑαυτὸν διατάτωρα κατέστησε μετὰ τὴν εἰς Ἑλλάδα τῆς
5συγκλήτου φυγήν. Ταῦτα πράξας ἐπὶ τῆς πόλεως, τὴν Ἀφρικὴν καταλαμβάνει· ἔνθα δὴ πολλοὶ τῶν ἐπιφανῶν ἀνδρῶν τῆς συγκλήτου τῆς ῥωμαϊκῆς, Ἰόβαν τὸν Μαύρων βασιλέα σύμμαχον λαβόντες, κατ’ αὐτοῦ παρετάττοντο. Ἐπὶ τούτοις ἦσαν Πούβλιος Κορνήλιος Σκιπίων, ἀπόγονος τοῦ κληθέντος Ἀφρικανοῦ, κηδεστὴς δὲ Πομπηίου, καὶ
10Μάρκος Πετρήιος καὶ Κύντος Βάρρων καὶ Μάρκος Πόρκιος Κάτων καὶ Λούκιος Κάτων καὶ Λούκιος Κορνήλιος Φαῦστος, Σύλλου παῖς. Γενομένης οὖν μάχης ἀμφηρίστου πολλάκις, ὕστερον ὁ Καῖσαρ ἐκρά‐ τησεν· καὶ ὁ Σκιπίων μὲν καὶ ὁ Πετρήιος καὶ Ἰόβας ἑαυτοὺς ἀνεῖλον, Φαῦστος δὲ, κηδεστὴς ὢν ἐπὶ θυγατρὶ τοῦ Πομπηίου, ταῖς τοῦ Καί‐
15σαρος ἀνῃρέθη χερσίν.68

6

.

24

Ἐνιαυτῷ δὲ ὕστερον, πάλιν εἰς τὴν Ῥώμην ὁ Καῖσαρ τέταρ‐ τον ἑαυτῷ πραγματεύεται τὴν ἀρχήν· καὶ πρὸς τὰς Ἱσπανίας ὁρμη‐ θεὶς, μεγίστην εὗρε παρασκευὴν πολέμου. Πομπήιοι γὰρ, οἱ Πομ‐ πηίου παῖδες, ὅ τε Γνέος καὶ Σέξτος, πολλῇ στρατιᾷ συμμίξαντες,
5παρὰ μικρὸν μὲν ἦλθον νίκης, ὥςτε, φευγόντων τῶν τοῦ Καίσαρος ὁπλιτῶν, αὐτὸν βουλεύσασθαι περὶ τῆς ἑαυτοῦ σφαγῆς. Οὐ γὰρ ἔφερε μετὰ τοσαύτας νίκας ὑπὸ νέοις γενέσθαι καὶ τῆς ἐκείνων χειρὸς, ἕ‐ κτον καὶ πεντηκοστὸν ἔτος γεγενημένος. Μεταγνοὺς δὲ καὶ ἑαυτὸν ἀναλαβὼν, κρατεῖ τῶν Πομπηιάδων μάχῃ· καὶ τὸν μὲν πρεσβύτερον
10ἀνεῖλε, τὸν δὲ ἄλλον εἰς φυγὴν ἔτρεψεν.

6

.

25

Οὐδενὸς οὖν τῆς ἐμφυλίου ταραχῆς λειψάνου [περιόντος], πρὸς τὴν Ῥώμην ἧκε μεγαλοφρονῶν, ὡς εἰκὸς, καὶ πολλὰ παρὰ τὴν ἐκ τοῦ παντὸς χρόνου τῆς πόλεως ἐλευθερίαν διεπράττετο, τὰς μὲν τιμὰς παρὰ τὸ τῷ κοινῷ δοκοῦν διδοὺς ὧν ὁ δῆμος ἦν ποτε κύριος
5τῇ συγκλήτῳ τε οὐχ ὑφιστάμενος τυράννου τε σαφῶς ἔργα ποιῶν. Ἐκίνησεν οὖν ἐφ’ ἑαυτὸν συνωμοσίαν· καὶ συστάντες ἄνδρες ἐκ τῆς συγκλήτου τε καὶ τῶν ἱππέων ἑξήκοντα ἐβουλεύσαντο αὐτῷ φόνον. Ἦσαν δὲ ἡγεμόνες τῆς τῶν ἀνδρῶν ἐκείνων συμμορίας οἵ τε δύο Βροῦτοι, τὴν διαδοχὴν ἔχοντες ἀπὸ τοῦ πρώτου τὴν ὑπατείαν σχόν‐
10τος Βρούτου μετὰ τοὺς ἑπτὰ βασιλέας, καὶ Κάσιος καὶ Σερβίλιος Κά‐ σκας. Σύγκλητος μὲν οὖν τηνικαῦτα ἦν· ἧκε δὲ ἐπὶ τὸ βουλευτήριον ὁ Καῖσαρ, ἐπελθόντων δὲ ἐκείνων σφάττεται· τρισὶ δὲ καὶ εἴκοσι πλη‐ γαῖς τελευτᾷ τὸν βίον.

7

t

ΒΙΒΛΙΟΝ Ζʹ.

7

.

1

Ἔνατον οὖν καὶ ἑπτακοσιοστὸν ἔτος ἠνύετο τῇ πόλει μετὰ τὴν
Καίσαρας σφαγήν. Ἐμφύλιος δὲ ἐκινεῖτο πόλεμος, τῆς μὲν συγκλήτου τὸ ἔργον ἐπαινούσης, Ἀντωνίου δὲ, ὃς ἢν συνύπατος τῷ Καίσαρι, τοὺς σφαγέας μετιόντος. Ταραττομένης δὲ, ὡς εἰκὸς, τῆς πόλεως, πολλοῖς69
5ἐγχειρῶν ἀτόποις Ἀντώνιος ἐχθρὸς Ῥωμαίων καὶ πολέμιος ἀπε‐ φάνθη δόγματι κοινῷ. Στρατεύουσι τοίνυν ἐπ’ αὐτὸν οἵ τε ὕπατοι Πάν‐ σας καὶ Ἰόρτιος, προςετέθη τε αὐτοῖς Ὀκταβιανὸς, νέος ἔτι γεγονὼς ἐνιαυτοῖς ὀκτωκαίδεκα, ἀδελφιδοῦς τοῦ Καίσαρος καὶ τῆς οὐσίας ἐκ διαθήκης διάδοχος ὤν. Ὃν καὶ ὁμώνυμον ἑαυτῷ τὸ ἑξῆς ἐν τῇ δια‐
10θήκῃ γενέσθαι παρεκάλεσεν· ἐπεκλήθη τε ὕστερον Αὔγουστος, καὶ ἐμονάρχησε πρῶτος. Ἀντώνιος μὲν οὖν ἡττηθεὶς ὑπό τε τῶν ὑπάτων καὶ Ὀκταβιανοῦ καταφεύγει πρὸς Λέπιδον. Ἐτύγχανε δὲ ὁ Λέπιδος δικτάτωρι μὲν ὑπουργήσας Καίσαρι κατὰ τὴν ἱππικὴν ἀρχὴν, δυνά‐ μεως δὲ ἐξάρχων τότε πολλῆς. Τελευτησάντων δὲ μετὰ τὴν νίκην τῶν
15ὑπάτων, ἅπας ὑπὸ τὸν Ὀκτάβιον ὁ στρατὸς ἦν.

7

.

2

Τότε δὲ Λέπιδος Ἀντωνίῳ πραγματεύεται καταλλαγὰς, οἰκείως τε ἔχειν αὐτῷ τὸν Ὀκταβιανὸν ἔπεισεν. Εἶτα ἐξαίφνης ἐπὶ τὴν Ῥώμην ἔφθασεν Ὀκταβιανὸς, τὴν στρατιὰν πᾶσαν ἄγων, ὡς τῷ Καίσαρι τι‐ μωρήσων. Καὶ λαμβάνει μὲν τὴν ὕπατον ἀρχὴν εἰκοσαετὴς, φόβῳ τοῦ
5δήμου διδόντος, τῆς συγκλήτου τε πολλοὺς δημεύσας ὅπλοις ἐκράτει τῶν πραγμάτων. Συμπραττόντων δὲ αὐτῷ Ἀντωνίου καὶ Λεπίδου, τὸν Κικέρωνά τε ἀναιροῦσι καὶ ἑτέρους πολλοὺς τῶν ἐπιφανῶν ἀνδρῶν, οὓς ᾤοντο προστήσεσθαι τῆς πολιτείας.

7

.

3

Ἐν τούτοις τῆς Ῥώμης οὔσης, Βροῦτος καὶ Κάσιος, οἱ τὸν Καίσαρα ἀνῃρηκότες, κινοῦσι πόλεμον, πολὺν περὶ τὴν Μακεδονίαν ἀθροίσαντες στρατόν. Καὶ συμμίξαντες ἐν Ἀμφιπόλει τῆς Μακεδο‐ νίας Ὀκταβιανῷ καὶ Ἀντωνίῳ· Λέπιδον γὰρ ἔδοξε πρὸς παραφυλακὴν
5τῆς Ἰταλίας μένειν· νικῶσιν οὐκ ἔξω πληγῆς· Κάσιος γὰρ ἔπεσεν ἐν τῇ
μάχῃ. Μετὰ ταῦτα δὲ, ἀναιρεθέντος τοῦ Βρούτου ...70

7

.

4

Μετὰ τοῦτο Πομπήιος, ὁ Πομπηίου παῖς, περὶ τὴν Σικελίαν συνεκρότησε πόλεμον, τό τε ὑπολειφθὲν τῆς μετὰ Βρούτου στρατιᾶς ἀγείρας καὶ ἑτέραν ἀξιόμαχον δύναμιν. Ἐλθὼν δὲ εἰς χεῖρας Αὐγού‐ στῳ τε καὶ Ἀντωνίῳ, μετὰ πολὺν φόνον ἐπὶ σπονδαῖς ἀνεχώρησεν.

7

.

5

Ἐπὶ δὲ τοὺς αὐτοὺς χρόνους Ἀγρίππας ἐν Ἀκυτανίᾳ πολλὰ κατώρθωσε καὶ μεγάλα. Καὶ Βεντίδιος Βάσσος ἐν Συρίᾳ Πέρσας τε τρισὶν ἐνίκησε μάχαις καὶ τὸν τοῦ βασιλέως υἱὸν Ὀρόδου κατήνεγ‐ κεν. Ὀρόδης δὲ ἦν ὁ τὸν Κράσσον ἀνελὼν, περὶ οὗ πρόσθεν εἴρηται.
5Οὗτός τε πρῶτος ἐθριάμβευσε κατὰ Περσῶν, δικαίᾳ ψήφῳ τὸ γέρας λαβών.

7

.

6

Οὐ μὴν ἔμεινεν ἐπὶ τῶν σπονδῶν ὁ Πομπήιος, ἀλλὰ, κατὰ θάλασσαν ἐπελθὼν, ἡττήθη τῇ ναυμαχίᾳ καὶ ἀνῃρέθη. Ἀντώνιος δὲ τὴν ἀδελφὴν Αὐγούστου, γαμετὴν αὐτῷ γεγενημένην, κατὰ τὰς Καί‐ σαρος διαλλαγὰς * εἰςηγάγετο τὴν Κλεοπάτραν βασιλεύουσαν [Αἰγύ‐
5πτου]. Καὶ χωρήσας ἐπὶ Πέρσας, ἐν ἀρχῇ μὲν αὐτῶν ἐκράτει μάχῃ. Λιμοῦ δὲ καταλαβόντος τὸ στράτευμα καὶ ἐπ’ αὐτῷ καὶ λοιμοῦ, ἀνεχώ‐ ρησεν, ἐπεξιόντων Περσῶν, ὡςανεὶ ἡττημένῳ.

7

.

7

Ἐπανελθόντα δὲ αὐτὸν ἐκ Περσῶν ὦσεν εἰς ἐμφύλιον ἡ Κλεο‐ πάτρα μάχην ἐπιθυμίᾳ τοῦ βασιλεῦσαι τῆς Ῥώμης. Καὶ συμπλακεὶς Αὐγούστῳ κατὰ θάλατταν πρὸς τῷ Ἀκτίῳ, τῆς Ἠπείρου χωρίῳ, ἧττόν τε ἔσχε, καὶ καταφεύγει πρὸς τὴν Αἴγυπτον. Ἀπογνοὺς δὲ τῶν πρα‐
5γμάτων, ἐπειδὴ καὶ τὴν στρατιὰν εἶδεν, ἅπασαν Αὐγούστῳ προςνεμηθεῖ‐ σαν, ἑαυτὸν διεχρήσατο. Καὶ ἡ Κλεοπάτρα θάνατον ἐβούλευσε καθ’ ἑαυτῆς, ἀσπίδας προςαγαγοῦσα, καὶ ταύτην ἐδέξατο τοῦ βίου τελευ‐ τήν. Οὕτω δὴ καὶ τῶν αἰγυπτιακῶν ἐγένετο πραγμάτων Αὔγουστος κύριος, ἐπέστησέ τε τῇ χώρᾳ Γάϊον Κορνήλιον Γάλλον, ὑπὸ τοῦτον δὲ
10πρῶτον ἄρχοντα Ῥωμαίων οἱ Αἰγύπτιοι ἐτέλεσαν.

7

.

8

Παύσας δὴ πάντα πανταχοῦ πόλεμον Αὔγουστος εἰς τὴν Ῥώ‐ μην ἐπανῆκε δωδεκάτῳ μὲν ἐκ τῆς ὑπατείας ἔτει, δευτέρῳ δὲ καὶ τριακοστῷ τῆς ἡλικίας, διέμεινέ τε μόνος Ῥωμαίων ἔχων ἀρχὴν ἔτη τέσσαρα καὶ τεσσαράκοντα. Τὸν γὰρ ἔμπροσθεν χρόνον ἐκοινώνουν71
5αὐτῷ τῆς δυναστείας Ἀντώνιος καὶ Λέπιδος. Τελευτᾷ δὲ ἓξ καὶ ἑβδομήκοντα γενόμενος ἐνιαυτοὺς κοινὴν καὶ αὐτόματον τελευτὴν ἐν Ἀτέλλῃ πόλει τῆς Καμπανίας. Καὶ θάπτουσιν αὐτὸν κατὰ τὴν Ῥώ‐ μην ἐν τῷ καλουμένῳ Μαρτίῳ κάμπῳ, ἄνδρα δικαίως τε καὶ κατ’ ἀξίαν ἐκ τοῦ πλείστου μέρους ὑποληφθέντα θεόν· οὔτε γὰρ ἐν πολέ‐
10μοις ἀνδρειότερον ἡ τύχη δείξει, οὔτε ἐν ἡσυχίᾳ μετριώτερον ἄν τις εὕροι γεγενημένον ἐν οἷς μόνος οὗτος ἔσχε τὴν ἀρχὴν χρόνοις. Δη‐ μαγωγός τε γὰρ πάντων ἄριστος ἦν καὶ μεγαλόδωρος εἰς ἅπαντας καὶ πιστότατος τοῖς φίλοις, τὰς τιμάς τε ἀφθονώτατα παρεῖχεν ὡς ἐξισοῦν ἐθέλειν ἑαυτῷ τοὺς τούτων ἀξίους.

7

.

9

Ἤνθησε γοῦν τὰ τῆς Ῥώμης πράγματα μάλιστα κατ’ αὐτὸν, ἀπὸ τῶν ἐμφυλίων καθαρθέντα πολέμων, καὶ προςετέθη τοῖς ὑπ’ αὐ‐ τοῖς οὖσιν Αἴγυπτός τε καὶ Καλαβρία, Δαλμάται τε ἐπὶ τούτοις, ἡττη‐ θέντες γὰρ πρότερον πολλάκις, δουλεύσαντες δὲ ἐπ’ αὐτοῦ μόνον,
5Ἰλλυριοί τε καὶ Παίονες καὶ Ἀκυτανοὶ καὶ Ῥητίαι καὶ Βενδέλικος καὶ Κάλασσος πρὸς τοῖς ὄρεσι τοῖς Ἀλπείοις, ἡ Ποντική τε παραλία καὶ ταύτης αἱ μέγισται πόλεις, Βόςπορός τε καὶ Παντικάπαιον, καὶ μὴν Δάκες τε καὶ Γερμανοὶ, μάχαις νικηθέντες πολλαῖς, ἀπῳκίσθησαν ὑπὲρ τὸν Ἄλβερον ποταμὸν, ὃς ἐν μέσῳ ῥεῖ βαρβάροις ὡς πορρωτάτω
10τοῦ Ῥήνου. Κατώρθωσε δὲ τοῦτον μὲν τὸν πόλεμον διὰ τοῦ προγόνου
Δρούσου, τὸν δὲ πρὸς Παίονας διὰ Τιβερίου· πρόγονος δὲ αὐτῷ καὶ οὗ‐ τος ἦν· ὅθεν αὐτῷ τεσσαράκοντα χιλιάδες ἀνδρῶν αἰχμαλώτων ἤχθη‐ σαν, ἀπῴκισέ τε αὐτοὺς περὶ τὰς ὄχθας τοῦ Ῥήνου. Καὶ τῆς Ἀρμενίας δὲ τοὺς Πέρσας ἀφελόμενος, ὁμήρους ἔλαβε παρ’ αὐτῶν, τότε πρῶ‐72
15τον ἀνασχομένων παρασχεῖν· ὅτε δὴ καὶ τὰ ῥωμαϊκὰ σημεῖα τοῖς Ῥωμαίοις ἀπεδόθη, ἅπερ ἦσαν ἀποβαλόντες οἱ σὺν Βράκχῳ με‐ μαχημένοι.

7

.

10

Πρὸς αὐτὸν καὶ Ἰνδοὶ πρεσβείαν ἔστειλαν, οὔπω πρότερον τὴν ῥωμαϊκὴν βασιλείαν οὐδὲ ἀκοῇ δεδεγμένοι. Αὐτὸς καὶ Γαλατίαν, βασιλευομένην πρότερον μὲν εἰς σχῆμα ἤγαγεν ἐπαρχίας· ἡγεμόνα δὲ ἐπέστησε Μάρκον Πόλλιον. Τοιοῦτος δὲ ἦν αὐτοῦ καὶ τοῖς βαρβά‐
5ροις ἔρως, ὥςτε πολλοὺς καὶ τῶν βασιλευόντων ἐπωνύμους αὐτῷ κατα‐ σκευάσαι πόλεις· ὅθεν ἔτι καὶ νῦν εἰσιν αἱ Καισάρειαι. Πολλοὶ δὲ καὶ τῶν βασιλέων αὐτῶν, ἐπιθυμίᾳ τῆς Αὐγούστου θέας εἰς τὴν Ῥώ‐ μην ἀφικόμενοι, τὴν ῥωμαϊκὴν μετῆλθον στολὴν, οὕτω τε αὐτῷ κατη‐ κολούθουν ἐπὶ τῆς πόλεως, ἢ ἐφ’ ἅρματος ἢ ἐφ’ ἵππου φερομένῳ.
10Καὶ πρῶτος ἁπάντων ἔλαβε τὴν τοῦ θεοῦ προςηγορίαν, παραπέμψας καίσαρι Τιβερίῳ τὴν ἀρχὴν, ὃς πρόγονός τε ἦν αὐτοῦ καὶ ἐπὶ θυγα‐ τρὶ κηδεστὴς καὶ πρὸς υἱοθεσίαν εἰςπεποιημένος.

7

.

11

Ἀλλ’ ὁ Τιβέριος ῥᾳθυμίᾳ τε ἐχρήσατο πολλῇ καὶ ὠμότητι καὶ πλεονεξίᾳ, ἡδοναῖς τε ἐξέδωκεν ἑαυτὸν, πολέμου μὲν οὐδενὸς μετασχὼν, εἰ δέ που συσταίη, καὶ τοὺς καλουμένους ληγάτους ἐκ‐ πέμπων. Πίστεώς τε ἦν ὀλίγος αὐτῷ λόγος. Πολλοὺς γοῦν τῶν κατὰ
5ἔθνη βασιλευόντων ἐξ ἀπάτης εἰς ἑαυτὸν καλῶν κατεῖχεν ἄκοντας, ὡς Ἀρχέλαον τὸν Καππαδοκῶν βασιλέα, ὃν καὶ τῆς ἀρχῆς ἐκβαλὼν, ἐπαρχίαν τε ἐποίησε τὸ ἔθνος, καὶ τὴν μεγίστην πόλιν ὀνόματι προς‐ ηγόρευσεν οἰκείῳ Καισάρειαν, Μαζάκην πρότερον καλουμένην. Οὗτος
μὲν οὖν τρίτῳ καὶ τριακοστῷ τῆς βασιλείας ἔτει τὸν βίον ἐτελεύτησεν73
10ἐπὶ τῆς Καμπανίας, ἑβδομήκοντα καὶ ὀκτὼ γεγενημένος ἔτη, μεγίστην τε ἔτεκεν ἅπασιν εὐφροσύνην ἡ τελευτή.

7

.

12

Καὶ δέχεται τὴν βασιλείαν Γάϊος Καῖσαρ, ᾧπερ ἦν ἐπώνυμον Καλιγούλας, Δρούσου τε ἀδελφιδοῦς καὶ αὐτοῦ Τιβερίου, παμμίαρος καὶ πάσης πέρα συμφορᾶς· ὃς ἐκ τῆς αὐτοῦ κακίας πλείστην ἤνεγκε τοῖς Τιβερίου πταίσμασιν ἀπολογίαν. Οὗτος πόλεμον ἐπαγαγὼν τοῖς
5Γερμανοῖς, ἀνεχώρησε μὲν ἐκ τῆς μάχης αἰσχρῶς, βιασάμενος δὲ τὰς ἀδελφὰς καὶ συνελθὼν ἑκατέραις, θυγατέρα ἐκ μιᾶς αὐτῶν ἐποιήσατο, καὶ τῆς ἑαυτοῦ ἐκγόνης αὖθις ἐγένετο φθορεύς. Φιλάργυ‐ ρος δὲ ὢν καὶ πλεονεξίᾳ κατὰ πάντων χρώμενος, οὐδεμιᾶς δὲ ἀπε‐ χόμενος ἡδονῆς καὶ τοῖς αἰσχροῖς ὠμότητα συνάπτων, ἐν τῷ πα‐
10λατίῳ κατεσφάγη, ἐνάτῳ μὲν καὶ εἰκοστῷ τῆς ἡλικίας ἔτει, τρίτῳ δὲ τῆς βασιλείας πρὸς δέκα μησὶ καὶ ἡμέραις ὀκτώ.

7

.

13

Μετὰ τοῦτον βασιλεύει Κλαύδιος, ὃς ἦν μὲν [θεῖος] τοῦ Κα‐ λιγούλου, Δρούσου δὲ παῖς· οὗ μνημεῖόν ἐστιν ἐν Μογοντιακῷ. Οὗτος βασιλικώτερον ἑαυτὸν ἤγαγε, μετριότητι μὲν πρὸς τοὺς πλείστους καὶ ἡμερότητι χρώμενος, ὠμότητι δὲ πρὸς ὀλίγους σφόδρα. Καὶ πρῶτος
5μετὰ τὸν πρόγονον αὐτοῦ Γάϊον καίσαρα Βρεττανοῖς ἐπήνεγκε πόλε‐ μον. Νικήσας δὲ αὐτοὺς καὶ φόροις ὑπαγαγὼν διὰ Γνέου Σεντίου καὶ Αὔλου Πλαυτίου τῶν στρατηγῶν, ἐθριάμβευσεν. Ὑπερβὰς δὲ Βρεττα‐ νοὺς, τὰς Ὠκεανίτιδας νήσους, αἳ καλοῦνται νῦν Ὀρχάδες, συνῆψε Ῥωμαίοις. Ὅλως δὲ πολιτείᾳ μᾶλλον ἦν πρέπων. Ἀμέλει τὸν Πλαύ‐
10τιον, πολλὴν ἀνδρείαν ἐπιδεδειγμένον ἐν τοῖς ὅπλοις, θριάμβῳ τιμήσας, αὐτὸς αὐτοῦ προεπόμπευε, καὶ ἐπὶ τὸ Καπιτώλιον συνηκολούθησεν, ἐν δεξιᾷ τὸν Πλαύτιον ἔχων. Βασιλεύσας δὲ τέσσαρας ἐνιαυτοὺς καὶ
δέκα, καθιερώθη τε μετὰ τὴν τελευτὴν καὶ προςηγορεύθη θεός.74

7

.

14

Καὶ παρῆλθεν εἰς τὴν βασιλείαν ὁ Νέρων, ἐξ ἀδελφῆς μὲν τοῦ Καλιγούλου γεγονὼς, παριὼν δὲ πάσῃ πονηρίᾳ τὸν θεῖον Γάϊον. Τήν τε γὰρ ἀρχὴν κατῄσχυνε καὶ πολλὰ τῶν ῥωμαϊκῶν ἐμείωσε δι‐ καίων. Οὕτω δὲ ἐδούλευεν ἡδοναῖς, ὡς μηδεμιᾶς ὑπὲρ αὐτῶν φείδε‐
5σθαι δαπάνης. Ἐνελούετο μὲν γὰρ μύροις, θερμοῖς μὲν ἀντὶ θερμῶν ὑδάτων, ψυχροῖς δὲ ἀντὶ τῶν ψυχρῶν, δίκτυά τε κατασκευάσας ἐκ χρυσοῦ τε καὶ ἁλουργίδος, τούτοις εἰς θήραν ἰχθύων ἐχρῆτο. Τελευ‐ τῶν τε εἰς τοσαύτην ἤλασεν ἀσέλγειαν, ὥςτε ἐν θεάτροις πρὸς ὀρχη‐ στάς τε καὶ κιθαριστὰς καὶ φωνάσκους ἀγωνίσασθαι σχήματι καὶ
10στολῇ τῶν ταῦτα ἐπιδεικνυμένων. Ἰσόρροπα δὲ ἦν αὐτῷ καὶ τὰ τῆς ὠμότητος, ὥςτε μηδὲ τοῦ τῶν φιλτάτων αἵματος ἀποσχέσθαι. Πολ‐ λούς τε τῶν συγκλητικῶν ἀποσφάξας, ὕστερον τὸν ἀδελφὸν καὶ τὴν ἀδελφὴν καὶ τὴν γαμετὴν διεχρήσατο. Καὶ τὸ μέγιστον τοῦ διεφθάρθαι τὴν ψυχὴν αὐτῷ σημεῖον ἐκεῖνό ἐστιν. Ἐπιθυμήσας γὰρ ὀφθαλμοῖς δέ‐
15ξασθαι τὸν ἐν ταῖς συγγραφαῖς τῆς Τροίας ἐμπρησμὸν, ἐκέλευσε τοῖς λαμπροῖς τῆς Ῥώμης οἰκοδομήσασιν ἐπιβληθῆναι πῦρ, καὶ τέρψεως εἶδος ἐποιεῖτο τοιαύτην συμφοράν. Τούτου βασιλεύοντος αἱ μέγισται τῶν βρεττανικῶν ἀφῃρέθησαν πόλεων, καὶ Πέρσαις Ἀρμενία προς‐ εχώρησε, καὶ ὅλως ἐν αἰσχύνῃ τὰ Ῥωμαίων. Κατεστήσατό γε μὴν
20ἐπαρχίας τόν τε Πολεμωνιακὸν καλούμενον Πόντον καὶ τὰς Κοττίας Ἄλπεις, τὴν μὲν συγχωροῦντος τότε Πολέμωνος βασιλεύοντος Πόντου, τὴν δὲ Κόττου τελευτήσαντος, ἐπειδήπερ ὁ κωλύων οὐκ ἦν.

7

.

15

Ἐκ τούτων ἐπάρατος μὲν ἦν ἐν πάσῃ τῇ βασιλευομένῃ γῇ, ψηφίσματι δὲ τῆς συγκλήτου καὶ πολέμιος ἀπεφάνθη. Καὶ κατα‐
λειφθεὶς ὑπὸ τῶν δορυφόρων τε καὶ ἡγουμένων ἐκαλεῖτο πρὸς τιμω‐ ρίαν. Δόγμα δὲ ἦν, ὥςτε γυμνὸν αὐτὸν παντὸς ἐσθήματος περιαχθῆναι,75
5ζυγοῦ κατὰ τῶν τενόντων κειμένου, καὶ καταξανθέντα τὸ σῶμα ῥά‐ βδοις κατακρημνισθῆναι. Τούτων οὕτω λελεγμένων αἰσθόμενος, κατέ‐ φυγεν ἐπὶ τὸ προάστειον μεταξὺ Σαλαρίας καὶ Νωμεντάνης, τετάρτῳ τῆς Ῥώμης σημείῳ, καὶ τελευτὴν ἐπήγαγεν ἑαυτῷ. Αὐτοῦ δὲ ἧν ἔρ‐ γον τὸ λουτρὸν, ὃ νῦν Ἀλεξανδρειανὰς προςαγορεύουσι, Νερωνιανὰς
10τὸ πρὶν καλούμενον. Ἔδοξε γὰρ μηδαμοῦ τὴν προςηγορίαν αὐτοῦ φέ‐ ρεσθαι. Τριακοστοῦ δὲ καὶ ἑνὸς ἔτους τῆς ἡλικίας ἀπώλετο, τέσσαρα ἐπὶ τοῖς δέκα βασιλεύσας· εἰς αὐτόν τε ἔστη τῆς τοῦ Καίσαρος συγγε‐ νείας ἡ διαδοχή.

7

.

16

Μετὰ δὲ τοῦτον βασιλεύει Σέρβιος Γάλβας, ἐκ τῶν πορρωτάτω προγόνων ἐπιφανὴς καὶ τῆς συγκλήτου τῆς ῥωμαϊκῆς ἐπισημότατος, ἔτη γεγονὼς τρία καὶ ἑβδομήκοντα. Ἤγαγον δὲ αὐτὸν ἐπὶ τὴν ἀρχὴν Ἱσπανοί τε καὶ Γάλλοι, καὶ μετὰ τὴν ἐκείνων ἀνάρρησιν ὁ πᾶς κατη‐
5κολούθησε στρατὸς, θαῦμα ἔχων αὐτοῦ τῆς ἀρετῆς ἁπάσης, ἣν ἰδιωτεύ‐ οντι συνῄδει περὶ τὰ πολιτικὰ πράγματα καὶ τὰς περὶ τοὺς πολέμους μάχας ἐν αἷς ἐξέλαμψε, νῦν μὲν ὑπατικὴν, νῦν δὲ ἀνθύπατον ἐξουσίαν ἔχων, ἄλλοτε δὲ στρατηγῶν μόνον δίχα τινὸς ἀρχῆς. Ἐλάχιστον δὲ ἐβασίλευσε χρόνον, ἐν μὲν τοῖς προοιμίοις εὐδοκιμήσας, ἐξ ὠμότητος
10δὲ μετὰ ταῦτα χείρονα δόξαν λαβών. Τελευτᾷ δὲ ἐξ ἐπιβουλῆς Ὄθω‐ νος, ἑβδόμῳ τῆς βασιλείας μηνὶ, ἀγχόνῃ διαφθαρεὶς ἐπὶ τῆς Ῥώμης· ἐτάφη τε ἐν τοῖς ἑαυτοῦ κήποις τοῖς περὶ τὴν ὁδὸν τὴν καλουμένην Αὐρηλίαν.

7

.

17

Βασιλεύει δὲ μετ’ αὐτὸν ὁ τούτου φονεὺς, ἐξ ἐπισήμων κατιὼν πατέρων, ἐπιφανεστέρου δὲ τοῦ μητρῴου, ἀνὴρ ἀγαθός τε καὶ πρᾶος καὶ φίλος μὲν ἐς τὰ μάλιστα Νέρωνι, οὐδὲν δὲ ὑπὸ τῆς πρὸς ἐκεῖνον συνηθείας βλαβείς. Ἐν μέντοι τῇ βασιλείᾳ γενναῖον οὐδὲν ἐπεδείξατο
5δι’ αἰτίαν τήνδε. Βιτέλλιος γὰρ, ἡνίκα οὗτος ἐβασίλευσεν, ὑπὸ τῆς ἐν Γερμανοῖς στρατιᾶς ἀνερρήθη. Καὶ γίγνεται πόλεμος Ὄθωνί τε καὶ ἐκείνῳ καὶ τοῖς μεθ’ ἑκατέρου στρατεύμασι. Μετὰ πλείονος δὲ πλήθους οὗτος παραταττόμενος ἧττον ἔσχεν ἐν τῇ πρώτῃ συμπλοκῇ· δεινόν τε ποιησάμενος, ὅτι δὴ τῆς ἐλάττονος στρατιᾶς ἔλαττον σχοίη,76
10πρὸς θάνατον ὥρμησε. Κωλυόντων δὲ αὐτὸν τῶν στρατιωτῶν σὺν τοῖς ἡγεμόσιν αὐτῶν καὶ πειθόντων ὡς ἀπαγορεύειν ἤδη τοῦ τέλους ἀπερί‐ σκεπτον ἂν εἴη, τὴν ἑαυτοῦ γνώμην ἐκύρωσε, μὴ τοσούτου ποιεῖσθαι τὰ καθ’ ἑαυτὸν, ὥςτε ἀξιόχρεω νομίζειν αὐτὰ πρὸς ἐμφύλιον εἶναι πό‐ λεμον. Ἐπήγαγεν ἑαυτῷ τελευτὴν ὀγδόῳ καὶ τριακοστῷ τῆς ἡλικίας
15ἔτει, τῆς δὲ βασιλείας πέντε καὶ ἐνενήκοντα ταῖς πάσαις ἡμέραις.

7

.

18

Βιτέλλιος οὖν ἧν ἐπὶ τῆς βασιλείας, ἐκ πατέρων γεγενημένος γένει μὲν οὐκ ἐπισήμων, τὰς τιμὰς δὲ ἐξ ἀρετῆς κτησαμένων. Ὁ γοῦν πατὴρ αὐτοῦ, τρίτον ἐπὶ τὴν ὑπατείαν κληθεὶς, οὐ κατῄσχυνε τοὺς ἑλομένους, εἰς δέον ταῖς ἐξουσίαις χρησάμενος. Ἀλλ’ ἐγένετο κατὰ
5τὴν βασιλείαν ἀτοπώτατος καὶ τῇ γαστρὶ πάντα μετρῶν, ὥςτε νύκτας ἡμέραις συνάπτειν ἐν συμποσίοις. Φασὶ γοῦν αὐτῷ τὸν ἀδελφὸν παρα‐ σκευάσαι τράπεζαν, προςθεῖναι δὲ αὐτῷ διςμυρίους μὲν ἰχθῦς, ἑπτακις‐ χίλια δὲ πτηνὰ καὶ τὴν ἄλλην ἅπασαν δαπάνην ἐφάμιλλον. Μιμεῖ‐ σθαι δὲ ἐπεμελεῖτο τὸν Νέρωνα, καὶ πρὸς τὸν ἐκείνου ζῆλον ἅπαντα
10πράττειν ἐποιεῖτο. Τὸν τάφον τε αὐτῷ λαμπρότερον ἐποίησε γενέσθαι· κατορώρυκτο γὰρ ἀσήμως, ὡς ἐν τοῖς ἔμπροσθεν δεδήλωται. Ταῦτα οὔτε ὁ δῆμος ἤνεγκεν, οὔτε ὁ στρατὸς ὁ τεταγμένος ὑπὸ Οὐεσπα‐ σιανῷ· στρατηγὸς δὲ ἦν οὗτος τὴν πρὸς Ἰουδαίους διακονούμενος μά‐ χην· ἀλλὰ προςάγουσι μὲν αὐτὸν εἰς τὸ δημόσιον, ἐπειδὴ καὶ τὸν ἀδελ‐
15φὸν Οὐεσπασιανοῦ Σαβῖνον συνεμπρήσας ἐτύγχανε τῷ Καπιτωλίῳ. Κρεμάσαντες δὲ ἀπὸ τῆς κόμης καὶ τῷ λαιμῷ ξίφος ὑποθέντες, εἷλ‐ κον διὰ τῆς πόλεως, τό τε στέρνον γυμνώσαντες, ὥςτε τοὺς ἐντυγχά‐ νοντας κατ’ ἐξουσίαν πλήττειν, καὶ τοῦτον αἰκισάμενοι τὸν τρόπον, τὸ τελευταῖον ἀπέπνιξαν, καὶ τὸ σῶμα ἔρριψαν εἰς τὰ ῥεύματα τοῦ Θύμ‐77
20βριδος ὡς οὐκ ἄξιον ὂν ἐπικαλυφθῆναι τῇ γῇ. Καὶ ὁ μὲν οὕτως ἐτελεύ‐ τησεν ἑβδόμῳ καὶ πεντηκοστῷ τῆς ἡλικίας ἔτει, τῆς βασιλείας ἐν ὀγδόῳ μηνὶ, μιᾶς προςδεούσης ἡμέρας.

7

.

19

Διαδέχεται δὲ τὴν βασιλείαν Οὐεσπασιανὸς, ἐπὶ τῆς Παλαιστί‐ νης ἀναρρηθεὶς, γένει μὲν οὐ λαμπρὸς, ἀρετὴν δὲ οἷος τοῦ σφό‐ δρα ἀρίστοις συμφέρεσθαι καὶ δόξαν ἀεὶ δή ποτε μεγίστην ἐπὶ μεγί‐ στοις ἔργοις κεκαρπωμένος, ἡνίκα Κλαυδίῳ τῷ βασιλεύσαντι στρατη‐
5γῶν, ὡς μικρῷ πρόσθεν εἴρηται, δύο καὶ τρισὶ μάχαις τήν τε Γερμα‐ νῶν καὶ Βρεττανῶν ἅπασαν γῆν συνῆψε Ῥωμαίοις πόλεις τε αὐτῶν εἷλεν εἴκοσι περιφανεστάτας καὶ τὴν μεγίστην τῶν βρεττανικῶν νήσων, τὴν Βέκτην. Οὕτω δ’ ἐβασίλευσεν, ὥςτε μηδὲ ἔξω γενέσθαι μετριότη‐ τος, μήτε ὑπεροφθῆναι παρὰ τῶν ὑπηκόων. Χρημάτων δὲ ἐπεμελεῖτο
10μὲν, ἄδικον δὲ ἔφευγε κτῆσιν. Τὸν πλοῦτον γε μὴν, ὃν συνέλεγε, τοῖς ἀμφ’ αὐτὸν ἐδωρεῖτο καὶ τοῖς μάλιστα τῶν τιμῶν ἀξιωτάτοις. Οὐδεὶς γοῦν τῶν προτέρων τοσαύτην ἐπεδείξατο μεγαλοψυχίαν. Τοσαύτη δὲ ἦν ἡ φιλανθρωπία καὶ ἡ πραότης, ὥςτε τοὺς ἐπιβουλεύειν αὐτοῦ τῇ βασι‐ λείᾳ δόξαντας μὴ βαρέως ἀμύνασθαι, ἀλλ’ ἄχρι τοῦ τῆς πόλεως
15ἐκβάλλειν στῆσαι τὰς τιμωρίας. Τῇ τε ἀρχῇ προςέθηκεν Ἰουδαίους τε καὶ τὰ Ἱεροσόλυμα, τότε πρῶτον αὐτοὺς ὑπαγαγὼν τῇ δου‐ λείᾳ. Ἀχαΐαν τε καὶ Λυκίαν καὶ Ῥόδον καὶ τὸ Βυζάντιον καὶ Σάμον, αὐτονόμους οὔσας, ἠνάγκασε τοῖς ῥωμαϊκοῖς πολιτεύεσθαι θεσμοῖς, Θρᾷκάς τε ἐπὶ τούτοις καὶ Κομμαγηνοὺς, οἰκείας ἔχοντας βασιλείας,
20εἰς ἐπαρχιῶν σχῆμα μετέστησε.

7

.

20

Πάντων δὲ μέγιστον ἐκέκτητο τὸ μήτε ἀπεχθείας μνημονεύειν πρός τε τοὺς κατηγοροῦντας ῥήτοράς τε καὶ φιλοσόφους μὴ βαρέως ἔχειν. Τῶν γε μὴν στρατιωτικῶν πταισμάτων τιμωρὸς ἦν ἀκριβὴς, πικροτέραις αὐτοὺς ἀεὶ σωφρονίζων ἐπιστρεφαῖς, καὶ τοιοῦτος ἦν ἐπὶ78
5τῆς βασιλείας. Θριαμβεύει δὲ ἐν Ῥώμῃ κατὰ Ἰουδαίων μετὰ τοῦ παιδός. Πάντας τοίνυν ἀνῃρημένος, τούς τε ἀπὸ τοῦ δήμου καὶ τοὺς ἐν ταῖς ἡγεμονίαις, καὶ τὸ ὑπήκοον ἅπαν, ἐπίσης δὲ ὑπὸ πάντων θαυ‐ μαζόμενος, ἐτελεύτησε, τῆς γαστρὸς αὐτοῦ καταρραγείσης, ἐν ἀγρῷ περὶ τὰ ὅρια Ἀθηνῶν, οἰκείως τε καὶ θεός τε προςηγορεύθη καὶ
10ὑπὸ Ῥωμαίων ἐτάφη λαμπρῶς, σφόδρα αὐτοῦ τὴν τελευτὴν ὀδυρο‐ μένων. Τούς γε μὴν παῖδας γενεθλιαλογήσας, ἑκατέρους αὐτοῦ ἐπέπειστο διαδόχους ἔσεσθαι τῆς ἀρχῆς, ὥςτε, πολλῶν ἐπιβουλευ‐ σάντων πολλάκις, μηδὲν ἐπιστραφῆναι, φῆσαι δὲ ἐν κοινῇ ποτε συνόδῳ ἢ μηδένα μετ’ αὐτὸν βασιλεύειν ἢ τοὺς ἐξ αὐτοῦ γεγενη‐
15μένους. Ἐτελεύτησε δὲ τῆς ἡλικίας ἔτει ἐνάτῳ καὶ ἑξηκοστῷ, τῆς βασιλείας δὲ ἐνάτῳ καὶ ἡμέρας ἑπτά.

7

.

21

Μετὰ τοῦτον τοίνυν διεδέξατο τὴν βασιλείαν Τίτος ὁ παῖς, ὁμώνυμος τῷ πατρὶ, ταῖς ἀρεταῖς ἁπάσαις πᾶσαν εὐφημίαν νικῶν. Τὸ πλῆθος γοῦν αὐτὸν κοινὸν ἔρωτα προςηγόρευεν. Ἧν δὲ οὐχ ἧττον τὴν γλῶτταν ἠσκημένος εἰς λόγους ἢ τὴν χεῖρα πρὸς μάχας· ἐν οὐδενὶ δὲ
5τοῦ εἰκότος τὸ μέτρον ὑπερέβαινεν. Ἠγώνιστο δὲ καὶ τοὺς ἐν δικαστη‐ ρίοις ἀγῶνας· καὶ δημιουργὸς μέτρων ἄριστος ἦν, ὡς καὶ τραγῳδίαν Ἑλλάδι φωνῇ συνθεῖναι. Ἡνίκα δὲ τῷ πατρὶ κατὰ τῶν Ἰουδαίων συν‐ εστρατεύετο, δύο καὶ δέκα τῶν προμάχων ἰσαρίθμους βέλεσι κατηγωνί‐ σατο. Καὶ γενόμενος ἐπὶ τῆς βασιλείας οὕτως ἦν κοινὸς καὶ μέτριος,
10ὡς μηδένα μὲν ἀπαιτῆσαι τιμωρίαν, τοὺς δὲ ἐπ’ αὐτῷ συστάντας ἔξω συνομωσίας ἀφεῖναί τε καὶ καταριθμῆσαι τοῖς φίλοις. Τὸ μεγαλόψυχον δὲ αὐτοῦ καὶ φιλόδωρον τοσοῦτον ἦν, ὥςτε αὐτῷ τινας εὐκολίαν ἐγκα‐ λεῖν, τὸν δὲ ἀπολυόμενον τὴν κατηγορίαν εἰπεῖν μηδένα χρῆναι στυ‐ γνοτέραν ἔχειν ἀπὸ βασιλέως τὴν ἀναχώρησιν. Δειπνοῦντα δέ ποτε καὶ79
15λογισάμενον ὡς οὐδὲν οὐδεὶς ἐκείνην εὖ πάθοι τὴν ἡμέραν σχετλιάσαι καὶ, καθάπερ αὐτῷ τῆς ἡμέρας ἀπολωλυίας, εἰπεῖν Οὐκ ἐβασίλευσα τὴν παροῦσαν ἡμέραν· οὐδεὶς γὰρ ἐξ ἐμοῦ εὖ πέπονθε σήμερον. Κατα‐ σκευάσας δὲ Ῥωμαίοις τὸ καλούμενον Ἀμφιθέατρον, ἀπήρξατο τῆς ἐν αὐτῷ θέας, πεντακιςχίλια μὲν ἐγκατασφάξας τῷ τόπῳ θηρία, πολ‐
20λὴν δὲ καὶ ἄλλην ἐπιδειξάμενος πολυτέλειαν.

7

.

22

Ἐτελεύτησε δὲ ὑπ’ ἀρρωστίας ἐν ᾧπερ καὶ ὁ πατὴρ ἀγρῷ, δύο τοῦ πατρὸς ὕστερον ἔτεσι καὶ μησὶν ὀκτὼ καὶ ἡμέραις εἴκοσι βασιλεύ‐ σας, προβὰς εἰς ἡλικίαν ἔτους ἑνὸς πρὸς τοῖς τεσσαράκοντα. Καὶ ἤγειρε τῷ δήμῳ πένθος μέγα, ὥςτε κοινὸν αὐτὸ καὶ δημόσιον δογματισθῆ‐
5ναι. Καὶ οὐ μᾶλλον ἦν πάντων ἢ ἴδιον ἑκάστου τὸ πάθος· οὐδεὶς γὰρ ἦν ὃς οὐ τῆς οἰκίας ἐποιεῖτο τῆς αὐτοῦ τὴν συμφοράν. Ἀρχομένης γοῦν ἑσπέρας, αὐτοῦ μεταστάντος, σύνοδος ἐγένετο τοῦ λαμπροῦ πλήθους ἐν τῷ βουλευτηρίῳ, χάριτας ὁμολογούντων καὶ τεθνηκότι τῷ Τίτῳ. Μόνος τε οὗτος ἐκ πάντων πλείους ἐδέξατο θεραπείας ἐκ λόγων
10ἢ ζῶντες ἕτεροι. Συνηριθμήθη δὲ τοῖς θεοῖς

7

.

23

τὴν βασιλείαν ἐπὶ τὸν νεώτερον ἀδελφὸν παραπέμψας Δομετια‐ νὸν, ὃν Νέρωνα ἢ Καλιγούλαν ἢ Τιβέριον εἰπὼν οὐκ ἄν τις ἁμάρτοι· τοσοῦτον ἔσχε πρὸς αὐτοὺς τὸν ζῆλον, οὔτε τοῦ πατρὸς, οὔτε τοῦ ἀδελφοῦ μιμησάμενος οὐδέν. Ἀλλ’ ἐν προοιμίοις μὲν τῆς βασιλείας
5μετριότητός τινος ἐπεμελήθη· κατὰ μέρος δὲ αὔξων τὴν πονηρίαν, εἰς πᾶν προῆλθεν ἡδονῶν τε καὶ θυμοῦ καὶ ὠμότητος, καὶ ταῦτα ἐνίκα τῇ πλεονεξίᾳ. Μῖσος οὖν, ὡς εἰκὸς, ἠκολούθει μέγιστον, ὥςτε τῶν πατρῴων τε καὶ ἀδελφικῶν ἀγαθῶν τὴν μνήμην ἐκβαλεῖν. Οὕτω γοῦν πολλοὺς μὲν ἀνῄρει τῆς συγκλήτου, θεὸν δὲ αὐτὸν ἠνάγκαζε προςαγο‐
10ρεύειν, οὐκ ἀνεχόμενος ἀνδριάσι πλὴν χρυσοῖς καὶ ἀργυροῖς τιμᾶσθαι,
καὶ τούτοις ἐν Καπιτωλίῳ. Ἐπλήρωσε δὲ καὶ ἐμφυλίου τὰς χεῖρας αἵματος, τοὺς ἀναιτίους ἀνελὼν, καὶ τὰ τῆς ὑπηρεσίας ᾔρετο. Καὶ τὰς ἐκστρατείας ἐκ μεγίστων ἐποιήσατο συμφορῶν ἐπὶ Σαρμάτας τε ἅμα καὶ Σκύθας, Δάκας τε ἅμα καὶ Κάτθους. Τάγμα τε ἓν ἀπώλεσε80
15μετὰ τῶν στρατηγῶν, καὶ Σαβῖνος ὑπατικὸς καὶ Κορνήλιος Φοῦσκος ὕπαρχος ἔπεσον σὺν πολλῇ στρατιᾷ· ἐθριάμβευσε δὲ κατ’ αὐτῶν ἀναι‐ δῶς. Καὶ τὸ Καπιτώλιον καὶ τὴν Παροδικὴν ἀγορὰν καὶ τὸ Ἴσιον καὶ τὸ Στάδιον ᾠκοδόμησέ τε καὶ κατεκόσμησε. Μίσους τε ἐπὶ πλεῖστον προϊόντος, συνομόσαντες τῶν περὶ αὐτόν τινες, ἐν ταῖς βασιλικαῖς
20αὐλαῖς αὐτὸν διεχρήσαντο πέμπτῳ καὶ τεσσαρακοστῷ τῆς ἡλι‐ κίας ἔτει, τῆς βασιλείας δὲ δεκάτῳ καὶ πέμπτῳ. Τὰ νενομισμένα δὲ ἀπεπλήρωσε τῶν ἐν λόγῳ μὲν οὐδεὶς, μόνοι δὲ οἱ ταῖς κοιναῖς ἐπιτεταγμένοι ταφαῖς ἀφανῶς αὐτὸν καὶ ὡς σῶμα ἀπερριμμένον κατώρυξαν.

8

t

ΒΙΒΛΙΟΝ Ηʹ.

8

.

1

Τῆς μὲν οὖν πόλεως ἦν ὀκτακοσιοστὸν καὶ πεντηκοστὸν ἔτος τὴν ὑπάτων δὲ εἶχον ἀρχὴν Βετέριός τε καὶ Οὐάλης. Τότε τοί‐ νυν ἀνέθηλε τὰ τῆς Ῥώμης πράγματα, θαυμαστῶν ἐπιτυχόντα βασι‐ λέων. Δομετιανοῦ γὰρ ἀπελθόντος ἐξ ἀνθρώπων τοῦ πονηρίᾳ πάν‐
5τας ὑπερβαλλομένου, διεδέξατο τὴν ἀρχὴν ἀνὴρ ἰδιώτης, ἄριστος δὲ καὶ τῶν πολεμικῶν ἐπιστήμων Νέρβας, εἰ καὶ ἧττον περιφανῶν πα‐ τέρων, πρεσβύτης ἤδη παρελθὼν εἰς αὐτὴν σπουδῇ Πετρωνίου Σε‐ κούνδου καὶ Παρθενίου. Τούτων ὁ μὲν ὕπαρχος ἦν, ὁ δὲ ἕτερος εἷς τῶν Δομετιανοῦ φονέων. Οὗτος, ἁπάσης ἀρετῆς οἱονεί τινας εἰκόνας
10διὰ τῶν ἔργων ἀναφήνας, προαναρπάσθη τοῦ τέλους. Εἰςποιησάμενος γὰρ παῖδα Τραϊανὸν, ἐτελεύτησεν ἐπὶ τῆς Ῥώμης, ἐνιαυτὸν καὶ μῆ‐ νας τέσσαρας βασιλεύσας, ὀκτώ τε πρὸς ἡμέρας, ἑνὶ καὶ ἑβδομηκο‐
στῷ τῆς ἡλικίας ἔτει, καὶ τῇ τῶν θεῶν ἐπεκλήθη προςηγορίᾳ.81

8

.

2

Φέρουσι τοίνυν τὴν βασιλείαν ἐπὶ τὸν πεποιημένον αὐτῷ Τραϊανὸν, ἰταλικοῦ μὲν γένους, τεχθέντα δὲ ἐν Ἱσπανίαις. Πρόγονοι δὲ αὐτῷ λαμπρὰν μὲν οὐ κατῆγον τὴν διαδοχὴν, τιμὰς δὲ ὧν διετύγ‐ χανον ἐξ ἀρετῆς ἐσχηκότες. Ὁ γοῦν πατὴρ αὐτῷ τῶν ὑπατικῶν ἦν.
5Οὗτος στρατηγὸς μὲν ἐγένετο τοῦ πρὸς Γάλλους πολέμου, στάντος Ἀγριππίνῃ. Βασιλεύων δὲ ὁ Τραϊανὸς οὕτω προέστη τῶν πραγμάτων, ὡς εἰκότως ἂν πάντων προτιμηθῆναι τῶν βασιλευσάντων. Δημαγωγὸς γὰρ ἦν ἄριστος κἀν ταῖς μάχαις ἀνδρειότατος. Τὴν ῥωμαϊκὴν γοῦν ἀρχὴν, τῶν ἔμπροσθεν μόλις κατασχεῖν δυνηθέντων, ηὔξησεν ἐπὶ
10πλεῖστον, καὶ τὰ ὅρια τῆς βασιλείας ὅσον ἐπὶ μήκιστον ἐξέτεινε. Πό‐ λεις γοῦν ὑπὲρ τὸν Ῥῆνον ἐν μέσοις ἐδείματο τοῖς Γερμανοῖς. Δάκας τε, τὸν ἡγούμενον αὐτῶν καθελὼν Δεκίβαλλον, ὑπηγάγετο, ἐπαρχίαν τε ὑπὲρ τὸν Ἴστρον κατεστήσατο, καὶ τὴν γῆν ἐκεί‐ νην ἅπασαν, ἣν νῦν Θαΐφαλοι καὶ Βικτόαλοι καὶ Τερβῖται προςοι‐
15κοῦσι, συνῆψε τῇ βασιλείᾳ, χιλίοις διαμετρουμένην κύκλῳ σημείοις.

8

.

3

Τὴν Ἀρμενίαν τε ἀνεκτήσατο παρὰ Πάρθων, Ἀλμάτας τε ὑφ’ ἑαυτῷ κατέστησε, τὸν Φατόσιριν ἀνελὼν, ὃς ἐτυράννει τοῦ ἔθνους. Ἀλβανοῖς τε αὐτὸς ἔδωκε βασιλέα, Ἰβήρων τε καὶ Σαυρομα‐ τῶν καὶ τῶν ἐν Βοςπόρῳ, ἔτι δὲ Ἀραβίων καὶ Ὀσδροηνῶν τοὺς
5βασιλεύοντας ὑποσπόνδους ἐποιήσατο, καὶ μὴν καὶ Ἀρδουήνων καὶ Μαρκομήδων, καὶ τὴν Ἀνθεμουσίαν, χωρίον Περσῶν εὐρύ τε καὶ εὔγαιον· Σελεύκειαν τε καὶ Κτησιφῶντα καὶ Βαβυλῶνα προςεκτή‐ σατο. Μεσσηνίους τε μάχῃ νικήσας κτῆμά τε καὶ τούτους αὐτῷ ποιησάμενος, ἄχρις αὐτῶν ἐχώρησεν Ἰνδῶν καὶ τῆς Ἐρυθρᾶς κα‐
10λουμένης θαλάσσης. Ὅθεν ἀρξάμενος, τρεῖς ἐπαρχίας κατῴκισεν Ἀρμενίαν τε καὶ Ἀσσυρίαν καὶ τὴν Μέσην τῶν ποταμῶν, ἧς μέρος ἦν καὶ ἡ τῶν Ναρικύων χώρα. Πρῶτος καὶ τὴν Ἀραβίαν ἐπαρχίαν ἐποίησε στόλον τε ἐγκατέστησε κατὰ τὴν Ἐρυθρὰν θάλασσαν, ὥςτε αὐτῷ καὶ διὰ θαλάττης ἐξεῖναι πολιορκεῖν Ἰνδούς.82

8

.

4

Τοιαῦτα δὲ ὄντα τὰ κατὰ τοὺς πολέμους ὑπεχώρει τοῖς περὶ τὰ πολιτικὰ θαύμασιν. Οὔτε γὰρ πλέον οὔτε· ἔλαττον εἶχεν ἕτερος ἑτέρου. Οὕτω δὲ ἐπεμελεῖτο τῶν πρὸς τοὺς φίλους καθηκόντων, ὥςτε συνήθως παρ’ αὐτοὺς φοιτᾶν ἢ νόσῳ κατακεκλιμένους ἢ καὶ προςηγορίας μό‐
5νης χάριν, ἔστι δὲ ὅτε καὶ ἑορτάζουσιν ἰδίας τινὰς πανηγύρεις ἐποίει καὶ συνειστιᾶτο, ἀμοιβαίοις τε καὶ αὐτὸς εὐωχίαις αὐτοὺς ἐγέραιρεν. Ἐχρῆτο δὲ καὶ τοῖς ὀχήμασιν ἐκείνων, τὸν βασιλικὸν ἀπολιπὼν δί‐ φρον. Οὐδενί τε τῶν ἐν Ῥώμῃ λαμπρῶν ἐπήγαγε βλάβην, οὐδὲ ηὔξησε τοὺς θησαυροὺς ἐξ ἀδίκου προςθήκης. Φιλοδωρότατός τε
10ἦν δημοσίᾳ τε καὶ ἰδίᾳ καὶ περὶ τὸ διδόναι τὰς ἀρχὰς ἀφθονώ‐ τατος. Πλέον δὲ ἦν τὸ περὶ αὐτὰ ταῦτα τοῖς φίλοις. Οἰκοδομημάτων δὲ αὐτῷ πανταχοῦ τῆς οἰκουμένης πολὺς ἦν ὁ λόγος, καὶ τὰς πόλεις ἀτελείας ἠξίου. Κεφάλαιόν τε τῆς ἡμερότητός τε αὐτοῦ καὶ φιλανθρω‐ πίας παρὰ πάντα τὸν τῆς βασιλείας χρόνον εἷς ὑπέμεινε θάνατον,
15τῆς συγκλήτου τὴν ψῆφον ἐπαγαγούσης, ἀγνοῦντος τοῦ βασιλέως. Τούτων ἕνεκα κατὰ τὴν οἰκουμένην ἅπασαν ἰσόθεος ὑπείληπτο καὶ ταῖς τῶν κρειττόνων ἐτιμᾶτο τιμαῖς.

8

.

5

Καὶ γὰρ δὴ κἀκεῖνο περὶ αὐτοῦ φασιν, ὅτι δή τινων αὐτοῦ τὴν πολλὴν κοινότητα καταμεμφομένων ἀπεκρίνατο χρῆναι τὸν βα‐ σιλέα τοιοῦτον εἶναι πρὸς τοὺς ἰδιώτας, οἷον ἰδιώτης ἄν τις εὔξαιτο τὸν βασιλέα περὶ αὐτὸν εἶναι. Τοσαύτης δὴ συγκεκροτημένης αὐτῷ
5τῆς εὐκλείας ἔν τε πολέμοις καὶ ἡσυχίαις, ἐκ τῆς Περσικῆς ἐπανιὼν,
πρὸς Σελευκείᾳ τῇ τῶν Ἰσαύρων, ὑπενεχθείσης ἀθρόως τῆς γαστρὸς, διεφθάρη, τῆς μὲν ἡλικίας τρίτον καὶ εἰκοστὸν ἄγων ἔτος καὶ μῆνας ἐννέα καὶ ἡμέρας πέντε, τῆς δὲ βασιλείας ἐνιαυτοὺς ἐννεακαίδεκα καὶ μῆνας ἓξ καὶ ἡμέρας πεντεκαίδεκα. Μόνῳ τε αὐτῷ τάφος ἐγένετο83
10κατὰ μέσην τὴν Ῥώμην ἐπὶ τῆς ἀγορᾶς, ἣν αὐτός τε ἐδείματο καὶ κατωνόμασεν ἑαυτῷ. Κίων δὲ μηνύει τὴν ταφὴν, εἰς ὕψος τεσ‐ σαράκοντα καὶ τεσσάρων ποδῶν ἐγηγερμένος. Τοιαύτη δὲ τούτου τοῦ βασιλέως ἡ μνήμη καὶ μετὰ ταῦτα διέμεινεν, ὥςτε, ὁπόταν ἡ σύγ‐ κλητος εἰς τὸ βουλευτήριον ἐπ’ εὐφημίαις τῶν βασιλευόντων συνῄει.
15τοιαύτην τινὰ γίγνεσθαι φωνὴν Εὐτυχέστερος Αὐγούστου, τοῦ Τραϊανοῦ βελτίων. Καὶ τὴν εἰκόνα ταύτην ποιοῦνται κόσμον οἱ κολακεύοντες ἢ κατὰ ἀλήθειαν ἐπαινοῦντες.

8

.

6

Παρὰ τούτου τὴν βασιλείαν Ἀδριανὸς ἐδέξατο, Τραϊανοῦ μὲν οὔτε βουληθέντος, οὔτε ἐντειλαμένου, τῆς δὲ ἐκείνου γαμε‐ τῆς Πλωτίνης καταπραξαμένης. Οὐδὲ γὰρ ἀνεψιδοῦν ὄντα αὐτὸν εἰςεποιήσατο Τραϊανός. Προγόνων δὲ ἦν καὶ οὗτος Ἰταλῶν, ἐν
5Ἱσπανίαις τεχθείς τε καὶ τραφείς. Εὐθὺς μὲν οὖν εἶχεν αὐτὸν τῆς Τραϊανοῦ δόξης φθόνος, καὶ τῶν ἐπαρχιῶν, ἃς κατεστήσατο, πάμπαν τὴν φυλάττουσαν αὐτὰς στρατιὰν ἀνακαλεσάμενος, συνέστειλε τοὺς τῆς βασιλείας ὅρους ἐντὸς Εὐφράτου ποταμοῦ. Βουλευόμενον δὲ αὐτὸν ὅμοια καὶ περὶ τῶν Δακῶν, οἱ φίλοι διεκώλυσαν· τοὺς γὰρ ἀποί‐
10κους τοὺς ἐκ τῶν πολιτῶν Ῥωμαίων ὑπὸ Τραϊανοῦ μεταστάντας οἰκή‐ σεως ἕνεκα καὶ γεωργίας ἀνόσιον εἶναι γίγνεσθαι βαρβάρους. Τοῦ γὰρ οἰκείου πλήθους ἀπεσεσύλητο, τῷ χρονίῳ πολέμῳ κατανη‐ λωμένου.

8

.

7

Εἰρήνης γε μὴν καὶ ἡσυχίας πολλὴν ἐποιήσατο πρόνοιαν πλὴν μιᾶς μικρᾶς τε καὶ ἀσήμου μάχης, ἣν δι’ ἑνὸς τῶν ἀρχόντων συνε‐ κρότησε. Περιῆλθε δὲ τὴν βασιλευομένην ἅπασαν, καὶ τοῖς οἰκοδο‐ μήμασι πολλὴν εἰςήνεγκε σπουδήν. Γλώττῃ τε τῇ Ἰταλῶν καὶ Ἑλ‐
5λήνων ἐπίσης ἐξέλαμψε. Καὶ ἡμερότητος μὲν παντελῶς ἀπέσχε, τῶν χρημάτων δὲ καὶ τῶν θησαυρῶν ἐπεμελήθη καὶ τῆς στρατιωτικῆς τά‐
ξεώς τε καὶ ἁρμονίας. Ἐτελεύτησέ τε περὶ τὴν Καμπανίαν, ὑπὲρ τὰ ἑξήκοντα γεγονὼς ἔτη, ἕνα καὶ εἴκοσι βασιλεύσας ἐνιαυτοὺς καὶ μῆ‐ νας δέκα καὶ ἡμέρας ἐννέα. Πάντων δὲ ἀντιλεγόντων χρῆναι τὰς θείας84
10αὐτῷ νομισθῆναι τιμὰς, ὁ διαδεξάμενος τὴν βασιλείαν Μάρκος Ἀν‐ τωνῖνος ἐξῄτησε χάριν, καὶ, τὰς τῶν ἀνθισταμένων βιάσας γνώμας, ἔτυχεν.

8

.

8

Ἐβασίλευσε τοίνυν αὐτὸς οὗτος Ἀντωνῖνος Φούλβιος, ὃς καὶ Βοϊώνιος ἐπεκλήθη καὶ Πίος, ἐκ γένους τε κατιὼν λαμπροῦ τό γε εἰς τοὺς ἐγγὺς προγόνους· παλαιότητα γὰρ οὐκ εἶχε διεγνωσμένην· δι‐ καίως τ’ ἂν ἐξισωθεὶς τοὔνομα Πομπιλίῳ, ὥςπερ οὖν καὶ Τραϊανὸς
5Ῥωμύλῳ. Οὗτος σεμνὸς μὲν ἦν καὶ ἰδιωτεύων, οὐ διέφθειρε δὲ αὐτὸν οὐδὲ ἐπὶ τῆς ἀρχῆς, τραχύτητος πάμπαν ἀπέχων, ἥμερος δὲ πρὸς ἅ‐ παντας καὶ ἁπλοῦς, ἐπιστήμῃ δὲ τῶν πολεμικῶν κεκοσμημένος, ἄδι‐ κον δὲ οὐκ ἐπάγων πόλεμον· φυλάττειν γὰρ ἦν αὐτῷ τὰ κτηθέντα σκοπὸς, οὐχ ἕτερα προςτιθέναι. Καὶ τοὺς μὲν ἀγαθοὺς ἄνδρας ἦγεν ἐπὶ
10τὰς ἀρχὰς καὶ πάσης τιμῆς ἠξίου· τῶν πονηρῶν δὲ ἕκαστος αὐτῶν ἀφίστατο, μηδεμίαν περιβαλλόμενος συμφοράν. Τοῖς ἐνσπόνδοις δὲ τῶν κατὰ ἔθνη βασιλέων φοβερός τε ἦν ἅμα καὶ ἐπέραστος, ὥςτε πολ‐ λοὺς τῶν βαρβάρων, ἀποθεμένους τὰ ὅπλα, περὶ τῶν διαφορῶν ὑπ’ αὐ‐ τῷ κρίνεσθαι στέργειν τε ἅπερ ἂν γνοίη. Πλοῦτον δὲ ἔχων πρὸ τῆς
15βασιλείας οὐκ ὀλίγον, μετὰ τὴν βασιλείαν διένειμεν ἅπαντα τῷ στρα‐ τῷ καὶ τοῖς φίλοις, ὥςτε τὰ δημόσια χρήματα, τῆς δαπάνης οἴκοθεν γιγνομένης, πολυπλασιασθῆναι. Εὐσεβὴς δὲ ἐπικληθεὶς διὰ τὴν φι‐ λανθρωπίαν, τελευτᾷ τὸν βίον ἐν ἀγρῷ· Λωρίον ἦν ὄνομα αὐτῷ· τῆς Ῥώμης πόρρω δυοκαίδεκα σημείοις, ἑβδομηκονταετὴς γενόμενος, βα‐
20σιλεύσας δὲ τρία καὶ εἴκοσιν ἔτη, καὶ καθιερώθη καὶ οὗτος δόγματι κοινῷ.

8

.

9

Μετὰ τοῦτον ἐβασίλευσε Μάρκος Ἀντωνῖνος Οὔηρος, ἐξ ἐπιφα‐
νῶν καὶ οὗτος πατέρων. Τὸ γὰρ δὴ γένος αὐτῷ πρὸς τὸν Νουμᾶν Πομπίλιον ἀνεφέρετο τὸ πατρῷον, μητρὸς δὲ ἦν ἐκ βασιλικοῦ σπέρ‐ ματος κατιούσης. Σολεντῖνος γὰρ ἧν βασιλεύς τις ὁ ταύτης προπά‐85
5τωρ. Καὶ συνεβασίλευσεν αὐτῷ Λούκιος Ἀντωνῖνος Οὔηρος. Καὶ τότε δὴ πρῶτον ὑπὸ δύο τὰ ῥωμαϊκὰ βασιλεῦσιν ἤγετο, τῶν πρόσθεν καθ’ ἕνα βεβασιλευκότων.

8

.

10

Συνήγαγε δὲ αὐτοὺς καὶ συγγένεια, ἄλλη τε καὶ ἡ ἀπὸ τοῦ γάμου. Ὁ γὰρ Ἄννιος Ἀντωνῖνος Οὔηρος τοῦ Μάρκου Ἀντωνίνου κηδεστὴς ἦν ἐπὶ θυγατρὶ, ἐκεῖνος δὲ ἐπ’ ἀνεψιᾷ κηδεύσας ἐτύγχανεν Ἀντωνίνῳ τῷ Πίῳ. Οὗτοι δὴ βασιλεύοντες ἐπήγαγον Πάρθοις πόλε‐
5μον, τότε πρῶτον ἀντιπαραταξαμένοις μετὰ τὴν Τραϊανοῦ νίκην. Καὶ στρατεύει μὲν ἐπ’ αὐτοὺς Λούκιος Ἄννιος Ἀντωνῖνος. Τὰς διατριβὰς δὲ περὶ Ἀντιόχειαν καὶ τὴν Ἀρμενίαν ποιούμενος διὰ τῶν στρατη‐ γῶν ἅπαντα κατώρθου· καὶ Σελεύκειαν, τὴν Ἀσσυρίων πόλιν ἐπιφα‐ νεστάτην, ἑλὼν μετὰ τῶν ἐγκαθημένων αὐτῇ στρατιωτῶν τετρακιςμυ‐
10ρίων, ἐθριάμβευσεν ἐπὶ τῇ νίκῃ, κοινωνὸν ἔχων τοῦ θριάμβου τὸν κοι‐ νωνὸν τῆς βασιλείας καὶ τοῦ γένους τὸν κηδεστήν. Ἐτελεύτησε δὲ ἐν Βενετίᾳ, φερόμενος ἐπ’ ὀχήματι ἅμα τῷ συμβασιλεύοντι· πορεία δὲ ἦν αὐτοῖς ἀπὸ Κονκορδίας εἰς Ἄλτινον· νόσον ὑπομείνας τε ἀποπλη‐ ξίαν. Συνηριθμήθη τε τοῖς θεοῖς, ὑποληφθεὶς ἀνὴρ κοινός τε καὶ ἀγα‐
15θὸς εἶναι, καίτοι γε οὐκ ἧν, ἀλλ’ ἐπέκρυπτεν αὐτὸν ἡ τοῦ βασιλέως ἀρετή.

8

.

11

Μόνος τοίνυν ἔμεινεν ἐπὶ τῆς ἀρχῆς ἅτερος Ἀντωνῖνος Μάρ‐ κος, οὗ θαῦμα μόνον ἄξιον ἔχειν, οὐκ ἐπαίνους ἀπαριθμεῖν. Ἐκ πρώ‐ της γὰρ ἡλικίας ἥμερός τε ἐγένετο καὶ γαληνὸς ἰδεῖν, μηδὲ παιδὸς
ὄντος ἡδονὴν ἢ λύπην κατακρατῆσαι, μηδ’ ἐξ ἑτέρου τούτων αὐτῷ τὸ86
5πρόςωπον ἀλλοιότερον φανῆναι. Φιλοσοφίας τε ἦν ἐραστὴς, ὑπὸ τοῖς Στωικοῖς πεπαιδευμένος, ὥςτε μὴ μόνον τὸ ἦθος οὕτως ἠσκῆσθαι τοῖς παραγγέλμασιν, ἀλλὰ καὶ τὴν γλῶτταν ἐν τῇ λογικῇ τῶν ἄλλων πλέον ἔχειν. Οὕτω τε ἦν εὐκλεὴς ἔτι νέος, ὡς Ἀδριανὸν, σκοπούμενον ὅς‐ τις αὐτῷ διαδέξεται τὴν βασιλείαν, ἐπειδὴ προτιμᾶν ἠναγκάζετο τὸν
10Πίον, παῖδα αὐτῷ πεποιημένον, συνάψαι τοῦτον ἐκείνῳ διὰ τοῦ γάμου τῆς θυγατρὸς, ὅπως ἂν ἐπ’ αὐτὸν ἔκ τινος ἀκολουθίας ἡ βασιλεία κατενεχθῇ.

8

.

12

Διδασκάλῳ δὲ ἐχρῆτο τῆς φιλοσοφίας μὲν Ἀπολλωνίῳ τῷ Χαλκηδονίῳ, ῥητορείας δὲ ἑλληνικῆς μὲν Χερρονήσῳ, τῷ Πλουτάρχου συγγενεῖ, τῆς Ἰταλῶν δὲ Φρόντωνι, τῷ τότε ἀρίστῳ ῥητόρων. Ἐγέ‐ νετο δὲ πάντων μάλιστα τῶν βασιλευσάντων τῆς ἰσότητος ἐραστὴς,
5πρὸς οὐδεμίαν ὑπεροψίαν ἀρθείς. Καὶ μεγαλόδωρος δὲ ἧν, καὶ τὰ τῶν ὑπηκόων ἐκ φιλαγαθίας διῳκεῖτο. Πολέμους δὲ τὸν μὲν κατὰ Γερμα‐ νῶν διὰ τῶν στρατηγῶν ἐνίκησε, τὸν δὲ κατὰ Μαρκομάννων αὐτὸς παρών τε καὶ αὐτουργῶν, ὃς οὕτως ἰσχυρὸς ἐγένετο καὶ μέγας, ὥςτε τοῖς Ἄφροις αὐτὸν παραβάλλεσθαι. Μετὰ γὰρ πολὺ πτῶμα τῶν ἐναν‐
10τίων τὸ κατὰ τὴν μάχην ἐγένετο μεῖζον ἕτερον, ἐπελθόντος λοιμοῦ τοῦ τε ἀέρος ἐπὶ τοσοῦτον φθαρέντος, ὥςτε μετὰ τὴν νίκην ἅπασαν σχεδὸν τὴν στρατιὰν διαφθαρῆναι.

8

.

13

Καμνόντων τοίνυν αὐτῷ τῶν πραγμάτων, ὅμως προςεκαθέσθη τε καὶ τέλος ἐπέθηκε τῷ πολέμῳ, συνηττηθέντων Μαρκομάννοις Κουά‐ δων τε καὶ Οὐανδάλων καὶ Σαρμάτων καὶ Σίλβων καὶ πάντων τῶν αὐτόθι βαρβάρων. Πανστρατιᾷ τε γὰρ αὐτοὺς ἀνεῖλε καὶ τοὺς Παίο‐
5νας ἠλευθέρωσε δουλείας· ἐθριάμβευσέ τε ἐπὶ τῆς Ῥώμης μετὰ Κομό‐
δου τοῦ παιδὸς, καίσαρα χειροτονήσας αὐτὸν, Κόμοδόν τε Ἀντωνῖνον προςειπών. Φασὶ δὲ, τῆς δαπάνης αὐτὸν ἐπιλειπούσης, ἐπειδὴ φόρους ἐπάγειν ἑτέρους ἠρυθρία, τὴν βασιλικὴν ἐσθῆτα πᾶσαν καὶ τὰ σκεύη τὰ ἐξ ἀργύρου τε καὶ κρυστάλλου τὴν βασιλικήν τε ἅπασαν σκευὴν87
10ὤνιον προθεῖναι καὶ τὸ συναχθὲν χρυσίον καταναλῶσαι τῷ πολέμῳ. Περιγενομένων δὲ τῶν πραγμάτων, τοῖς μὲν ἀποδοῦναι βουληθεῖσι τὰ τιμήματα ἀπαριθμῆσαι, τοὺς δὲ μὴ κατασχεῖν ἑλομένους μὴ βιά‐ σασθαι.

8

.

14

Ἐπέτρεψέ τε κατὰ τὸ σχῆμα τὸ βασιλικὸν εὐωχεῖσθαι καὶ τοὺς ὑπηκόους οἰκέτας ὁμοίᾳ περιβάλλειν στολῇ, μηδὲν τῷ βασιλεῖ πλέον ἀπονέμοντας, ἐπεὶ οὕτως ἦν ἀφθονώτατος. Μεγαλοψυχίαν ἐπε‐ δείξατο τοιαύτην, ὥςτε νικητηρίους ἄγων ἑορτὰς, ἐν ταῖς πρὸς τὰ θη‐
5ρία τῶν ἀνδρῶν μάχαις ἑκατὸν ἅμα λέοντας ὑπὸ τοῖς θεαταῖς ἀνεῖλεν. Ἐν τοσαύτῃ τῶν κοινῶν εὐδαιμονίᾳ καὶ τοῦ κρατοῦντος ἀρετῇ τέλος ἐπῆλθε τῷ βασιλεῖ, δεκάτῳ καὶ ὀγδόῳ τῆς ἀρχῆς ἔτει, τῆς δὲ ἡλικίας ἑνὶ καὶ ἑξηκοστῷ, γνώμῃ τε ἁπάντων μιᾷ συνηριθμήθη τοῖς θεοῖς,

8

.

15

παραπέμψας τῷ παιδὶ τὴν βασιλείαν, Λουκίῳ Ἀντωνίῳ Κομό‐ δῳ, μήτε κτησαμένῳ τι τῆς πατρῴας ἀρετῆς μήτε ἐπιδειξαμένῳ πλὴν ὅτι πρὸς Γερμανοὺς καὶ οὗτος ἔσχεν εὐτυχῆ πόλεμον. Ἐπεχείρησε μέντοι τὸν μῆνα τὸν κατὰ Ῥωμαίους Νοέμβριον ἐπώνυμον ἑαυτῷ ποιῆ‐
5σαι Κόμοδον, οὐ μὴν ἐδυνήθη. Τρυφαῖς δὲ καὶ ἀσελγείαις κατὰ μικρὸν διαφθειρόμενος, εἰς τοῦτο προῆλθεν ἀτοπίας, ὥςτε καὶ ἐν τῷ μονομα‐ χικῷ σταδίῳ καὶ μετὰ ταῦτα ἐν δημοτελεῖ θέᾳ κατὰ τὸ καλούμενον Ἀμφιθέατρον διαγωνίσασθαι πρὸς [τοὺς] τοῦτο ἐπιδεικνυμένους. Θάνα‐ τος δὲ ἐξαπίναιος ἐπελθὼν αὐτῷ δόξαν ἤνεγκε τοῖς πολλοῖς, ὡς ἀγ‐
10χόνῃ τις αὐτὸν ἢ φαρμάκῳ καί τισι μαγγανείαις ὑπεξαγάγοι τοῦ βίου. Δώδεκα. δὲ ἐξεπλήρωσε βασιλεύων ἐνιαυτοὺς μετὰ τὸν τοῦ πα‐ τρὸς θάνατον καὶ μῆνας ὀκτὼ, παρὰ πάντων ὁμοίως κοινὸς ἐχθρὸς
καὶ μετὰ τὸν θάνατον ὀνομαζόμενος.88

8

.

16

Μετὰ τοῦτον ἐβασίλευσε Περτίναξ, ἀνὴρ εἰς γῆρας ἤδη προβε‐ βηκὼς ἑβδομηκοστόν τε ἰὼν τῆς ἡλικίας ἔτος. Ὕπαρχος δὲ τῆς Ῥώ‐ μης ἦν, ὅτε παρῆλθεν εἰς τὴν βασιλείαν, δόγματι τῆς συγκλήτου πάσης ἀναρρηθείς. Ἀλλ’ ὀγδοηκοστῇ τῆς βασιλείας ἡμέρᾳ στρατιωτῶν
5αὐτὸν ὑπεξήγαγε στάσις, τῶν καλουμένων Πραιτωριανῶν.

8

.

17

Ἰουλιανὸς δὲ ἦν ὁ ταύτην ἐγείρας τὴν στάσιν, ὃς καὶ τὴν βα‐ σιλείαν ἥρπασεν, ἐπιφανὴς μὲν καὶ νόμους ἐξησκημένος· Ἰουλια‐ νοῦ γὰρ ἔκγονος ἦν, ὃς τὸ διηνεκὲς διάταγμα τοῖς Ἀδριανοῦ χρόνοις συνέταξεν, ὃ μέχρι νῦν Ἀδριάνειον καλεῖται, κατὰ τὴν τῶν Ἰταλῶν
5φωνὴν ἤδικτον περπέτουον· ἀλλ’ εὐθὺς ἀνῃρέθη πρὸς τῇ γεφύρᾳ τῇ καλουμένῃ Μουλβίᾳ, σφαγὴν ἐν αὐταῖς δεξάμενος ταῖς βασιλείοις αὐ‐ λαῖς.

8

.

18

Καὶ δέχεται τὴν βασιλείαν Σεπτίμιος Σευῆρος, Ἄφρος ἐκ τῆς Τριπολιτικῆς καλουμένης ἐπαρχίας· πόλις δὲ ἦν αὐτῷ Λέρκις. Μόνος δὲ οὗτος ἐξ Ἀφρικῆς ἐπὶ τὴν τῶν ὅλων παρῆλθεν ἐπιτροπὴν, καὶ οὔτε πρότερον ἡ μνήμη παραδέδωκεν, οὔτε μετὰ ταῦτα ἑξῆς ἐκεῖθεν
5βεβασιλευκότα. Ἦν δὲ πρότερον μὲν τοῦ ταμείου ῥήτωρ· τοῦ χρόνου δὲ προϊόντος, ἀρχὴν ἴθυνε στρατιωτικὴν, καὶ, προςεμμένων λιταῖς τι‐ μαῖς, εἰς τοῦτο ἦλθε δυναστείας. Προςηγόρευσε δὲ ἑαυτὸν Περτίνακα, τὸν ἀνῃρημένον ὑπὸ Ἰουλιανοῦ τιμῶν. Μικρόψυχος μὲν ἀνὴρ καὶ χα‐ λεπὸς, πολεμικὸς δὲ ἄλλως κἀν ταῖς μάχαις εὐτυχής. Πεσκέννιον
10γὰρ Νίγρον, τυραννήσασα κατὰ τὴν Αἴγυπτον, ἐν Κυζίκῳ νικήσας ἀνεῖλεν. Ἐκράτησε δὲ καὶ Πάρθων καὶ Ἀραβίων τῶν ἐνδοτάτω καὶ τῶν καλουμένων Ἀδιαβηνῶν, ὥςτε τὴν μὲν Ἀραβίαν ἐπαρχίαν κατα‐ στήσασθαι κατὰ παλαιὸν ἔθος, ἀπὸ δὲ τῶν νενικημένων ἐθνῶν προςη‐ γορίας λαβεῖν. Ἐκλήθη τε Παρθικὸς καὶ Ἀράβιος καὶ Ἀδιαβηνικός.
15Πλεῖστα δὲ καὶ τῶν τῆς βασιλείας οἰκοδομημάτων ἐπανήγαγεν εἰς νεότητα. Κατὰ τοῦτον τὸν χρόνον Κλώδιος Σαβῖνος ὁ κοινωνήσας Ἰουλιανῷ τῆς Περτίνακος σφαγῆς ἑαυτὸν ἐν Γάλλοις ἐχειροτόνησε καίσαρα· νικηθεὶς δὲ ἐν Λουγδούνῳ παρὰ τοῦ Σευήρου τέλος ἔσχε τοῦ βίου.89

8

.

19

Σευῆρος δὲ ἦν μὲν ἐν τούτοις λαμπρὸς, οὐχ ἧττον δὲ ἐν τοῖς πολιτικοῖς. Φιλοσοφίας τε γὰρ ἐξήσκητο πρὸς ἄκρον καὶ τῶν ῥητόρων ἁπάντων ὑπερεῖχεν. Ὕστατόν τε πόλεμον πρὸς Βρεττανοὺς συγκροτή‐ σας τάς τε πόλεις ἀνεκτήσατο καὶ τὰς ἀρχὰς ἐξασφαλιζόμενος χά‐
5ρακα περιέβαλεν, ἐπὶ δύο καὶ τριάκοντα πρὸς τοῖς ἑκατὸν σημείοις ἐκτείνας αὐτὸν πρὸς θάλασσαν. Ἐπὶ τούτοις τοῖς ἔργοις ἐτελεύτησεν ἐν Βορακίῳ πρεσβύτης, βασιλεύσας ἓξ καὶ δέκα ἐνιαυτοὺς καὶ μῆνας τρεῖς, καὶ τοῖς θεοῖς συνηριθμήθη, δύο παῖδας διαδόχους τῆς βασι‐ λείας καταλιπὼν, Βασιανὸν καὶ Γέταν, προςτάξας Βασιανὸν Ἀν‐
10τωνῖνον μετακληθῆναι. Καὶ ὁ μὲν προςηγορεύθη Μάρκος Αὐρήλιος Ἀντωνῖνος Βασιανὸς, ἐπετρόπευσέ τε μετὰ τὸν πατέρα τῶν πραγμά‐ των. Γέτας δὲ, ἐχθρὸς εἶναι κοινὸς κριθεὶς ὑπὲρ ὧν ἔπραττεν, ἀνῃ‐ ρέθη.

8

.

20

Ἀντωνῖνος τοίνυν, προςλαβὼν καὶ τὴν τοῦ Καρακάλλου προς‐ ωνυμίαν, τῷ πατρὶ πρὸς ἅπαντα κατηκολούθησε τὸ πρῶτον· προϊὼν δὲ ἐχώρησέ τε εἰς ὠμότητα καὶ τὴν ἐν ταῖς ἀπειλαῖς ὑπερβολήν. Τῇ Ῥώμῃ δὲ κατεσκεύασε λουτρὸν, ὅπερ εἰς τόδε Ἀντωνιανὸν κα‐
5λεῖται. Ἄλλο δὲ ἄξιον μνήμης οὔτε εἶπεν, οὔτε ἔπραξεν οὐδέν· ἀλλ’ ἡδοναῖς τε ἐδούλευσεν, ὥςτε καὶ τὴν ἑαυτοῦ μητρυιὰν ποιήσασθαι γα‐ μετήν. Ἐν Ἐδέσσῃ δὲ τῆς Ὀσδροηνῆς, στρατεύων ἐπὶ Πέρσας, ἀπῆλ‐ θε τοῦ βίου, βασιλεύσας μὲν ἓξ ἔτη καὶ μῆνας δύο, προελθὼν δὲ τῇ ἡλικίᾳ εἰς τρίτον καὶ τεσσαρακοστὸν ἔτος· ἐγένοντό τε αὐτῷ τὰ νενο‐
10μισμένα παρὰ τοῦ στρατοῦ.90

8

.

21

Καὶ βασιλεύει μετ’ αὐτὸν Ὀφίλιος Μακρῖνος, ἐξ ὑπάρχου πρὸς τὴν βασιλείαν κληθείς· καὶ μετέσχεν ἁλουργίδος ὁ παῖς αὐτοῦ Διαδουμῖνος. Ἔπραξε δὲ οὐδὲ οὗτος μνήμης ἄξιον οὐδὲν, τῆς ἀρχῆς εἰς ἐνιαυτὸν καὶ μῆνας δύο προελθούσης. Ἀνεῖλε δὲ ἀμφοτέρους
5στρατιωτικὴ στάσις.

8

.

22

Δέχεται δὲ τὴν βασιλείαν Μάρκος Αὐρήλιος, ὃς Ἀντωνίνου Καρακάλλου παῖς ὢν ὑπείληπτο· ἦν δὲ ἱερεὺς τοῦ ναοῦ τοῦ Ἡλιο‐ γαβάλου. Οὗτος ἐπὶ χρηστῇ τοῦ δήμου προςδοκίᾳ τὴν Ῥώμην κατα‐ λαβὼν ἐναντίος ὤφθη τῆς ἐλπίδος. Αἰσχρὸν γὰρ καὶ ἐπονείδιστον
5μετελθὼν βίον, μετὰ δύο ἔτη τῆς βασιλείας καὶ μῆνας ὀκτὼ ἀνῃρέθη, καὶ ἡ μήτηρ αὐτῷ συναπώλετο Συμία Σευήρα.

8

.

23

Ἐντεῦθεν ἦλθεν ἐπὶ τὴν βασιλείαν Ἀλέξανδρος, καῖσαρ μὲν ὑπὸ τῆς στρατιᾶς ἀναρρηθεὶς, αὔγουστος δὲ ὑπὸ τῆς συγκλήτου, κο‐ μιδῇ νέος. Οὗτος εὐθὺς ἐπὶ Πέρσας ἐστράτευσε καὶ τὸν βασιλέα Ἄρσην μετὰ πολλῆς ἐνίκησε τῆς εὐκλείας. Φοβερός τε ἐγένετο
5τῷ στρατῷ, ὥςτε ἀτάραχον αὐτὸν ἐν πολλῷ διαμεῖναι χρόνῳ. Ἐπειδὴ γοῦν τινα τῶν ταγμάτων ἐπήρθη πρὸς στάσεις, ἐκόλασέ τε, καὶ τοὺς ἐν αὐτοῖς ἄνδρας ἅπαντας ἀπεστράτευσε. Τούτῳ συνήδρευ‐ σεν ὁ νομοθέτης Οὐλπιανὸς, αὐτὸς καὶ τὴν φροντίδα τοῦ τοῖς δεομένοις ἀντιγράφειν ἔχων. Πολλῆς δὲ οὔσης αὐτῷ τῷ Ἀλεξάνδρῳ καὶ κατὰ
10τὴν Ῥώμην καὶ πανταχοῦ τῆς δόξης, ἐτελεύτησε παρὰ Γάλλοις, τά‐ ραχον ὑπομείνας στρατιωτικὸν, τριςκαιδεκάτῳ τῆς βασιλείας ἔτει, πολ‐ λὴν εὐσέβειαν ἐπιδειξάμενος περὶ τὴν ἑαυτοῦ μητέρα καὶ μηδὲ ἑνὶ
κατὰ τοῦτο καταλιπὼν ὑπερβολήν.91

9

t

ΒΙΒΛΙΟΝ Θʹ.

9

.

1

Μεταλλάξαντος τοίνυν Ἀλεξάνδρου τὸν βίον, ἐβασίλευσε Μαξι‐ μῖνος, πρῶτος οὗτος αἱρεθεὶς καὶ μόνῃ τῇ τῶν στρατιωτῶν ψήφῳ, τῆς συγκλήτου μὴ συμψηφισαμένης, ὅπου γε καὶ συνηριθμεῖτο τῇ γερουσίᾳ. Ἐπαγαγὼν δὲ Γερμανοῖς πόλεμον καὶ κρατήσας αὐτῶν ἐκ
5πολλοῦ τοῦ περιόντος καὶ προςαγορευθεὶς ἰμπεράτωρ, ὃ νῦν μὲν τῶν βασιλέων ἐστὶν ὄνομα, τότε δὲ ἥρμοττε τοῖς ἄριστα στρατηγοῦσιν, ἀνῃρέθη τῆς Ἰταλίας ἐντὸς ἐν Ἀκυληίᾳ τῇ πόλει, Πουπιήνου τὴν σφα‐ γὴν ἐπαγαγόντος. Συνανῃρέθη δὲ αὐτῷ καὶ ὁ παῖς, νήπιος κομιδῇ, κοινωνήσας τῷ πατρὶ τῆς βασιλείας τρισὶν ἔτεσι καὶ ἡμέραις ὀλίγαις.

9

.

2

Μετὰ τοῦτον τρεῖς ἅμα γίγνονται βασιλεῖς, Πουπίηνός τε ὁ τὸν φόνον ἐργασάμενος καὶ Βαλβῖνος καὶ Γορδιανὸς, οἱ μὲν ἐξ ἀφανοῦς καὶ ἀσήμου γένους, Γορδιανὸς δὲ ἐξ ἐπιφανῶν προγόνων. Γορδιανὸς γὰρ ἦν αὐτῷ πατὴρ, οὕτω λαμπρὸς, ὥςτε, Μαξιμίνου βασιλεύοντος,
5ὃν ὁ Πουπίηνος διεχρήσατο, ἐπὶ τῆς Ἀφρικῆς ἀνθυπατικὴν αὐτὸν ἔχοντα στρατιὰν, κληθῆναι ἐπὶ τὴν βασιλείαν. Ἐπεὶ δὲ ἐπέβησαν τῆς Ῥώμης, Βαλβῖνος μὲν καὶ Πουπίηνος ἐν ταῖς αὐλαῖς ἀνῃρέθησαν ταῖς βασιλικαῖς, ἔμεινε δὲ Γορδιανὸς μόνος τὴν ἀρχὴν ἔχων. Νεώτα‐ τος δὲ ὢν, ἄγεται γαμετὴν Τρανκελλίναν. Ἀνεγείρας δὲ τὸ ἱερὸν τοῦ
10Ἰάννου, διὰ πολλοῦ τοῦ μέσου ὥρμησεν ἐπὶ τὰ πρὸς ἕω. Στρα‐ τούσας δὲ ἐπὶ Πέρσας καὶ κρατήσας αὐτῶν μάχαις πολλαῖς, ἐπαν‐ ιὼν ἀνῃρέθη πρὸς τοῖς ῥωμαϊκοῖς ὅροις ὑπὸ Φιλίππου. Καὶ γίγνεται τῶν πραγμάτων ὁ Φίλιππος κύριος. Κατεσκεύασε δὲ αὐτῷ μνήμῃ τῶν πεπραγμένων ἡρῷον ὁ στρατὸς εἰκοστῷ τοῦ Κιρκησίου ση‐
15μείῳ· φρούριον δέ ἐστι τοῦτο Ῥωμαίων, εἰςέτι καὶ νῦν οὕτω καλού‐ μενον παρὰ τὸν Εὐφράτην ποταμόν. Τὸ σῶμα δὲ εἰς τὴν Ῥώμην ἐκόμισε, καὶ τῇ τῶν θεῶν ἐτίμησε προςηγορίᾳ.

9

.

3

Φίλιππος δὲ σὺν τῷ παιδὶ Φιλίππῳ τῆς βασιλείας ἐπελάβετο, καρπὸν τοῦτο ποιησάμενος τοῦ φόνου. Καὶ τὴν στρατιὰν διαγαγὼν εἰς τὴν Ἰταλίαν ἤγαγε δημοτελῆ πανήγυριν ἐπὶ τῷ χιλιοστῷ τῆς πό‐ λεως ἔτει, κατ’ αὐτὸν ἀρξαμένῳ, παντοδαπαῖς τέρψεσι τὸ πλῆθος92
5ἀνελόμενος. Ἀλλ’ ἀνῃρέθη σὺν τῷ παιδὶ, τῶν στρατιωτῶν αὐτὸν μὲν ἐν Βερώνῃ, τὸν υἱὸν δὲ ἐν Ῥώμῃ διαχρησαμένων, πέντε βασιλεύσας ἐνιαυτούς. Τῆς μέντοι τῶν θεῶν ἠξιώθησαν προςηγορίας.

9

.

4

Καὶ παρῆλθεν εἰς τὴν ἐξουσίαν Δέκιος, ἐκ Παιόνων κατάγων ἀπὸ Βουδαλίας τῆς πόλεως τὸ γένος. Κινηθέντος δὲ ἐμφυλίου πολέμου, τούτου μὲν ἐκράτησε μάχῃ, τὸν δὲ παῖδα τὸν ἑαυτοῦ καίσαρα παρε‐ σκεύασεν ἀναρρηθῆναι. Λουτρόν τε τῇ Ῥώμῃ κατεσκεύασεν ἐπώνυ‐
5μον ἑαυτῷ, καὶ δύο τὴν ἀρχὴν κατασχὼν ἐνιαυτοὺς, ἅμα τῷ παιδὶ κατέλυσε τὸν βίον, ἐν μέσοις τοῖς βαρβάροις ἀναιρεθέντες, καὶ τῆς τῶν θεῶν ἔτυχον ἀμφότεροι τιμῆς.

9

.

5

Διαδέχεται δὲ τὴν βασιλείαν Γάλλος Ὁστιλιανὸς καὶ ὁ τούτου παῖς Βουλουσιανός. Τυραννήσαντος δὲ ἐν Μυσοῖς Αἰμιλιανοῦ, στρα‐ τεύουσιν ἀμφότεροι. Καὶ ἀναιρεθέντες ἐν Τεράμνοις, τῆς ἀρχῆς οὐδε‐ μίαν οὐδενὶ κατέλιπον μνήμην. Τῆς δ’ ἐξ αὐτῶν γενομένης συμφορᾶς
5πολὺ γέγονεν ὄνομα, λοιμῶν καὶ νόσων ποικίλων τότε σχεδὸν ἅπαν τὸ βασιλευόμενον διαφθειράντων.

9

.

6

Μετὰ τούτους Αἰμιλιανὸς, οὐκ ἔχων ἑαυτὸν ἀνενεγκεῖν ἐπὶ λαμ‐ προὺς προγόνους, μᾶλλον δὲ ἐξ ἀσήμων πάντη τε γεγενημένος, τρισὶ μησὶν ὅλοις βασιλεύσας ἐτελεύτησε.

9

.

7

Τότε τοίνυν Οὐαλεριανὸς μὲν, περὶ τὰς Ῥητίας καὶ Νωρικὸν διατρίβων, ὑπὸ τῆς στρατιᾶς ᾑρέθη στρατηγὸς καὶ μετ’ οὐ πολὺ βασι‐ λεὺς, Γαλλιῆνος δὲ ἐπὶ τῆς Ῥώμης ὑπὸ τῆς συγκλήτου πρὸς τὴν ἀρ‐ χὴν ἐκλήθη. Συνέβη δὲ τὴν τούτων βασιλείαν ὀλεθριωτάτην γενέσθαι
5δυςτυχίᾳ τῶν ἡγεμόνων ἢ τὸ ἀληθέστερον ἀσθενείᾳ. Γερμανοὶ μὲν γὰρ ἐν μέσαις ταῖς Ἰταλίαις ἐστρατοπεδεύσαντο καὶ τῆς Ῥαβέννης αὐτῆς ἄχρι προῆλθον. Οὐαλεριανὸς δὲ ἐν τῇ Μέσῃ τῶν ποταμῶν Πέρσαις μαχόμενος ὑπὸ Σάπωρος τοῦ Περσῶν βασιλέως ἑάλω, καὶ κατεγήρασεν ἐν αἰχμαλωσίᾳ.93

9

.

8

Γαλλιῆνος δὲ, νέος ἐπὶ τὰ πράγματα παρελθὼν, τὸν μὲν πρῶτον χρόνον ἀνδρείαν τε ἐπεδείξατο καὶ τὴν τύχην εἶχε συλλαμβανομένην ἐν μάχαις, Γάλλων τε καὶ Ἰλλυριῶν κρατήσας Γέννουόν τε τυρανή‐ σαντα ἀνελών. Προβαινούσης δὲ αὐτῷ τῆς ἡλικίας, μετέβαλε καὶ τὴν
5γνώμην καὶ τὸν βίον, ἐκ μὲν ἡμερότητος εἰς ὠμότητα μεταστὰς, ἐκ σεμνότητος δὲ εἰς ἅπασαν ἡδονῶν ἀτοπίαν. Καὶ πάσας ἀφῆκε τὰς βα‐ σιλικὰς φροντίδας, ὡς Ἀλαμανοὺς, ὑπερβάντας τὴν Γάλλων γῆν, ἐπὶ τὴν Ἰταλίαν ἐλθεῖν, Δάκας τε καὶ τοὺς ὑπὲρ τὸν Ἴστρον, οἳ κτῆμα Τραϊανοῦ τοῦ πάλαι βασιλεύσαντος ἐγεγόνεισαν, ἀλλοτριωθῆναι Ῥω‐
10μαίων ἄλλα τε καὶ Μακεδονίαν καὶ Πόντον καὶ Ἀσίαν ὑπὸ τῶν περὶ τὸν Ἴστρον ἐθνῶν, Παίονας δὲ ὑπὸ Σαρματῶν καὶ Κουάδων πο‐ λιορκηθῆναι, Γερμανούς τε τὰς Ἱσπανίας ἐπινεμηθῆναι καὶ Ταρά‐ κωνα πόλιν ἐπιφανῆ κατασκάψαι, Πέρσας δὲ, τὴν Μέσην τῶν ποτα‐ μῶν ἐφ’ ἑαυτοῖς ποιησαμένους, ἤδη περὶ τῆς Συρίας τὸν πόλε‐
15μον ἔχειν.

9

.

9

Ἀπεγνωσμένων δὲ ἤδη τῶν πραγμάτων καὶ τῆς βασιλείας ἐκ τοῦ πλείονος ἀνῃρημένης, Ποστούμιος ἐν Γάλλοις, ἀφανὴς τὸ ἐκ πατέρων, περιθεὶς ἑαυτῷ τὴν ἁλουργίδα, δέκα τῶν πραγμάτων ἐνιαυτοῖς ἐπετρόπευσε καὶ τὴν ἀπολομένην γῆν ἀνεκτήσατο, πολλὴν
5ἀρετὴν ἐπιδειξάμενος. Πολλά τε κατώρθωσεν ἂν, εἰ μὴ τάραχος αὐ‐ τὸν στρατιωτικὸς ἀνεῖλεν, αἰτιασαμένου τοῦ πλήθους, ὅτι δὴ Μογον‐
τιακὸν τὴν πόλιν, ἥτις τυραννήσαντι Λουκίῳ Αἰλιανῷ συνεπολέμησε, μετὰ τὴν νίκην οὐκ ἐπέτρεψε πολιορκηθῆναι καὶ τὰ χρήματα τῆς πό‐ λεως γενέσθαι τῶν νενικηκότων. Οὕτω δὴ τούτου τελευτήσαντος Μά‐94
10ριος, εὐτελὴς καὶ προεστηκὼς ἐργαστηρίου, ἐπελάβετο τῆς ἀρχῆς, καὶ μίαν κρατήσας ἡμέραν τῆς ὑστεραίας ἀνῃρέθη. Καὶ διεδέξατο Βικτωρῖνος τὴν βασιλείαν ἐν τῇ Γάλλων γῇ, χρῆσθαι μὲν τοῖς πρά‐ γμασιν ἐπιστάμενος, δουλεύων δὲ ἡδοναῖς καὶ τοῖς ἀλλοτρίοις ἐπι‐ βουλεύων. Τοῦτο γοῦν αὐτὸν καὶ ἀπήνεγκεν ὡς τάχιστα τοῦ βίου,
15δεύτερον τῆς βασιλείας ἄγοντα ἔτος, δούλου τινὸς Ἀκτουαρίου τὴν τελευτὴν ἐπαγαγόντος· τοῦτο γὰρ ἦν ὄνομα τῷ πεφονευκότι.

9

.

10

Καὶ μετῆλθεν εἰς Τέτρικον ἡ βασιλεία, τῆς Ἀκυτανίας ἔχον‐ τα τὴν ἡγεμονίαν, τοῦ στρατοῦ τὴν ψῆφον ἐπ’ αὐτὸν ἀγαγόντος. Περιεβάλλετο μὲν οὖν ἐν Βουραγάλλοις τὴν ἁλουργίδα, ταραχὰς δὲ ὑπέμεινε στρατιωτικὰς πολλάς τε καὶ μεγάλας. Ταύτης δ’ οὔσης
5ἐν Γάλλοις τῆς καταστάσεως, ἐν τοῖς ἑῴοις Ὀδέναθος, μετατιμη‐ θεὶς τῆς ἀρχῆς, νικᾷ τε Πέρσας μάχῃ καὶ τὴν Συρίαν ἀνακτησάμε‐ νος προςῆλθεν ἐπὶ τὴν Μέσην τῶν ποταμῶν, καὶ πρὸς Κτησιφῶντα χωρήσας, αὐτὴν ἐπολιόρκει.

9

.

11

Καὶ οὕτως δὴ, τοῦ Γαλλιήνου τὴν ἀρχὴν ἐκλιπόντος, ἐν μὲν τοῖς ἑσπερίοις Ποστούμιος, ἐν δὲ τοῖς ἑῴοις Ὀδέναθος τὰ πρά‐ γματα διεφύλαξεν. Ἀλλ’ ὁ μὲν Γαλλιῆνος ἀνῃρέθη, καὶ Οὐαλεριανὸς, ὁ ἀδελφὸς ὁ τούτου, τῆς τοιαύτης τελευτῆς ἐγένετο κοινωνὸς, ἐνάτῳ
5τῆς βασιλείας ἔτει. Κλαύδιος δὲ, διαδεξάμενος τὴν ἀρχὴν, τὰ ἔθνη κατεπολέμησεν ἃ προςῴκει τὸν Ἴστρον, ὑφ’ ὧν Ἰλλυριοί τε καὶ Μα‐ κεδόνες ἐπολιορκοῦντο. Αὐτός τε σώφρων τε ἦν περὶ τὰς δημοσίας δαπάνας, μετριότητι δὲ ἐχρῆτο πρὸς ἅπαντα. Τοῦ δικαίου δὲ φύλαξ
ἦν ἀκριβὴς καὶ πανταχόθεν τῇ βασιλείᾳ πρέπων. Ἀλλὰ νόσος αὐτὸν95
10δευτέρῳ τῆς ἀρχῆς ἔτει μετέστησε τοῦ βίου, καὶ τῶν θείων ἠξιώθη τιμῶν. Ἡ δὲ σύγκλητος πολυτρόποις τιμαῖς τὴν ἐκφορὰν ἐκόσμησε, καὶ τελευταῖον ἀσπίδα τε χρυσῆν ἔθηκεν ἐν τῷ βουλευτηρίῳ, καὶ αὐ‐ τὸν χρυσοῦν ἔστησεν ἐν τῷ Καπιτωλίῳ.

9

.

12

Ἐψηφίσατό τε Κυντίλλῳ, τοῦ τεθνηκότος ἀδελφῷ, τὴν βασι‐ λείαν, συμψηφισαμένης καὶ τῆς στρατιᾶς ἁπάσης. Καὶ τῆς τε κρίσεως οὐ διήμαρτον οἱ ἑλόμενοι· ταῖς γὰρ ἀρεταῖς ἁπάσαις οὐ μόνον εἰς ἴσον ἦλθεν, ἀλλὰ καὶ παρῆλθε τὸν ἀδελφόν. Στρατηγὸν δὲ πρότερον
5αἱρεθεὶς μετὰ ταῦτα καὶ βασιλεὺς ἀνερρήθη. Ἀλλὰ καὶ οὗτος ἑπτα‐ καίδεκα ὕστερον τῆς βασιλείας [ἡμέραις] ἀνῃρέθη.

9

.

13

Τότε λοιπὸν Αὐρηλιανὸς ἐπὶ τὰ πράγματα παρῆλθεν, ἐκ τῆς Δακίας τῆς καλουμένης Ῥιπενσίας ἕλκων τὸ γένος, δυνατώτατος μὲν καὶ ἀνδρειότατος ἐν ταῖς μάχαις, μικρόψυχος δὲ ἐν τοῖς πολιτικοῖς πράγμασιν. Οὗτος τοὺς μὲν περὶ τὸν Ἴστρον βαρβάρους ἐνίκησε μά‐
5χῃ καὶ τοὺς ῥωμαϊκοὺς ὅρους ἐξέτεινε κατὰ τὸ σχῆμα τὸ πρότερον. Ἐκράτησέ τε Τετρίκου μὲν ἐν Γάλλοις, αὐτοῦ προςαγαγόντος αὐτόν τε καὶ τὸ στρατόπεδον. Ἐπειδὴ γὰρ οὐκ ἔφερε, συνεχῶς αὐτῷ ἐπανι‐ σταμένων, μεθ’ ἡδονῆς ἐδέξατο τὴν Αὐρηλιανοῦ δεσποτείαν. Φασὶ γοῦν αὐτὸν γράμμασι λαθραίοις παρακεκληκέναι τὴν ἀρχὴν ὑποδέξα‐
10σθαι καὶ τὸ ἔπος ἐνθεῖναι τοῖς γράμμασιν, ὃ πεποίηκεν ὁ Βιργίλλιος ἐκ προςώπου Παλινούρου πρὸς τὸν Αἰνείαν. Ἐξάρπασόν με τούτων,
ἀήττητε, τῶν κακῶν. Συνάψας δὲ καὶ πρὸς Ζηνοβίαν μάχην, ἥτις μετὰ τὴν τοῦ ἀνδρὸς Ὀδενάθου τελευτὴν ἐβασίλευσε τῶν ζῴων, αἴ‐ ρει μὲν αὐτὴν πλησίον Ἀντιοχείας, οὐ καρτερᾶς δεηθεὶς μάχης,96
15ἀπήγαγε δὲ εἰς τὴν Ῥώμην αὑτήν τε καὶ τὸν Τέτρικον καὶ καθ’ ἑκα‐ τέρων ἐθριάμβευσε, σε, τῆς οἰκουμένης αὐτοκράτωρ προςαγορευθείς. Ἠγοῦντο δὲ αὐτῷ τῶν ἁρμάτων Τέτρικός τε καὶ Ζηνοβία. Καὶ τὸν μὲν ἐπιτροπεύειν ἔταξε τῆς Λουκανῶν ἐπαρχίας τὸ λοιπὸν τοῦ βίου, Ζη‐ νοβία δὲ, καὶ αὐτὴ μικρὸν βιώσασα μετὰ τὴν αἰχμαλωσίαν χρόνον,
20τοὺς παῖδας κατέλιπεν ἐπὶ τῆς Ῥώμης, ὧν ἔτι καὶ νῦν εἰσιν ἀπόγονοι.

9

.

14

Κατὰ τούτους τοὺς χρόνους οἱ τὸ νόμισμα διοικοῦντες ἐξ ἀρ‐ γύρου τε καὶ χρυσίου καὶ μὴν καὶ τὸν χαλκὸν μορφοῦντες εἰς δηνά‐ ριον ἐξανέστησαν εἰς στάσιν, ὥςτε καὶ συγκροτῆσαι πόλεμον καὶ εἰς χεῖρας ἐλθεῖν. Αἰτίαν δὲ ἔσχεν ὁ πόλεμος τὴν περὶ τὸ νόμισμα ῥᾳ‐
5διουργίαν. Κρατήσας δὲ αὐτῶν Αὐρηλιανὸς πολλῇ μετὰ τὴν νίκην ὠμότητι κατεχρήσατο. Πολλοὺς δὲ καὶ τῶν ἐκ τῆς γερουσίας ἀνεῖλε, φονῶν ἀεὶ, ὥςτε μῖσος μὲν αὐτῷ τεχθῆναι πολὺ, μὴ μὴν ἄχρηστον πάντη γενέσθαι τὴν ὠμότητα, τῶν πολλῶν ἐκ τούτου πρὸς τὸ δέον ἀφικνου‐ μένων, πλὴν ὅτι, καθάπερ ἔκ τινος μελέτης, οὐδὲ τῶν ἀδελφιδῶν
10ἐφείσατο.

9

.

15

Αὐτὸς καὶ τὴν πόλιν ὀχυρωτέροις περιέβαλε τείχεσι καὶ ναὸν ᾠκοδόμησεν Ἡλίῳ, πλοῦτόν τε ἐναπέθετο τῷ ναῷ πολὺν ἐκ χρυσοῦ τε καὶ λίθων τιμίων. Ἃς μέντοι κατεστήσατο πόλεις Τραϊανὸς ὑπὲρ
τὸν Ἴστρον οὐκ ἠβουλήθη μέρος εἶναι τῆς ἀρχῆς· οὐ γὰρ ἤλπισε δύ‐97
5νασθαι μένειν αὐτὰς ὑπὸ τοῖς Ῥωμαίοις, τῶν προβεβλημένων ἐθνῶν Ἰλλυριῶν τε καὶ Μυσῶν ἐκπεπορθημένων. Μετῴκησε γοῦν τοὺς κατ‐ οικισθέντας ἐκεῖ Ῥωμαίους εἶς μέσην τὴν Μυσῶν γῆν, προςαγο‐ ρεύσας τὸν συνοικισμὸν Δακίαν, ἣ μέση νῦν τῶν δύο Μυσιῶν κεῖται καὶ ἔστιν ἐν δεξιᾷ διαπλέουσι τὸν Ἴστρον ἐπὶ τὴν θάλασσαν. Τοσαῦτα
10διαπραξάμενος οἰκέτου δόλῳ ἐτελεύτησε τὸν βίον, ὃς, τὴν τοῦ δεσπό‐ του μιμησάμενος χεῖρα, γράφει πρός τινας τῶν φίλων περὶ σφα‐ γῆς ἀνδρῶν τινων, ὡς Αὐρηλιανοῦ γράψαντος. Ὃ δὴ γνόντες οἷς ὁ φόνος ἀρτύεσθαι δῆθεν ἐδόκει, φθάσαντες αὐτοὶ τὸν Αὐρηλιανὸν ἔδρα‐ σαν ἃ πείσασθαι προςεδόκων. Σφάττεται τοίνυν μεταξὺ τοῦ τε Βυζαν‐
15τίου καὶ Ἡρακλείας κατὰ τὴν παλαιὰν λεωφόρον· ὄνομα δέ ἐστιν τῷ τόπῳ Καινὸν φρούριον. Ἀλλ’ ἐτιμώρησαν αὐτῷ μετὰ ταῦτά τινες, καὶ αὐτὸς συνηριθμήθη τοῖς θεοῖς.

9

.

16

Μετὰ τοῦτον Τάκιτος ὑπεδέξατο τὴν βασιλείαν. τό τε ἦθος εἰς ἅπασαν ἀρετὴν ἐξησκημένος δυνατός τε εἴπερ τις ἄλλος ἐπιτρο‐ πεῦσαι τῶν πραγμάτων. Ἀλλ’ οὐδὲν ἔδειξε λαμπρόν· οὔτε γὰρ ἐπέ‐ τρεψεν ὁ χρόνος, τῆς βασιλείας ἓξ μῆνας προελθούσης μόνον. Ἀλλ’
5οὐδὲ Φλωριανὸς, τοῦτον ἐκδεξάμενος, ἔπραξέ τι γενναῖον εἴκοσι βα‐ σιλεύσας ἡμέρας.

9

.

17

Πρόβος ἐντεῦθεν ἐκτήσατο τὴν βασιλείαν, πολλὴν ἀπὸ τῶν πολεμικῶν δόξαν ἔχων, ἣν καὶ μετὰ ταῦτα οὐχ ἧττον ηὔξησε. Γάλ‐ λους τε γὰρ ἠλευθέρωσε τῶν βαρβάρων, πολλαῖς αὐτῶν κρατήσας μάχαις, τούς τε ἐπιβουλεῦσαι τῇ βασιλείᾳ βουληθέντας, Σατορνῖνόν τε
5ἐν τοῖς πρὸς ἕω, Πρόκλον τε καὶ τὸν Βόνωσον ἐν Ἀγριππίνῃ, πο‐ λέμῳ νικήσας ἀνεῖλε. Γάλλοις ἐπέτρεψεν ἀμπελουργεῖν, οὔπω πρότε‐ ρον τοῦτο εἰδόσι, τῇ στρατιωτικῇ τε χρησάμενος χειρὶ τό τε Ἄλμον καὶ τὸ Ἄγρεον· ὄρη δέ ἐστιν τὸ μὲν Σιρμίου, τὸ δὲ ἐν Μυσοῖς· κατε‐ φύτευσεν ἀμπελῶνας, καὶ παρέδωκε τοῖς προςοίκοις γεωργεῖν. Πολ‐98
10λούς τε ἑτέρους κατορθώσας πολέμους καὶ πάντα ποιήσας εἰρηναῖα καί τι καὶ νεανιευσάμενος μικρὸν ὕστερον, ὡς οὐδὲν αὐτῷ δεήσει δυ‐ ναμένῳ, θαυμαζόμενος ἐπ’ ἀνδρείᾳ τε καὶ δικαιοσύνῃ καὶ τοῖς μὲν πλεονεκτήμασιν ἀφομοιούμενος Αὐρηλιανῷ, τὰς κακίας δὲ φεύγων, ἀνῃρέθη κατὰ τὸ Σίρμιον, ὑπὸ στρατιωτικοῦ ταράχου τοῦτο παθών.

9

.

18

Δέχεται δὲ τὴν βασιλείαν Κάρος Ναρβωνήσιος· Γάλλων δὲ ἦν ἡ πόλις· καὶ ποιεῖ κοινωνοὺς εὐθὺς αὐτῷ τῆς βασιλείας Καρῖνον καὶ Νουμεριανὸν τοὺς παῖδας. Μαχόμενος δὲ πρὸς Σαρμάτας, ἐπειδή τις ἤγγειλεν αὐτῷ τοὺς Πέρσας τὰ πρὸς τὴν ἕω ταράττειν, δρόμον τε
5ὡς αὐτοὺς ἐποιήσατο καὶ κατεκράτησεν αὐτῶν πολλαῖς συμπλοκαῖς. Κόγχην τε καὶ Κτησιφῶντα, τῶν περσικῶν πόλεων ἐπιφανεστάτας, εἷλε· καὶ στρατοπεδευσάμενος ὑπὸ τὸν Τίγρητα ποταμὸν, ἀπώλετο κεραυνῷ. Καὶ μετὰ τοῦτον ὁ παῖς Νουμεριανὸς, συνεκστρατεύσας αὐτῷ, δόλῳ θνήσκει τοῦ κηδεστοῦ· Ἄπρως δὲ ἦν ὄνομα αὐτῷ. Καὶ
10θνήσκει τὸν τόπον τόνδε· ἐπιρροῆς αὐτῷ κατὰ τῶν ὀμμάτων γενο‐ μένης, οὐ δυνάμενος ἀλύπως δέχεσθαι τὸν καθαρὸν ἀέρα, ἐπιθεὶς ἑαυτὸν φορείῳ καὶ δέρμασι πανταχόθεν περικλείσας, ἤνυε τὴν ὁδόν.
Ὁ τοίνυν Ἄπρως, ἀνελὼν αὐτὸν, ἔκρυπτε τὸν θάνατον, πρὶν δὴ τῶν ἑπομένων τινὲς ἠναγκάσθησαν ὑπὸ τῆς τοῦ νεκροῦ δυςωδίας περιερ‐99
15γάσασθαι καὶ μηνῦσαι τῷ στρατῷ τὸ γεγενημένον. Ἔκρυπτε δὲ τὴν τελευτὴν Ἄπρως, αὐτὸς κρατῆσαι τῶν πραγμάτων ἐπιθυμῶν.

9

.

19

Ἐν τούτοις δὲ ὄντων τῶν ἐκ Περσίδος ἐπανιόντων, Καρῖνος ὁ καταλειφθεὶς ὑπὸ τοῦ πατρὸς Ἰλλυριούς τε καὶ Γάλλους φυλάττειν καὶ τὴν Ἰταλίαν, πάσας ὑπερβὰς ἀτοπίας, τοὺς μὲν ἀνῄρει, πλάττων ἐγκλήματα, τῶν δὲ τὰς εὐνὰς ὕβριζεν. Ἤδη δὲ καὶ τῶν συμπεφοιτη‐
5κότων αὐτῷ τινας ὑπὲρ τῶν γενομένων ἐν τῇ νεότητι προςκρουσμάτων ὠμότατα διεχρήσατο, καὶ ἀπεστυγεῖτο παρὰ πάντων ὁμοίως. Ἀλλ’ ὁ στρατὸς ἅπας Διοκλητιανὸν ἀνεῖπε βασιλέα, ἀφανῆ τινα καὶ ἄσημον. Οἱ μὲν γὰρ αὐτὸν δημοσίου γραμματέως παῖδά φασιν, οἱ δὲ ἀπελεύθερον Ἀνουλίνου τινὸς συγκλητικοῦ γεγονέναι.

9

.

20

Βασιλεύσας δὲ καὶ συγκαλέσας τὴν στρατιὰν, ἀνωμόσατο μὴ συνειδέναι τῷ Νουμεριανοῦ φόνῳ, καὶ μετὰ τοὺς ὅρκους πλησίον ἑστηκότα τὸν Ἄπρων αὐτοχειρὶ διεχρήσατο. Χωρήσας δὲ καὶ ἐπὶ τὸν Καρῖνον, τῷ τε στρατεύματι καὶ τοῖς λοιποῖς προςεστηκότα, νικᾷ τε
5μάχῃ καὶ μετὰ ταῦτα ὑπὸ τῶν οἰκείων προδοθέντα περὶ Μάργον τὴν πόλιν ἀνεῖλε, καὶ γίγνεται μόνος αὐτοκράτωρ. Στασιάζοντος δὲ ἐν Γάλλοις τοῦ ἀγροικικοῦ καὶ Βακαύδας καλοῦντος τοὺς συγκρο‐ τηθέντας· ὄνομα δ’ ἔστι τοῦτο τυράννους δηλοῦν ἐπιχωρίους· ἡγεμό‐ νας δὲ ἔχοντος τοῦ τολμήματος Ἄμανδόν τε καὶ Αἰμιλιανὸν, χειρο‐
10τονήσας καίσαρα Μαξιμιανὸν τὸν Ἑρκούλιον ἐξέπεμψε. Καὶ νικήσας Μαξιμιανὸς μάχῃ τὴν ἐλευθερίαν ἀπέδωκε τῇ γῇ.

9

.

21

Κατὰ δὲ τὸν αὐτὸν χρόνον Καραύσιος, οὐδαμόθεν οὐδενὶ
γνώριμος πλὴν ἐκ πολιτικῶν ἔργων, ἐκπεμφθεὶς παρὰ Μαξιμιανοῦ εἰς τὴν Βονωνίαν, ὥςτε τὰ περὶ τὴν Βελγικὴν καὶ Ἄλμορχον κατα‐ στῆσαι, παρὰ τῶν προςοίκων ἐνοχλούμενα βαρβάρων, πολλαῖς κρατή‐100
5σας μάχαις, τὴν ἐκ τοῦ πολέμου λείαν οὔτε τῷ στρατῷ διένειμεν, οὔτε τοῖς βασιλεῦσιν ἀνέπεμψε· καὶ δι’ ὑποψίας ἐλθὼν, ὡς ἐκ προ‐ νοίας ἐπὶ νεωτερισμῷ τὸν πλοῦτον συναγείρας, προςετάχθη μὲν ὑπὸ Μαξιμιανοῦ κατασφαγῆναι, γνοὺς δὲ ἁλουργίδα τε ἐνέδυ καὶ καταλαμ‐ βάνει τὰς βρεττανικὰς πόλεις.

9

.

22

Πάντων οὖν πανταχόθεν θορύβου πεπληρωμένων· καὶ γάρ τοι καὶ Ἀχιλλεὺς χεῖρας ἀντάρας ἐτύγχανεν ἐν Αἰγύπτῳ καὶ Γεντιανοὶ, πέντε δὲ ἦσαν οὗτοι, νεωτεροποιοῦντες ἐπὶ τῆς Ἀφρικῆς δύναμιν συνεκρότουν· τὸν μὲν Ἑρκούλιον Μαξιμιανὸν αὔγουστον ἀνηγόρευσε,
5Κωνστάντιον δὲ καὶ Μαξιμιανὸν καίσαρας. Ἦν δὲ Κωνστάντιος μὲν Κλαυδίου τοῦ βασιλεύσαντος ἀπὸ θυγατρὸς ἔκγονος, Μαξιμιανὸς δὲ, ὁ καὶ Γαλέριος ἐπικληθεὶς, ἐκ Δακῶν τῶν περὶ Σαρδίκην ἔχων τὸ γένος. Βουλόμενος δὲ αὐτοὺς πιστοτέρους ἑαυτῷ καταστῆσαι τῇ διὰ τοῦ γάμου κατέδησε συγγενείᾳ, Κωνσταντίῳ μὲν τὴν Ἑρκουλίου
10τοῦ συμβασιλεύσαντος αὐτῷ προγονὴν ἐκδούς· Θεοδώρα ἦν ὄνομα αὐτῇ· ἀφ’ ἦς δὴ καὶ ἓξ παῖδες ἐγένοντο αὐτῷ, Κωνσταντίνου τοῦ μετὰ ταῦτα βασιλεύσαντος ἀδελφοί· Γαλερίῳ δὲ τὴν αὑτοῦ θυγατέρα Οὐαλερίαν. Ἀλλὰ τὰς μὲν γαμετὰς ἑκατέρας ἀπεώσαντο. Καραύσιος δὲ, ἐπειδήπερ ἀνάλωτος ἦν ἁπάσῃ μηχανῇ, σπένδεται πρὸς τοὺς βα‐
15σιλέας, καὶ μετὰ τὰς σπονδὰς ἀνῃρέθη παρὰ τοῦ πάντων αὐτοῦ φιλτά‐ του, ὃς Ἄλληκτός τε ἐκαλεῖτο καὶ μετὰ ταῦτα ἐκράτησε τῶν Βρετ‐ τανικῶν· καὶ τρεῖς διατελέσας ἐνιαυτοὺς ὑπὸ τοῖς πολεμίοις ἐγέ‐
νετο, στρατηγοῦντος Ἀσκληπιοδότου τοῦ τοῖς βασιλεύουσι τότε ὑπ‐ άρχοντος. Οὕτως τὰ Βρεττανῶν, ἕνδεκα ἔτη χωρισθέντα τῆς βασι‐101
20λείας, συνήφθη Ῥωμαίοις.

9

.

23

Κατὰ δὲ τούτους τοὺς χρόνους Κωνστάντιος ὁ καῖσαρ, ἐν Γάλλοις πολλὰς νικήσας μάχας, ἦλθε παρὰ μικρὸν κινδύνου. Κυκλω‐ σάντων γὰρ αὐτὸν τῶν πολεμίων ἐν αὐτοῖς τοῖς προπυλαίοις Λίγγωνος τῆς πόλεως, κάλοις ἀνειλκύσθη πρὸς τὸ τεῖχος. Ἀλλὰ κατὰ τὴν αὐ‐
5τὴν ἡμέραν, οὐδὲ πέντε διαγενομένων ὡρῶν, ἐπεξελθὼν, ἑξήκοντά τε ἀνεῖλε χιλιάδας καὶ τοὺς Ἀλαμανοὺς κατεδούλωσε. Μαξιμιανὸς δὲ τοὺς ἐν Ἀφρικῇ νεωτερίσαντας Γεντιανοὺς εἷλέ τε καὶ ὑποσπόνδους ἐποίησε. Καὶ αὐτὸς δὲ Διοκλητιανὸς, ἐν Αἰγύπτῳ τὸν Ἀχιλλέα νι‐ κήσας, αὐτόν τε διεχρήσατο καὶ διὰ πάσης ὠμότητος ἐπεξῆλθε τῇ
10νίκῃ, τοὺς μὲν κατασφάξας τῶν Αἰγυπτίων, τοῖς δὲ λοιποῖς φό‐ ρους τάξας ὡς μάλιστα βαρυτάτους. Ἐκ ταύτης τῆς αἰτίας καὶ πᾶσι τοῖς βασιλευομένοις τὰς εἰςφορὰς ἐπέθηκε, διαμετρησάμενος τὴν γῆν καὶ εἰς ἀπογραφὴν ἀναγαγὼν ἅπαντα, [ὅπερ καὶ] εἰς τόδε ἐκράτησεν.

9

.

24

Ἀλλ’ οὐδὲ Μαξιμιανὸς ὁ Γαλέριος ἔξω μεγάλων ἔργων ἐγέ‐ νετο. Στρατεύσας γὰρ κατὰ Ναρσοῦ τοῦ Περσῶν βασιλεύοντος· πάπ‐ πος δὲ ἦν οὗτος Σάπωρί τε καὶ Ὁρμίσδῃ τοῖς εἰς τὴν ἡμετέραν ἡλικίαν ἀφικομένοις, τὸ μὲν πρῶτον ἐναντίαν ἔσχε τὴν ἔκβασιν, ἐξ
5ἀβουλίας μᾶλλον ἥπερ ἀσθενείας· οὐ γὰρ ἔχων ἀξιόμαχον στρα‐ τιὰν συνεπλάκη· καὶ τοιαύτην ἔσχε δυςημερίαν, ὥςτε, ἐπειδήπερ ἧκε πρὸς Διοκλητιανὸν, συλλεξάμενος ἑτέραν δύναμιν, μηδὲ λόγου τινὸς ἀξιωθῆναι, συνδραμεῖν δὲ τῷ ἅρματι μετὰ τῆς ἁλουργίδος αὐτῆς.

9

.

25

Ἀλλ’ ἀγείρας πλῆθος πρὸς τὴν περσικὴν παρασκευὴν ἀξιό‐
χρεων, χωρεῖ πρὸς τὴν Ἀρμενίαν, κἀκεῖ τῷ Ναρσῇ συμμίξας διαφθεί‐ ρει μὲν αὐτοῦ τὸν στρατὸν, αἴρει δὲ τήν τε γαμετὴν αὐτοῦ καὶ τὰς ἀδελφὰς, αὐτόν τε ἐπεξελθὼν ἤλασε πορρωτάτω τῆς βασιλείας. Γνοὺς102
5δὲ ὡς Διοκλητιανὸς διατρίβει περὶ τὴν Μέσην τῶν ποταμῶν, ἀφίκετό τε εἰς αὐτὸν καὶ πρὸς ἀξίαν ἐτιμήθη τῶν εἰργασμένων. Ἐντεῦθεν πολλοὶ καὶ πρὸς πολλοὺς συνεκροτήθησαν πόλεμοι, οἱ μὲν πάντων ἅμα συστρατευόντων, οἱ δὲ παρ’ ἑκάστου τῶν κρατούντων. Κάρποι γὰρ καὶ Βαστέρναι καὶ Σαρμάται κατεπολεμήθησαν, ὥςτε τῆς ἀπὸ
10τοῦ πολέμου λείας ἀνδρῶν τε καὶ λοιπῶν τὴν ῥωμαικὴν πληρωθῆναι γῆν.

9

.

26

Ἀλλ’ ὁ Διοκλητιανὸς μὲν ἀγχίνους τε ἦν φύσει μετά τινος κα‐ κουργίας πραγμάτων τε δεινὸς ἰχνευτὴς, καὶ τὰς βουλὰς ἀποκρύπτων τὴν τραχύτητά τε τὴν αὐτοῦ, σπουδὴν εἶχεν ἑτέροις ἐπιγράφεσθαι, καὶ τὴν ὠμότητα τοῖς ἔργοις ἐγγυμνάζων, ἐσοφίζετο φθόνον ἑτέρων
5εἶναι τὴν αὐτοῦ κακίαν. Ἐπιμελείας δὲ οὐκ ἦν ἔξω καὶ τῆς περὶ τὸ βασιλεύειν τέχνης. Αὐτός τε πρῶτος τὴν βασιλικὴν εἰςήγαγεν ὑπερο‐ ψίαν, κατὰ μικρὸν τὴν ἐλευθερίαν τὴν ῥωμαϊκὴν ὑποτεμνόμενος, καὶ προςκυνεῖσθαι προςέταξεν ἑαυτὸν, τῶν μέχρις αὐτοῦ βασιλέων τῇ κοινῇ προςηγορίᾳ τιμωμένων. Καὶ τιμίους λίθους τοῖς τε ἐσθήμασι καὶ τοῖς
10ὑποδήμασιν ἐνήρμοσε. Πρότερον δὲ τὸ διαφέρον τῆς βασιλικῆς περι‐ βολῆς ἀπὸ τῆς ἁλουργίδος ἦν μόνης.

9

.

27

Ἑρκούλιος δὲ σαφέστατα καὶ προδήλως ὠμὸς ἦν καὶ πάσης μετριότητός τε καὶ κοινότητος ἀλλότριος, ἄγριον δὲ καὶ τὸ βλέμμα καὶ τὴν πρόςοψιν ἔχων, ἐξ ὧν ἑκατέρων ἡ τῆς ψυχῆς ἐσημαίνετο ποιότης. Τὰς γοῦν ἀπηνεστέρας Διοκλητιανοῦ βουλὰς εὐθὺς εἰς ἔργον
5ἦγεν, ἔστι δὲ ὅτε καὶ ἀφορμὴν αὐταῖς παρεῖχε, πρόφασιν μὲν ὡς πάντα εἴκων αὐτῷ, τὸ δὲ οἰκεῖον θεραπεύων πάθος. Ἀλλ’ ἐπειδὴ πρὸς γῆρας ἀφικόμενος Διοκλητιανὸς οὐ σφόδρα ἡγεῖτο τῇ προστασίᾳ τῶν κοινῶν ἀρκεῖν, ποιεῖται πρὸς τὸν Ἑρκούλιον λόγους, ὥςτε τὴν ἀρχὴν
ἀποθέσθαι καὶ παραδοθῆναι τοῖς ἐκ τῆς ἡλικίας ἐρρωμενεστέροις καὶ103
10ἀκμάζουσι. Καὶ πείθεται μὲν, εἰ καὶ ἀνιώμενος καὶ βαρέως φέρων Ἑρκούλιος, συναφίσταται δὲ τῆς βασιλείας τῷ συμβουλεύσαντι· μία τε αὐτοὺς ἀπέδειξεν ἰδιώτας ἡμέρα, τὴν ἁλουργίδα ῥίψαντας ἐκ συνθήμα‐ τος ἑνὸς, τὸν μὲν ἐν Νικομηδείᾳ, τὸν Διοκλητιανὸν, τὸν δ’ ἕτερον ἐν Μεδιολάνῳ μετὰ τὸν θρίαμβον ἐκεῖνον, ὃν κατὰ τῶν εἰρημένων ἐθνῶν
15ἐπὶ τῆς Ῥώμης ἐξεπλήρωσαν, προπομπευόντων τῆς τε Ναρσοῦ γα‐ μετῆς καὶ τῶν ἀδελφῶν καὶ τῶν παίδων. Ἵδρυσαν οὖν ἑαυτοὺς ὁ μὲν Ἑρκούλιος ἐν Σάλωσι,

9

.

28

Διοκλητιανὸς δὲ περὶ τὴν Λουκανίαν ἐν ἀγρῷ γειτνιῶντι Σά‐ λωσι. Καὶ διετέλεσεν ἐν ἡσυχίᾳ λαμπρᾷ, τὸ καινὸν τοῦτο μόνον ἑλό‐ μενος καὶ μετελθὼν τῆς ἀρετῆς εἶδος, ὥςτε ἐξ ὕψους τοσούτου πρὸς κοινὴν μεταστῆσαι πολιτείαν. Καινὸν γοῦν καὶ αὐτοῦ μετὰ τελευτὴν
5ὑπῆρξεν ἐξ ἀμοιβῆς· μόνος γὰρ ἰδιωτῶν ἀνηγορεύθη θεός.

10

t

ΒΙΒΛΙΟΝ Ιʹ.

10

.

1

Οἱ μὲν οὖν ἐπαύσαντο τῆς ἀρχῆς. Κωνστάντιος δὲ καὶ Γαλέριος τὴν τῶν αὐγούστων προςλαμβάνουσι προςηγορίαν καὶ διαιροῦνται τὴν βασιλείαν ὥςτε τὰς μὲν Γαλλίας καὶ τὴν Ἰταλίαν καὶ τὴν Ἀφρικὴν ὑπὸ Κωνσταντίῳ τετάχθαι, τὰ δὲ τῶν Ἰλλυριῶν καὶ τὰ πρὸς ἕω καὶ τὴν
5Ἀσίαν ἅπασαν ὑπὸ τῷ Γαλερίῳ. Χειροτονοῦνται δὲ παρ’ αὐτῶν καί‐
σαρες δύο. Ἀλλὰ Κωνστάντιος, ἀρκεῖν ἡγούμενος αὐτῷ τὴν τοῦ αὐ‐ γούστου καὶ προςηγορίαν καὶ τιμὴν, μόνων μετεποιήθη τῶν ἐν Γάλ‐ λοις πραγμάτων, τὴν Ἰταλίαν καὶ τὴν Ἀφρικὴν ἀφεὶς, ἀνὴρ πάσης ἀρετῆς μέτοχος καὶ πάντας κοινότητι παρελθών. Οἰκεῖον γὰρ ἡγούμε‐104
10νος πλοῦτον [τὸν] τῶν ὑπηκόων, τὰς μὲν ἐκείνων συνεκρότει κτή‐ σεις, τὰς δὲ βασιλικὰς παρὰ φαῦλον ἐποιεῖτο. Φασὶ γοῦν αὐτὸν λέγειν, ὡς ἄμεινον παρὰ τοῖς ἰδιώταις τὴν τοῦ βασιλέως εὐπορίαν εἶναι ἢ μι‐ κρῷ περικεκλεῖσθαι χωρίῳ. Οὕτω δὲ μετρίαν εἶχε τὴν τῶν ἀναγκαίων παρασκευὴν, ὡς ἐν τοῖς πολυανθρωποτέροις τῶν συμποσίων παρὰ τῶν
15ἰδιωτῶν αἰτεῖν ἀργυρᾶ τε σκεύη καὶ τὴν λοιπὴν ἀφθονίαν. Τοσοῦτον δὲ ἦν αὐτοῦ παρὰ τοῖς Γάλλοις τὸ φίλτρον, ὥςτε αὐτῷ κατὰ τὴν γνώμην ἀνακινεῖσθαι τὰ τῶν ἀνθρώπων, μάλιστα ἐπειδή περ ἐπί‐ στευον αὐτοῦ χάριν τῆς τε δολερᾶς ἀγχινοίας Διοκλητιανοῦ καὶ τῆς φονικῆς Ἑρκουλίου θρασύτητος ἠλευθερῶσθαι. Τελευτᾷ μὲν οὖν ὁ
20Κωνστάντιος ἐν Βορακίῳ, πόλει βρεττανικῇ, τρίτῳ καὶ δεκάτῳ τῆς βασιλείας ἔτει, καὶ συναριθμεῖται τοῖς θεοῖς.

10

.

2

Γαλέριος δὲ, ἀνὴρ καὶ κατ’ ἀρετὴν αὐτῷ προςφερὴς καὶ τὴν τῶν πολεμίων ἐμπειρίαν ἔχων ἀνδρείᾳ τε καὶ τοὺς πώποτε νενικηκὼς, αἰσθόμενος, ἔτι Κωνσταντίου περιόντος, ἀναγκαίως αὐτῷ προςήκειν τῶν τε ἰταλικῶν καὶ ἀφρικῶν ἐπιμεληθῆναι πραγμάτων, ἐπειδή περ
5αὐτῶν ἀφειστήκει τὰ πρὸ τῆς τελευτῆς Κωνστάντιος, δύο καίσαρας ἐχειροτόνησε· Μαξιμῖνον ἐπέστησε τοῖς ἑῴοις, Σευῆρον δὲ τοῖς ἐν Ἰτα‐ λίᾳ, αὐτὸς δὲ ἐν τοῖς Ἰλλυριοῖς διέτριβε. Πολλοὶ γὰρ τῇ σχέσει τῇ πρὸς Κωνστάντιον ἐνεχείρισαν Κωνσταντίνῳ τὴν βασιλείαν τῷ τούτῳ παι‐
δὶ, διάγοντι κατὰ τὰς Βρεττανίας, καὶ τὴν ἀρχὴν ἐδέξατο τοῦ πατρὸς,105
10ἐξ ἀνίσων αὐτῷ γεγεννημένος γάμων. Τούτων οὕτω διακειμένων, τὸ τάγμα τῶν πραιτωριανῶν, ἔκ τινος αἰτίας εἰς στάσιν ἀρθὲν, Μαξέντιον, τὸν Ἑρκουλίου παῖδα, πρὸ τῆς Ῥώμης ἐχειροτόνησεν, ἐν ἀγρῷ δια‐ τρίβοντα. Καὶ ἐπειδή τις ἤγγειλε τοῦτο τῷ πατρὶ, λαβὼν ἐλπίδα τοῦ πάλιν ἀνακτήσασθαι τὴν ἐξουσίαν, ἣν ἀπέθετο, καταλαμβάνει τὴν
15Ῥώμην ἀπὸ τῆς Λουκανίας, ἔνθα μετὰ πολλῆς εὐδαιμονέστατα διε‐ τέλει τῆς ἡσυχίας· καὶ γὰρ ἐπιτερπέστατον ἧν τὸ χωρίον· γράφει τε πρὸς Διοκλητιανὸν, προτρέπων καὶ αὐτὸν ἐπὶ τὴν ἴσην γνώμην. Ἀλλὰ Διοκλητιανὸς μὲν κατεγέλασε τῶν γραμμάτων· ὁ δὲ Γαλέριος, τὴν τῶν πραιτωριανῶν ἀταξίαν μαθὼν, Σευῆρον ἀποστέλλει τὸν καίσαρα
20τιμωρὸν τοῦ τολμήματος· ὃς ἀφικόμενος μετὰ πολλῆς στρατιᾶς, περι‐ καθεσθεὶς τὴν πόλιν, κατελείφθη ὑπὸ τῶν οἰκείων,

10

.

3

τῷ Μαξεντίῳ προςτεθέντων, καὶ φυγὼν, ἐπὶ τῆς Ῥαβέννης ἀνῃρέθη. Ἑρκούλιος δὲ ὁ Μαξεντίου πατὴρ, ἐν μέσῳ τῷ στρατῷ δημηγορῶν, ὡς καταφανὴς ἐγένετο τὸν μὲν παῖδα παρωθούμενος, ἐφ’ ἑαυτὸν δὲ τὴν ἐξουσίαν ἄγων, μετὰ πολλὰς τὰς ἐπ’ αὐτῷ γενο‐
5μένας λοιδορίας, ἀπεχώρησεν ἐπὶ τῆς Γαλλίας, πλαττόμενος ὑπὸ τοῦ παιδὸς ἐληλάσθαι, ὥςτε ἀφορμὴν αὐτῷ τοῦτο γενέσθαι τῆς πρὸς Κωνσταντῖνον σχέσεως, ὃς ἦν αὐτῷ γαμβρὸς ἐπὶ θυγατρί. Τὸ δὲ ἀλη‐ θὲς ἐπραγματεύετο τὸν Κωνσταντίνου φόνον, ὃς ἤδη τῷ φίλτρῳ τῶν ἀρχομένων παρελήλυθε τὸν πατέρα, Φράγγους τε νενικηκὼς καὶ
10Ἀλαμανοὺς καὶ τοὺς βασιλέας αὐτῶν ὑφ’ ἑαυτῷ πεποιημένος, οὓς καὶ θηρίοις παραδοὺς ἐν κοινῇ θέᾳ διέφθειρεν. Οὗτος ὁ δόλος Ἑρ‐ κουλίου τὴν θυγατέρα Φαύσταν οὐκ ἔλαθε, Κωνσταντίνῳ συνοικοῦσαν,
ἀλλ’ ἐπαγγέλλει τὸ τοῦ πατρὸς ἐγχείρημα. Δέει τοίνυν τοῦ γαμβροῦ μεμαθηκότος ἤδη τὴν ἐπιβολὴν, φεύγει, καὶ γενόμενος ἐν τῇ Μασσα‐106
15λίᾳ παρασκευαζόμενός τε ἐκεῖθεν ἐπὶ τὸν υἱὸν ἐκπλεῦσαι Μαξέντιον, ἀνῃρέθη, δικαιοτάτην ὑπομείνας τελευτὴν, ὠμότητός τε καὶ τοῦ θη‐ ριώδους τρόπου χάριν. Πρὸς γὰρ τῇ κακίᾳ ταύτῃ πρὸς πάντας ἦν ἄπιστος καὶ τῆς κοινῆς πολιτείας λυμεὼν, κοινότητος παντοδαπῆς ἀλλότριος.

10

.

4

Ἐν τούτῳ τῷ χρόνῳ Γαλέριος ἤγαγεν εἰς βασιλείαν Λικίνιον, γνώριμον αὐτῷ γεγενημένον ἐκ τῆς πρὸς Ναρσῆν τὸν Πέρσην μά‐ χης. Τῶν γὰρ ἀνδρειότατα μεμαχημένων τε καὶ ἠριστευκότων ἦν. Καὶ μετὰ τοῦτο εὐθὺς Γαλέριος ἐτελεύτησε. Τέσσαρές τε λοιπὸν τῶν
5ῥωμαϊκῶν ἐκράτησαν πραγμάτων, Κωνσταντῖνος καὶ Μαξέντιος, ἐξ αὐγούστων γεγενημένοι, Λικίνιος καὶ Μαξιμιανὸς, ἐξ ἰδιωτῶν πρὸς τὴν ἀρχὴν κεκλημένοι. Κωνσταντῖνος μὲν οὖν, πέμπτῳ τῆς βασι‐ λείας ἔτει στρατεύσας ἐπὶ Μαξέντιον, ἐμφύλιον συνῆψε μάχην, ἐκρά‐ τησέ τε αὐτοῦ πανστρατιᾷ. Μετ’ οὐ πολὺ δὲ καὶ αὐτὸν ἀνεῖλεν ἐν
10τῇ γεφύρᾳ τῇ καλουμένῃ Μουλβίᾳ, πολὺν ὄλεθρον κατὰ τῆς συγ‐ κλήτου βουλευόμενον· προςέθηκέ τε τὴν Ἰταλίαν τῇ βασιλείᾳ. Μαξι‐ μιανὸς δέ τις νεωτερίσας ἐπήγαγε Λικινίῳ πόλεμον ἐν τοῖς μέρεσι τοῖς ἑῴοις, καὶ τελευτᾷ τὸν βίον πρὶν εἰς ἔργον τι προελθεῖν ἐξαπι‐ ναίως ἐν Ταρσῷ τῆς Κιλικίας. Οὐ μὴν ἡσύχασε Λικινίῳ τὰ πρά‐
15γματα.

10

.

5

Κωνσταντῖνος γὰρ, στρατηγεῖν τε ἀγαθὸς ὢν καὶ ἀνδρειότα‐ τος ἐν ταῖς μάχαις δυνατώτατός τε ἤδη ἐν ταῖς προςθήκαις γεγενη‐ μένος, ἐπήγαγεν αὐτῷ πόλεμον ἐπιθυμίᾳ τῆς τοῦ παντὸς ἀρχῆς,
παρὰ φαῦλον ποιησάμενος τὴν ἀπὸ τοῦ γάμου συγγένειαν· κηδεστὴς107
5γὰρ ἦν αὐτῷ Λικίνιος ἐπ’ ἀδελφῇ Κωνσταντίᾳ. Καὶ πρῶτον μὲν ἐν Κιβάλει, πόλει παιονικῇ, πολλὴν συναγείραντα δύναμιν καὶ παρα‐ σκευῇ πάσῃ χρώμενον ἀθρόως ἐπελθὼν διεσκέδασεν· ἐκράτησέ τε Δαρδάνων καὶ Μυσῶν καὶ Μακεδόνων καὶ πολλῶν ἑτέρων ἐθνῶν, ὧν ὁ Λικίνιος ἐβασίλευε.

10

.

6

Μετὰ δὲ ταῦτα πολλαῖς αὐτῷ συμπλακεὶς μάχαις σπονδάς τε θέμενος, εἶτα καὶ ταύτας ὑπερβὰς, ἐπειδὴ καὶ κατὰ γῆν καὶ κατὰ θά‐ λατταν ἡττημένος ὁ Λικίνιος καὶ οὐδὲ ὑπὸ τῶν ὅρκων ὠφελούμενος πρὸς τὴν Θεσσαλονίκην κατέφυγεν, εἷλέ τε αὐτὸν, καὶ κατέστη μόνος
5αὐτοκράτωρ, τρεῖς ἔχων ὑφ’ ἑαυτῷ καίσαρας, τοὺς ἑαυτοῦ παῖδας· ὅπερ οὐδέπω πρότερον ἡ τῶν ῥωμαϊκῶν ἔσχε πραγμάτων κατάστασις. Ἐκ ταύτης οὖν τῆς εὐπραγίας μετεβλήθη τοὺς τρόπους, καὶ τῆς κοινό‐ τητος ὑπερεῖδε, τῆς πολλῆς τε ἐκείνης πραότητος ἀφεῖλεν, ἣν ἐν προ‐ οιμίοις ἐπεδείξατο, προῆλθέ τε εἰς ὠμότητα, δι’ ἣν καὶ αἵμασιν οἰ‐
10κείων ἐμιάνθη σωμάτων, υἱοῦ τε καὶ ἀδελφοῦ φόνον ἐργασάμενος φίλοις τε ὡς πλείστοις τὴν χεῖρα ἐπιβαλών.

10

.

7

Συνελόντι δὲ εἰπεῖν, ἀρξάμενος μὲν τῆς βασιλείας τοῖς ἀρίστοις συνηριθμήθη τῶν βασιλευσάντων, τελευτῶν δὲ μόλις ἐξισώθη τοῖς μέ‐ σοις· καίτοι καὶ ῥώμῃ σώματος καὶ ἀρετῇ ψυχῆς οἷός τ’ ἂν ἐγέ‐ νετο διαλάμψαι. Δόξης τε γὰρ ἐπεθύμει πολεμικῆς καὶ πρὸς ἀριστείαν
5ἦν ἕτοιμος, τύχη δὲ ἠκολούθει μὲν αὐτοῦ τοῖς ἐγχειρήμασι δεξιά. Τὰς ἀρετὰς δὲ οὐκ ἔκρυπτεν, ἀλλ’ * ἐκείνων ἐνομίζετο καὶ ταύτης ἦν. Σκύθας τε κατεπολέμησε σπονδάς τε κατ’ ἐξουσίαν ἐποιήσατο. Πολύς τε ἦν αὐτοῦ παρὰ τοῖς βαρβάροις λόγος, ὥςτε τοὺς πλείστους ἀμοιβὰς
ἐποφείλειν αὐτῷ νομίζειν. Καὶ τῆς ἐλευθέρου παιδείας καὶ τῶν λο‐108
10γικῶν ἐπιστημῶν * καὶ τοῦ παρὰ πάντων φίλτρου, μήτε δωρεᾶς ὑπὲρ τούτου, μήτ’ ἄλλης σπουδῆς μετὰ τοῦ σεμνοῦ φειδόμενος. Τῶν φίλων δέ τισι μὲν ἠπίστει, τινὰς δὲ ἀναμφισβητήτως ἐθεράπευσεν, οὐδεμίαν καταλιπὼν ὑπερβολὴν, ἀλλὰ πλουσίους τε αὐτοὺς καὶ δυνατοὺς ἀπο‐ φαίνων.

10

.

8

Νόμους δὲ τοὺς μὲν δι’ αὐτὸ τὸ καλὸν ἔθηκε μόνον, τοὺς δὲ ἐκ περιουσίας πρὸς οὐδὲν χρήσιμον, ἔστι δὲ οὓς ἀπηνέστερον συνέγρα‐ ψεν, ὡς διὰ τούτου τάξιν ἐπιθήσων τῇ πολιτείᾳ. Παρασκευαζόμενος δὲ ἐπιστρατεῦσαι κατὰ Περσῶν, τὴν Μεσοποταμίαν ἐνοχλούντων, ἑνὶ καὶ
5τριακοστῷ τῆς βασιλείας ἔτει, τῆς δὲ ἡλικίας ἑξηκοστῷ καὶ ἕκτῳ, κατὰ τὴν Βιθυνίαν ἐτελεύτησεν ἐν Νικομηδικῷ χωρίῳ, καὶ τὴν τε‐ λευτὴν αὐτοῦ πρὸ ἄλλου τινὸς ἀγγέλου τοῖς πανταχοῦ κομήτης ἀστὴρ ἐμήνυσεν ἐπὶ πολλαῖς ἀνέχων ταῖς ἡμέραις. Ὁ μὲν οὖν συνηριθμήθη τοῖς θεοῖς.

10

.

9

Διαδέχονται δὲ τὴν βασιλείαν οἱ τρεῖς παῖδες καὶ Δαλμάτιος, ἀδελφοῦ παῖς, καῖσαρ κεχειροτονημένος. Ἀλλὰ Δαλμάτιος μὲν εὐθὺς ἀνῃρέθη, φύσεώς τε ἀρίστης νεανίσκος καὶ τῷ θείῳ μᾶλλον ἐμφερὴς, στρατιωτῶν αὐτὸν, κελεύοντος Κωνσταντίου, διαχρησαμένων, ἢ τὴν
5ἐπιβουλὴν οὐκ ἀγνοοῦντος. Κωνσταντῖνος δὲ τὸν ἀδελφὸν Κώνσταντα * ἐν Ἀκυλίᾳ, τῇ πόλει τῆς Ἰταλίας, ἀπερισκέπτως ἐνστρεφόμενος ταῖς μάχαις, ἔπεσε, παρὰ τῶν ἡγεμόνων τῆς ἐναντίας παρατάξεως δεξά‐ μενος τὴν πληγήν. Τὴν πᾶσαν δὴ λοιπὸν ἀρχὴν ἔσχον Κώνστας τε καὶ Κωνστάντιος. Ἀλλ’ ὁ μὲν ἀνδρείᾳ τε καὶ δικαιοσύνῃ τὸ πρῶτον
10ἐκλάμψας, ὁ Κώνστας, ἔπειτα καὶ ὑπὸ νόσου καὶ ὑπὸ τῆς τῶν συνόν‐
των πονηρίας ἐξ ἀρετῆς εἰς κακίαν ἰσόρροπον μετέστη, καὶ, τοῖς τε ὑπηκόοις ὢν βαρὺς τῷ στρατεύματί τε ἀηδὴς, ἐξ ἐπιβουλῆς Μαγνεν‐ τίου νεωτερίσαντος ἀνῃρέθη πλησίον τῆς Ἱσπανίας ἐν φρουρίῳ Ἕλει καλουμένῳ, ἑπτακαίδεκα βασιλεύσας ἐνιαυτοὺς, τριακοστὸν δὲ τῆς109
15ἡλικίας ἐκπληρώσας, στρατιώτης οὐκ ἀγενὴς, οὐδὲ εὐκαταφρόνητος τῇ στρατιᾷ, τοὐναντίον δὲ φοβερώτατος, οὐχὶ ὠμότητος, ἀλλ’ ἀνδρείας ποιούσης φόβον.

10

.

10

Κωνσταντίῳ δὲ οὐ κατὰ τὸν ἀδελφὸν ἀπήντησε τὰ τῆς τύχης. Περσῶν γὰρ ἀεὶ καὶ μάχῃ κρατηθέντων καὶ ληφθέντων αἰχμαλώτων καὶ πόλεις ἀποβαλόντων καὶ πολιορκίαις καταδαπανηθέντων ἐν τοῖς ἔμπροσθεν, οὐδέποτε Κωνστάντιος κατὰ Σαπώρου, τοῦ τῶν Περσῶν
5βασιλεύοντος, εὐτυχῶς ἐπολέμησε πλὴν ἐν Σιγγάροις, ἔνθα δὴ νίκην αὐτὸν ἀνελέσθαι παντελῆ τῶν τε ἱππέων καὶ τῶν ὁπλιτῶν ἡ προπέτεια, οὐ συνειδότων τὸν καιρὸν, διεκώλυσεν. Ἀρχομένης γὰρ ἑσπέρας, προεκαλέσαντο τὴν μάχην. Καὶ μετὰ τὴν Κώνσταντος δὲ τελευτὴν Ἰταλίας καὶ Ἀφρικῆς καὶ Γάλλων ὑπὸ Μαγνεντίῳ τελούν‐
10των, οὐδὲ τὰ τῶν Ἰλλυριῶν ἦν ἐν ἡσυχίᾳ, τῆς ἐκεῖ στρατιᾶς πρὸς φυ‐ λακὴν τῆς χώρας Βετρανίωνά τινα πρεσβύτην ἀνειπούσης καὶ περι‐ θείσης αὐτῷ τὴν ἁλουργίδα. Ὃς ἐπίσημος μὲν ἦν ἐκ πολλῶν πολέμων καὶ τῆς κατ’ αὐτοὺς εὐτυχίας ἀρετῆς τε ἐραστὴς, οἵαν εἰκὸς τὸν ἐν ὅπλοις ὄντα ἐργάζεσθαι, ὅλης τῆς παλαιότητος εἰκὼν, παιδείας δὲ
15ἀμέτοχος τῆς ἐν λόγοις καὶ αὐτῶν ἄπειρος τῶν γραμμάτων, πλὴν ὅσον τῆς τούτων ἐπεμελήθη γνώσεως ἀφ’ οὗπερ ἐβασίλευσε.

10

.

11

Κωνστάντιος δὲ τιμωρῆσαι τἀδελφῷ προελόμενος, Βετρανίωνα μὲν ἀφείλετο τῆς ἀρχῆς, συνθεμένου καὶ συνεργοῦντος τοῦ στρατοῦ,
θέαμά τε ἐγένετο καινὸν εἰς ἰδιώτην ἐκ βασιλέως μεθιστάμενος. Νεπω‐ τιανὸν δὲ, τὸν ἀνεψιὸν ἐξ ἀδελφῆς τοῦ πατρὸς γεγενημένον καὶ τυραν‐110
5νήσαντα κατὰ τὴν Ῥώμην, διὰ χειρὸς τῶν αὐτόθι μονομαχούντων Μαγνεντίου στρατηγοὶ διεχρήσαντο εἰκοστῇ ὀγδόῃ τῆς τυραννίδος ἡμέρᾳ, μεγάλην προαπολόμενον τῶν ἀρχομένων βλάβης· οἷος γὰρ ἂν ἐγένετο περιγενόμενος ὁ μικρὸς ἔδειξε χρόνος. Καὶ τὴν κεφαλὴν ἀπο‐ τεμόντες δόρατί τε ἐμπήξαντες, ἐν τοῖς τοῦ δήμου περιήγαγον ὀφθαλ‐
10μοῖς· τοὺς συνειδότας δὲ τῇ πράξει κατέσφαξαν, τὰς οὐσίας ποιήσαν‐ τες δημοσίας.

10

.

12

Ἀλλὰ καὶ Μαγνέντιος, ἐν Μουρσῇ νικηθεὶς, μικροῦ μὲν καὶ αὐτὸς ἑάλω. Τοσοῦτος δὲ ἐγένετο φόνος ἐξ ἑκατέρου στρατεύματος, ὥςτε μεγίστην ἐνεγκεῖν τοῖς κοινοῖς ζημίαν· πολὺν γὰρ ἂν ἔτεκον τῇ πόλει θρίαμβον, εἰ πρὸς ἀλλοφύλους τὸν ἀγῶνα εἶχον. Μαγνεντίου
5τοίνυν δυνάμεις ἑτέρας συναγείραντος, εὐλαβηθεὶς περὶ τῶν ἑῴων Κωνστάντιος, τὸν ἀνεψιὸν Γάλλον καίσαρα χειροτονήσας ἐξέπεμψεν εἰς ἕω· αὐτός τε εἴχετο τοῦ πρὸς Μαγνέντιον ἔργου. Καὶ δὴ μάχαις ἑτέραις περικόψας αὐτῷ τὰς ἐλπίδας, συνήλασεν εἰς Λούγδουνον, οὗ βιαίαν ἐπήγαγεν ἑαυτῷ τελευτὴν, τοῦ ἀδελφοῦ Σενῶνος προτέρου τὴν
10κεφαλὴν ἀποκόψας, ὃν καίσαρα χειροτονήσας ἐπέστησε ταῖς Γαλ‐ λίαις, ὅτε ἀντεξῆγε Κωνσταντίῳ τὴν δύναμιν. Τρίτον δὲ ἦν αὐτῷ τῆς βασιλείας ἔτος καὶ μῆνες ζʹ.

10

.

13

Οὕτω δὴ τὸν ἐμφύλιον καταπαύσας πόλεμον ὁ Κωνστάντιος, ἐπειδή περ ἐπύθετο Γάλλον ἀτόπως χρῆσθαι τῆς ἀρχῆς ἐξουσίᾳ, ἀπει‐ ρημένον τε εἶναι καὶ τυραννίδι μᾶλλον ἢ βασιλείᾳ πρέπειν, τὸν μὲν ἀνεῖλε, Σιλβανὸν δὲ ἐν Γάλλοις νεωτερίσαντα τριακοστῇ καθεῖλέ τε
5καὶ διέφθειρεν ἡμέρᾳ, μόνος τε τῶν πάντων ἐγένετο κύριος.

10

.

14

Ἐπανόδου δὲ ἐπιθυμῶν, τὸν ἀνεψιὸν Ἰουλιανὸν, ἀδελφὸν ὄντα
τοῦ Γάλλου, καίσαρα χειροτονήσας ἐξέπεμψεν εἰς τὰς Γαλλίας, συν‐ άψας αὐτῷ τὴν ἀδελφὴν εἰς γάμον. Οὗτος ἀνώρθωσε τὰ πράγματα, ὀξέως ἤδη κείμενα καὶ πεπτωκότα. Τῶν τε γὰρ προςοικούντων βαρ‐111
5βάρων πολλαῖς ἐκράτησε μάχαις τήν τε τῶν οἰκείων πολιορκίαν μετέ‐ στησεν εἰς τὴν βαρβάρων, οὐδὲ ἀξιομάχῳ πρὸς τὰ βαρβαρικὰ πλήθη χρώμενος δυνάμει. Καὶ πολὺ πλῆθος ἀλαμανικὸν διαφθείρας, ἐπὶ πᾶσι τὸν βασιλέα τοῦ ἔθνους εἷλεν αἰχμάλωτον πρὸς Ἀργεντοράτῳ τῇ πό‐ λει. Τοῖς Γάλλοις δὲ ἐπανήγαγε τὴν εὐδαιμονίαν συνεχῶς ἐπεξιών τε
10τοῖς πολεμίοις καὶ νικῶν, ὥςτε αὐτοὺς ὑπὲρ τὸν Ῥῆνον συγκλει‐ σθέντας μηκέτι κατεγχειρεῖν ἐξόδου. Ταῦτα γνοὺς Κωνστάντιος ἐκέ‐ λευσε τὴν στρατιὰν ἀναχωρῆσαι τῶν Γαλλιῶν, οὐ μετρίως φέρων τὰς περὶ Ἰουλιανοῦ φήμας.

10

.

15

Τότε τοίνυν αὔγουστος παρὰ τοῦ στρατοπέδου καὶ ἄκων ἀνερ‐ ρήθη Ἰουλιανὸς, ἐνιαυτῷ τε ὕστερον ὅλῳ τῆς ἀναρρήσεως ἧκεν ἐπὶ Ἰλλυριοὺς ὡς προςθήσων αὐτοὺς τῇ βασιλείᾳ· Κωνστάντιον γὰρ ὁ περ‐ σικὸς κατεῖχε πόλεμος. Ἐπεὶ δὲ ἐπύθετο ταύτης τῆς Ἰουλιανοῦ ὁρ‐
5μῆς ὁ Κωνστάντιος, ἐκίνησε τὴν κατ’ αὐτοῦ στρατιὰν, σαφῶς ἐμφύλιον ἀράμενος πόλεμον. Ἀλλ’ ἐτελεύτησε μεταξὺ Καππαδοκῶν τε καὶ Κι‐ λίκων ἐν Μουκρήναις τῷ χωρίῳ, τριάκοντα πρὸς τοῖς ὀκτὼ βασιλεύσας ἐνιαυτοὺς, γενόμενος ἔτη πέντε καὶ τεσσαράκοντα. Συνεψηφίσθη τε τοῖς θεοῖς, ἀνὴρ ἥμερός τε καὶ φιλάνθρωπος καὶ περὶ τὰς φιλίας πι‐
10στὸς, πλὴν ὅτι ταῖς τῶν γαμετῶν ἐδούλευε γνώμαις· καὶ τοῖς τε φί‐ λοις καὶ τοῖς οἰκειοτάτοις πάντων μετεδίδου τῶν ἀγαθῶν, τοὺς ἀξίους τε τιμῶν οὐκ ἀπεστέρει τῶν ὀφειλομένων· ὠμότητός τε ἀπήλλακτο πάσης, τότε μόνον αὐτῇ χρώμενος, ὅτε τις αὐτὸν ὑποψία κατέσχεν ὡς ἐπιβουλευομένης αὐτῷ τῆς βασιλείας. Τὰ δὲ τῆς τύχης αὐτοῦ πρὸς
15τοὺς ἐμφυλίους ἢ τοὺς βαρβαρικοὺς πολέμους ἐτύγχανε δεξιώτερα.

10

.

16

Καθίσταται δὲ Ἰουλιανὸς τοῦ παντὸς κύριος, καὶ πάσῃ παρα‐ σκευῇ κατὰ Περσῶν ἐστράτευσε· πολλὰ δὲ τῶν περσικῶν ἑλὼν φρου‐ ρίων, ἐκδιδόντων αὐτὰ τῶν φυλάκων, τῆς πολιορκίας ἀναγκαζούσης, ἐκπεπορθημένης ἤδη τῆς Συρίας, τὰς παρεμβολὰς ἐστήσατο πρὸς αὐτῇ
5Κτησιφῶντι. Καὶ εἰ μέτρον ἐπέθηκε τῷ πολέμῳ, τάχα ἂν ἐπανῆλθε σῶος· ἀλλ’ ἐπανιὼν καὶ τοῖς προκατωρθωμένοις θαρρῶν, ἀφυλακτότε‐
ρον ἀνεστρέφετο ταῖς μάχαις. Καὶ βληθεὶς ὑπό τινος τῶν πολεμίων, τὸν βίον ἀπέλιπεν ἕκτῃ καὶ εἰκάδι τοῦ Ἰουλίου μηνὸς, τρίτῳ τῆς βα‐ σιλείας ἔτει, τῆς δὲ ἡλικίας τριακοστῷ καὶ ἑνὶ, ἀνὴρ ἄξιος ἀγασθῆναι112
10καὶ μέγιστος ἐσόμενος τοῖς κοινοῖς ὄφελος, εἰ μὴ τὰ τῶν μοιρῶν ἐκρά‐ τησε. Γλῶττα μὲν γὰρ αὐτῷ πρὸς ἑκατέραν ἠκόνητο φωνὴν, τήν τε βασιλεύουσαν καὶ τὴν Ἑλλάδα, ὥςτε κρατεῖν μὲν αὐτὸν ἐν ἀμφοτέ‐ ραις, αὐτῶν δὲ αὐτοῦ κρατεῖν θατέρᾳ, τῇ τῶν Ἑλλήνων. Ῥέων καὶ γὰρ ἐν τῷ λέγειν πολὺς, ὑπερέβαινε τοῦτο τὸ θαῦμα τῇ μνήμῃ τῶν
15ἀρχαίων. Οὐδὲν γὰρ ἦν ὃ μὴ διὰ στόματος ἦγε τῶν ταῖς ἀκοαῖς ἅπαξ ἐμπεσόντων. Τὰ δὲ τῆς βιοτῆς αὐτῷ φιλοσοφίας ἐγγύτερα, καὶ μὴν καὶ περὶ τὰς φιλίας ἐπιμελὴς ἦν καὶ πιστότατος ἁπάντων. Πλὴν οὐ δοκιμάζων ἐξ ἀρχῆς προΐετο, οὐδὲ βασιλικῶς ἐβασάνιζε τοὺς ἐσομέ‐ νους φίλους· ὅθεν ἤδη καὶ μῶμον ἐκ τῆς τινῶν ἔσχε συνουσίας. Μά‐
20λιστα δὲ δικαιοσύνης ...113